Παλατινή Ανθολογία Βιβλίο 5ον (3η συνέχεια)


5.201 ΑΔΗΛΟΝ

Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον

ἀστέρα τῷ χρυσέῳ τερπομένη Σθενίῳ͵

ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μεληθὲν

βάρβιτον ἐκ κείνης κεῖτ΄ ἔτι παννυχίδος.

5.202 ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ

Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα

Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων͵

νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον

ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.

Κύπρι φίλη͵ σὺ δὲ τῇδε πόροις νημερτέα νίκης

δόξαν͵ ἀείμνηστον τήνδε τιθεῖσα χάριν.

5.203 ΑΣΚΛΗΠΙΑΔΟΥ

Λυσιδίκη σοί͵ Κύπρι͵ τὸν ἱππαστῆρα μύωπα͵

χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός͵

ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν· οὐδέ ποτ΄ αὐτῆς

μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·

ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον

σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.

5.204 ΜΕΛΕΑΓΡΟΥ

Οὐκέτι Τιμαρίου͵ τὸ πρὶν γλαφυροῖο κέλητος͵

πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίη͵

ἀλλ΄ ἐπὶ μὲν νώτοισι μετάφρενον͵ ὡς κέρας ἱστῷ͵

κυρτοῦται͵ πολιὸς δ΄ ἐκλέλυται πρότονος͵

ἱστία δ΄ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν·

ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας.

νέρθε δὲ πάνθ΄ ὑπέραντλα νεώς͵ κοίλῃ δὲ θάλασσα

πλημύρει͵ γόνασιν δ΄ ἔντρομός ἐστι σάλος.

δύστανός γ΄͵ ὃς ζωὸς ἔτ΄ ὢν Ἀχερουσίδα λίμνην

πλεύσετ΄ ἄνωθ΄ ἐπιβὰς γραὸς ἐπ΄ εἰκοσόρου.

5.205 ΑΔΗΛΟΝ

Ἴυγξ ἡ Νικοῦς͵ ἡ καὶ διαπόντιον ἕλκειν

ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη͵

χρυσῷ ποικιλθεῖσα͵ διαυγέος ἐξ ἀμεθύστου

γλυπτή͵ σοὶ κεῖται͵ Κύπρι͵ φίλον κτέανον͵

πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα͵

τῆς Λαρισσαίης ξείνια φαρμακίδος.

5.206 ΛΕΩΝΙΔΟΥ

Μηλὼ καὶ Σατύρη τανυήλικες͵ Ἀντιγενείδεω

παῖδες͵ ταὶ Μουσέων εὔκολοι ἐργάτιδες͵

Μηλὼ μὲν Μούσαις Πιμπληίσι τοὺς ταχυχειλεῖς

αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην͵

ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων

σύγκωμον κηρῷ τευξαμένη δόνακα͵

ἡδὺν συριστῆρα͵ σὺν ᾧ πανεπόρφνιος ἠῶ

ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.

5.207 ΑΣΚΛΗΠΙΑΔΟΥ

Αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης

φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις͵

εἰς δ΄ ἕτερ΄ αὐτομολοῦσιν͵ ἃ μὴ καλά. δεσπότι Κύπρι͵

μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας.

5.208 ΜΕΛΕΑΓΡΟΥ

Οὔ μοι παιδομανὴς κραδία. τί δὲ τερπνόν͵ Ἔρωτες͵

ἀνδροβατεῖν͵ εἰ μὴ δούς τι λαβεῖν ἐθέλοι;

ἁ χεὶρ γὰρ τὰν χεῖρα· καλά με μένοι παράκοιτις.

ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.

5.209 ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ

Σήν͵ Παφίη Κυθέρεια͵ παρ΄ ἠιόν΄ εἶδε Κλέανδρος

Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·

καιόμενος δ΄ ὑπ΄ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ

ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.

χὠ μὲν ἐναυάγει γαίης ἔπι͵ τὴν δὲ θαλάσσης

ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.

νῦν δ΄ ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ

εὐχαὶ τὰς κείνης εὔξατ΄ ἐπ΄ ἠιόνος.

5.210 ΑΣΚΛΗΠΙΑΔΟΥ

Τῷ θαλλῷ Διδύμη με συνήρπασεν· ὤμοι͵ ἐγὼ δὲ

τήκομαι ὡς κηρὸς πὰρ πυρί͵ κάλλος ὁρῶν.

εἰ δὲ μέλαινα͵ τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ΄ ὅτε κείνους

θάλψωμεν͵ λάμπουσ΄ ὡς ῥόδεαι κάλυκες.

5.211 ΠΟΣΕΙΔΙΠΠΟΥ

Δάκρυα καὶ κῶμοι͵ τί μ΄ ἐγείρετε͵ πρὶν πόδας ἄρω

ἐκ πυρός͵ εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;

λήγω δ΄ οὔποτ΄ ἔρωτος͵ ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης

ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος.

5.212 ΜΕΛΕΑΓΡΟΥ

Αἰεί μοι δύνει μὲν ἐν οὔασιν ἦχος Ἔρωτος͵

ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·

οὐδ΄ ἡ νύξ͵ οὐ φέγγος ἐκοίμισεν͵ ἀλλ΄ ὑπὸ φίλτρων

ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.

ὦ πτανοί͵ μὴ καί ποτ΄ ἐφίπτασθαι μέν͵ Ἔρωτες͵

οἴδατ΄͵ ἀποπτῆναι δ΄ οὐδ΄ ὅσον ἰσχύετε;

5.213 ΠΟΣΕΙΔΙΠΠΟΥ

Πυθιὰς εἰ μὲν ἔχει τιν΄͵ ἀπέρχομαι· εἰ δὲ καθεύδει

ὧδε μόνη͵ μικρόν͵ πρὸς Διός͵ ἐκκάλεσαι.

εἰπὲ δὲ σημεῖον͵ μεθύων ὅτι καὶ διὰ κλωπῶν

ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι.

5.214 ΜΕΛΕΑΓΡΟΥ

Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δ΄͵ Ἡλιοδώρα͵

βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν.

ἀλλ΄ ἄγε συμπαίκταν δέξαι Πόθον· εἰ δ΄ ἀπὸ σεῦ με

ῥίψαις͵ οὐκ οἴσω τὰν ἀπάλαιστρον ὕβριν.

5.215 ΤΟΥ ΑΥΤΟΥ

Λίσσομ΄͵ Ἔρως͵ τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας

κοίμισον αἰδεσθεὶς Μοῦσαν ἐμὰν ἱκέτιν.

ναὶ γὰρ δὴ τὰ σὰ τόξα͵ τὰ μὴ δεδιδαγμένα βάλλειν

ἄλλον͵ ἀεὶ δ΄ ἐπ΄ ἐμοὶ πτανὰ χέοντα βέλη͵

εἰ καὶ ἐμὲ κτείναις͵ λείψω φωνὴν προϊέντα

γράμματ΄· « Ἔρωτος ὅρα͵ ξεῖνε͵ μιαιφονίαν.»

5.216 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰ φιλέεις͵ μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς

θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·

ἀλλά τι καὶ φρονέοις στεγανώτερον͵ ὅσσον ἐρύσσαι

ὀφρύας͵ ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.

ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν

καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.

κεῖνος δ΄ ἐστὶν ἄριστος ἐρωτικός͵ ὃς τάδε μίξει

οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ.

5.217 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας

Ζεὺς διαδὺς Δανάας χαλκελάτους θαλάμους.

φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· «Χάλκεα νικᾷ

τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.»

χρυσὸς ὅλους ῥυτῆρας͵ ὅλας κληῖδας ἐλέγχει͵

χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους·

καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὰς

λισσέσθω Παφίαν͵ ἀργύριον παρέχων.

5.218 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τὸν σοβαρὸν Πολέμωνα͵ τὸν ἐν θυμέλῃσι Μενάνδρου

κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους͵

ὁπλότερος Πολέμων μιμήσατο͵ καὶ τὰ Ροδάνθης

βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο͵

καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας͵

μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.

ζηλομανὲς τὸ κόλασμα. τί γὰρ τόσον ἤλιτε κούρη͵

εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;

σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε͵ μέχρι καὶ αὐτοῦ

βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.

ἀλλ΄ ἔμπης τελέθει «Μισούμενος»· αὐτὰρ ἔγωγε

«Δύσκολος»͵ οὐχ ὁρόων τὴν «Περικειρομένην.»

5.219 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Κλέψωμεν͵ Ροδόπη͵ τὰ φιλήματα τήν τ΄ ἐρατεινὴν

καὶ περιδηριτὴν Κύπριδος ἐργασίην.

ἡδὺ λαθεῖν φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·

φώρια δ΄ ἀμφαδίων λέκτρα μελιχρότερα.

5.220 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν

κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης͵

ὤφελες͵ ὦ Κλεόβουλε͵ πόθους νεότητος ἐπιγνοὺς

νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας͵

μηδ΄ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων

τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.

«Ἀντίπατρος» τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ͵

καὶ νῦν ἐξαπίνης «Ἀντίπαλος» γέγονας.

5.221 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν

φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;

λεκτέον ἀμφαδίην μελεδήματα͵ κἤν τις ἐρύξῃ

μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης͵

φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν

ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.

5.222 ΑΓΑΘΙΟΥ

Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα

κούρη͵ Τερψιχόρης ἀντεμέλιζε μίτοις·

εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν͵

αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο.

εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο͵ μᾶλλον ἂν αὐτὴ

Κύπρις ἐνικήθη κἀνεδίκαζε Πάρις.

σιγῇ ἐφ΄ ἡμείων͵ ἵνα μὴ Διόνυσος ἀκούσας

τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.

5.223 ΜΑΚΗΔΟΝΙΟΥ

Φωσφόρε͵ μὴ τὸν Ἔρωτα βιάζεο μηδὲ διδάσκου͵

Ἄρεϊ γειτονέων͵ νηλεὲς ἦτορ ἔχειν.

ὡς δὲ πάρος Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ

οὐ δρόμον ὠκυπόδην εἶχες ἀπ΄ ἀντολίης͵

οὕτω μοι περὶ νύκτα μόγις ποθέοντι φανεῖσαν

ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.

5.224 ΤΟΥ ΑΥΤΟΥ

Λῆξον͵ Ἔρως͵ κραδίης τε καὶ ἥπατος· εἰ δ΄ ἐπιθυμεῖς

βάλλειν͵ ἄλλο τί μου τῶν μελέων μετάβα.

5.225 ΤΟΥ ΑΥΤΟΥ

Ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχὼρ

δάκρυον͵ ὠτειλῆς οὔποτε τερσομένης.

εἰμὶ καὶ ἐκ κακότητος ἀμήχανος͵ οὐδὲ Μαχάων

ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.

Τήλεφός εἰμι͵ κόρη͵ σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς·

κάλλεϊ σῷ παῦσον τὸν πόθον͵ ὡς ἔβαλες.

5.226 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὀφθαλμοί͵ τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων͵

κάλλεος ἀκρήτου ζωροπόται θρασέες;

τῆλε διαθρέξωμεν͵ ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ

νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.

εἰ δ΄ ἄρα που καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ

γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι͵

ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ͵

φεῦ͵ πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.

5.227 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Ἡμερίδας τρυγόωσιν ἐτήσιον͵ οὐδέ τις αὐτῶν

τοὺς ἕλικας͵ κόπτων βότρυν͵ ἐπιστρέφεται.

ἀλλὰ σέ͵ τὴν ῥοδόπηχυν͵ ἐμῆς ἀνάθημα μερίμνης͵

ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμὸν ἔχω

καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος͵ οὐκ ἔαρ ἄλλο

οἶδα μένειν͵ ὅτι μοι πᾶσα γέμεις χαρίτων.

ὧδε καὶ ἡβήσειας͵ ὅλον χρόνον· εἰ δέ τις ἔλθῃ

λοξὸς ἕλιξ ῥυτίδων͵ τλήσομαι ὡς φιλέων.

5.228 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Εἰπέ͵ τίνι πλέξεις ἔτι βόστρυχον ἢ τίνι χεῖρας

φαιδρυνέεις ὀνύχων ἀμφιτεμὼν ἀκίδα;

ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ͵

μηκέτι τῆς καλῆς ἐγγὺς ἰὼν Ροδόπης;

ὄμμασιν͵ οἷς Ροδόπην οὐ δέρκομαι͵ οὐδὲ φαεινῆς

φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.

5.229 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ

θάμβεεν͵ εἰ λείβειν δάκρυον οἶδε λίθος.

αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην

ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.

αἴτιος ἀμφοτέροισιν ἔρως͵ ὀχετηγὸς ἀνίης

τῇ Νιόβῃ τεκέων͵ αὐτὰρ ἐμοὶ παθέων.

5.230 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χρυσείης ἐρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης͵

οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας.

αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα͵ δεσμὰ τινάξαι

Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·

ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον͵ ἔστενον ἤδη

οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ·

καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι͵

δεσπότις ἔνθ΄ ἐρύσῃ͵ πυκνὰ μεθελκόμενος.

5.231 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὸ στόμα ταῖς χαρίτεσσι͵ προσώπατα δ΄ ἄνθεσι βάλλει͵

ὄμματα τῇ παφίῃ͵ τὼ χέρε τῇ κιθάρῃ.

συλεύεις βλεφάρων φάος ὄμμασιν͵ οὖας ἀοιδῇ·

πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.

5.232 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἱππομένην φιλέουσα νόον προσέρεισα Λεάνδρῳ·

ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη

εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ

Ξάνθον ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.

πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δ΄ ἄλλον

αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη

ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν

μέμφεται͵ ἐν πενίῃ μιμνέτω οἰογάμῳ.

5.233 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

«Αὔριον ἀθρήσω σε.» Τὸ δ΄ οὔ ποτε γίνεται ἡμῖν͵

ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.

ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δ΄ ἐς ἄλλους

δῶρα φέρεις͵ ἐμέθεν πίστιν ἀπειπαμένη.

«Ὄψομαι ἑσπερίη σε.» τί δ΄ ἕσπερός ἐστι γυναικῶν;

γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.

5.234 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ

οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος͵

γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων

αὐχένα σοι κλίνω͵ Κύπρι͵ μεσαιπόλιος.

δέξο με καγχαλόωσα͵ σοφὴν ὅτι Παλλάδα νικᾷς

νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἐφ΄ Ἑσπερίδων.

5.235 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

῏Ηλθες ἐμοὶ ποθέοντι παρ΄ ἐλπίδα· τὴν δ΄ ἐνὶ θυμῷ

ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην

καὶ τρομέω· κραδίη τε βυθῷ πελεμίζεται οἴστρου͵

ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.

ἀλλ΄ ἐμὲ τὸν ναυηγὸν ἐπ΄ ἠπείροιο φανέντα

σῶε τεῶν λιμένων ἔνδοθι δεξαμένη.

5.236 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς

ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.

οὐ γάρ͵ ἰδὼν σέο κάλλος͵ ἀπείργετο χείλεα μῖξαι

χείλεϊ σῷ ῥοδέων ἁβροτέρῳ καλύκων͵

Τάνταλος ἀκριτόδακρυς· ὑπερτέλλοντα δὲ πέτρον

δείδιεν͵ ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.

αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ͵

ἐκ δ΄ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.

5.237 ΑΓΑΘΙΟΥ ΜΥΡΙΝΑΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ΄ ἐπέλθῃ

ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος͵

ἀμφιπεριτρύζουσι χελιδόνες͵ ἐς δέ με δάκρυ

βάλλουσιν͵ γλυκερὸν κῶμα παρωσάμεναι.

ὄμματα δ΄ οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ροδάνθης

αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.

ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε

τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην·

ἀλλ΄ Ἴτυλον κλαίοιτε κατ΄ οὔρεα καὶ γοάοιτε

εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι͵

βαιὸν ἵνα κνώσσοιμεν· ἴσως δέ τις ἥξει ὄνειρος͵

ὅς με Ροδανθείοις πήχεσιν ἀμφιβάλοι.

5.238 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ͵ κούρη͵

οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον͵

ἀλλ΄ ἵνα σοι τὸν Ἄρηα͵ καὶ ἀζαλέον περ ἐόντα͵

δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.

οὗτος ἐμοὶ ποθέοντι συνέμπορος͵ οὐδὲ κατόπτρου

δεύομαι͵ ἐν δ΄ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ͵

καὶ καλὸς ὡς ἐν ἔρωτι· σὺ δ΄ ἢν ἀπ΄ ἐμεῖο λάθηαι͵

τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.

5.239 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω͵

ἀλλὰ καταθνῄσκω ψυχόμενος Παφίῃ.

ἤδη γὰρ μετὰ σάρκα δι΄ ὀστέα καὶ φρένας ἕρπει

παμφάγον ἀσθμαίνων οὗτος ὁ πικρὸς Ἔρως.

καὶ φλὸξ ἐν τελεταῖς͵ ὅτε θύματα πάντα λαφύξῃ

φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.

5.240 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ

ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ͵

ἀλλ΄ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης

ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.

5.241 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σῴζεό σοι μέλλων ἐνέπειν͵ παλίνορσον ἰωὴν

ἂψ ἀνασειράζω καὶ πάλιν ἄγχι μένω·

σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν

νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.

ἤματι γὰρ σέο φέγγος ὁμοίιον· ἀλλὰ τὸ μέν που

ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις

κεῖνο τὸ Σειρήνων γλυκερώτερον͵ ᾧ ἔπι πᾶσαι

εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.

5.242 ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὡς εἶδον Μελίτην͵ ὦχρός μ΄ ἕλε· καὶ γὰρ ἀκοίτῃ

κείνη ἐφωμάρτει· τοῖα δ΄ ἔλεξα τρέμων·

«Τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας͵

δικλίδος ἡμετέρης τὴν βάλανον χαλάσας͵

καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι͵

ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;»

ἡ δὲ λέγει γελάσασα καὶ ἀνέρα λοξὸν ἰδοῦσα·

«Τῶν προθύρων ἀπέχου͵ μή σε κύων ὀλέσῃ.»

5.243 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου

εἶχον ἐπισφίγξας πήχεσιν ἡμετέροις.

πείθετό μοι ξύμπαντα καὶ οὐκ ἀλέγιζεν ἐμεῖο

κύπριδι παντοίῃ σώματος ἁπτομένου.

ἀλλὰ βαρύζηλός τις Ἔρως· καὶ νύκτα λοχήσας

ἐξέχεεν φιλίην͵ ὕπνον ἀποσκεδάσας.

ὧδέ μοι οὐδ΄ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις

ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.

5.244 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα͵ μαλθακὰ Δημώ͵

Δωρὶς ὀδακτίζει. τίς πλέον ἐξερέθει;

οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ

τρηχαλέων στομάτων ψῆφον ἐποισόμεθα.

ἐπλάγχθης͵ κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς

ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·

μίμν΄ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ

τέρπεται͵ ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.

5.245 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Κιχλίζεις͵ χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα͵

ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.

ὤμοσα τὴν δυσέρωτα κόρην͵ τρισὶν ὤμοσα πέτραις͵

μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.

παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ

χείλεσι γυμνοτάτοις͵ οὔ τινι μισγομένοις.

αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι

κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.

5.246 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα͵ μαλθακὰ γυίων

πλέγματα χιονέων͵ μαλθακὰ πάντα μέλη͵

ψυχὴ δ΄ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων

ἔστιν ἔρως στομάτων͵ τἆλλα δὲ παρθενίης.

καὶ τίς ὑποτλαίη; τάχα τις͵ τάχα τοῦτο ταλάσσας

δίψαν Τανταλέην τλήσεται εὐμαρέως.

5.247 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας

ὠισάμην͵ σὺ δέ μοι πικροτέρη θανάτου.

καὶ φεύγεις φιλέοντα͵ καὶ οὐ φιλέοντα διώκεις͵

ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.

κεντρομανὲς δ΄ ἄγκιστρον ἔφυ στόμα καί με δακόντα

εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.

5.248 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὦ παλάμη πάντολμε͵ σὺ τὸν παγχρύσεον ἔτλης

ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι;

ἔτλης; οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή͵

σκύλμα κόμης͵ αὐχὴν μαλθακὰ κεκλιμένος;

νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·

οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.

μή͵ λίτομαι͵ δέσποινα͵ τόσην μὴ λάμβανε ποινήν·

μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.

5.249 ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Ὦ σοβαρὴ Ροδόπη͵ Παφίης εἴξασα βελέμνοις

καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη͵

ἀγκὰς ἑλοῦσά μ΄ ἔχεις παρὰ σὸν λέχος· ἐν δ΄ ἄρα δεσμοῖς

κεῖμαι ἐλευθερίης οὐκ ἐπιδευόμενος.

οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν

συμφέρεται φιλίης ῥεύμασι μιγνύμενα.

5.250 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἡδύ͵ φίλοι͵ μείδημα τὸ Λαΐδος· ἡδὺ καὶ αὐτῶν

ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.

χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν͵ ἐγκλιδὸν ὤμῳ

ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη.

μυρομένην δὲ φίλησα· τὰ δ΄ ὡς δροσερῆς ἀπὸ πηγῆς

δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.

εἶπε δ΄ ἀνειρομένῳ· «Τίνος εἵνεκα δάκρυα λείβεις;»

-«Δείδια͵ μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.»


5.251 ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν͵

χείλεα δ΄ ἀκροβαφῆ λοξὰ παρεκτανύεις͵

καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην͵

ἐκχυμένας δ΄ ὁρόω τὰς σοβαρὰς παλάμας.

ἀλλ΄ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·

οὔπω ἐθηλύνθης͵ οὐδὲ μαραινομένη.

5.252 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ρίψωμεν͵ χαρίεσσα͵ τὰ φάρεα͵ γυμνὰ δὲ γυμνοῖς

ἐμπελάσῃ γυίοις γυῖα περιπλοκάδην·

μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο

τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν·

στήθεα δ΄ ἐζεύχθω τά τε χείλεα· τἆλλα δὲ σιγῇ

κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.

5.253 ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Τίπτε πέδον͵ Χρύσιλλα͵ κάτω νεύουσα δοκεύεις

καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;

αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δ΄ ἄρα σιγᾷς͵

νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη.

5.254 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὤμοσα μιμνάζειν σέο τηλόθεν͵ ἀργέτι κούρη͵

ἄχρι δυωδεκάτης͵ ὦ πόποι͵ ἠριπόλης·

οὐ δ΄ ἔτλην ὁ τάλας· τὸ γὰρ αὔριον ἄμμι φαάνθη

τηλοτέρω μήνης͵ ναὶ μὰ σέ͵ δωδεκάτης.

ἀλλὰ θεοὺς ἱκέτευε͵ φίλη͵ μὴ ταῦτα χαράξαι

ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·

θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μηδέ με μάστιξ͵

πότνα͵ κατασμύξῃ καὶ σέο καὶ μακάρων.

5.255 ΤΟΥ ΑΥΤΟΥ

Εἶδον ἐγὼ ποθέοντας· ὑπ΄ ἀτλήτοιο δὲ λύσσης

δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι͵

οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ͵

εἰ θέμις͵ ἀλλήλων δύμεναι ἐς κραδίην͵

ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην

ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.

καί ῥ΄ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος͵ οἷος ἐκεῖνος

τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων·

κούρη δ΄ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα

ζωσαμένη Φοίβης εἶδος ἀπεπλάσατο.

καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ

εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.

ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει͵

στρεπτά͵ πολυχρονίῳ πλέγματι συμφυέα͵

ἢ κείνους φιλέοντας͵ ὑπ΄ ἀντιπόροισί τ΄ ἀγοστοῖς

ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.

τρὶς μάκαρ͵ ὃς τοίοισι͵ φίλη͵ δεσμοῖσιν ἑλίχθη͵

τρὶς μάκαρ· ἀλλ΄ ἡμεῖς ἄνδιχα καιόμεθα.

5.256 ΤΟΥ ΑΥΤΟΥ

Δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις

ἕσπερος͵ ὑβριστὴν μῦθον ἐπευξαμένη·

Ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται·

ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.

ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης͵

ὦ πόποι͵ ἀλλ΄ ἱκέτης πρώιος εὐθὺς ἔβην.

5.257 ΠΑΛΛΑΔΑ

Νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου͵

μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·

οὔτε γὰρ Εὐρώπης͵ οὐ τῆς Δανάης περὶ κάλλος

οὔθ΄ ἁπαλῆς Λήδης ἐστ΄ ἀπολειπομένη·

εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν

τῶν βασιλευουσῶν παρθενικῶν φθορέα.

5.258 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Πρόκριτός ἐστι͵ Φίλιννα͵ τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης

πάσης· ἱμείρω δ΄ ἀμφὶς ἔχειν παλάμαις

μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις

ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.

σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης

χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.

5.259 ΤΟΥ ΑΥΤΟΥ

Ὄμματά σευ βαρύθουσι͵ πόθου πνείοντα͵ Χαρικλοῖ͵

οἷά περ ἐκ λέκτρων ἄρτι διεγρομένης·

ἔσκυλται δὲ κόμη͵ ῥοδέης δ΄ ἀμάρυγμα παρειῆς

ὦχρος ἔχει λευκός͵ καὶ δέμας ἐκλέλυται.

κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις

ταῦτα φέρεις͵ ὄλβου παντὸς ὑπερπέταται͵

ὅς σε περιπλέγδην ἔχε πήχεσιν· εἰ δέ σε τήκει

θερμὸς ἔρως͵ εἴης εἰς ἐμὲ τηκομένη.

5.260 ΤΟΥ ΑΥΤΟΥ

Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ͵

Ρείης πυργοφόρου δείκελον εἰσορόων.

ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης

ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.

ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;

οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.

μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·

πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.

5.261 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ΄ ἐθέλῃς με μεθύσσαι͵

πρῶτα σὺ γευομένη πρόσφερε͵ καὶ δέχομαι.

εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν͵ οὐκέτι νήφειν

εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·

πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα

καί μοι ἀπαγγέλλει τὴν χάριν͵ ἣν ἔλαβεν.

5.262 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Φεῦ φεῦ͵ καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει

βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·

ἱσταμένης δ΄ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς

οἷα πολύγληνον βουκόλον Ἰναχίης.

ἵστασο καὶ σκοπίαζε͵ μάτην δὲ σὸν ἦτορ ἀμύσσου·

οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.

5.263 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μήποτε͵ λύχνε͵ μύκητα φέροις μηδ΄ ὄμβρον ἐγείροις͵

μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.

αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι͵ καὶ γὰρ ὅθ΄ Ἡρὼ

ἥρμοσε Λειάνδρῳ ... θυμέ͵ τὸ λοιπὸν ἔα.

Ἡφαίστου τελέθεις͵ καὶ πείθομαι͵ ὅττι χαλέπτων

Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην.

5.264 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Βόστρυχον ὠμογέροντα τί μέμφεαι ὄμματά θ΄ ὑγρὰ

δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων͵

φροντίδες ἀπρήκτοιο πόθου τάδε͵ ταῦτα βελέμνων

σύμβολα καὶ δολιχῆς ἔργα νυχεγρεσίης.

καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη͵

καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται.

ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα͵ τόσσον ἐμεῖο

ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.

ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι

χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ.

5.265 ΚΟΜΗΤΑ ΧΑΡΤΟΥΛΑΡΙΟΥ

Ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον· ὅρκος ἀλήτης

πλάζετο͵ Δημοφόων δ΄ ἦεν ἄπιστος ἀνήρ.

νῦν δέ͵ φίλη͵ πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης

Δημοφόων· σὺ δὲ πῶς͵ Φυλλίς͵ ἄπιστος ἔφυς;

5.266 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ

ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.

λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα

εἰς ἐμὲ καὶ μανίαις θυμὸν ἐληίσατο.

σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει

καὶ ποταμῶν δῖναι καὶ δέπας οἰνοχόον.

5.267 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τί στενάχεις; -«Φιλέω.» -Τίνα; -«Παρθένον.» - ῏Η ῥά γε καλήν;

-«Καλὴν ἡμετέροις ὄμμασι φαινομένην.»

-Ποῦ δέ μιν εἰσενόησας; -«Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν

ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.»

-Ἐλπίζεις δὲ τυχεῖν; -«Ναὶ ναί͵ φίλος· ἀμφαδίην δὲ

οὐ ζητῶ φιλίην͵ ἀλλ΄ ὑποκλεπτομένην.»

-Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; -«Ἀτρεκὲς ἔγνων͵

ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.»

-Ἔγνως; οὐ φιλέεις͵ ἐψεύσαο. πῶς δύναται γὰρ

ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

5.268 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ

εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.

μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν· ἐξότε γάρ μοι

λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα͵

ἀστεμφής͵ ἀδόνητος ἐνέζεται οὐδὲ μετέστη͵

εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.

5.269 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην͵

τῆς μὲν ἐφιμείρων͵ τῇ δὲ χαριζόμενος.

εἷλκε δέ μ΄ ἡ φιλέουσα· πάλιν δ΄ ἐγώ͵ οἷά τέ τις φώρ͵

χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν͵

ζῆλον ὑποκλέπτων τῆς γείτονος͵ ἧς τὸν ἔλεγχον

καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.

ὀχθήσας δ΄ ἄρ΄ ἔειπον· Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι

ὡς τὸ φιλεῖν χαλεπόν͵ δισσὰ κολαζομένῳ.

5.270 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Οὔτε ῥόδον στεφάνων ἐπιδεύεται οὔτε σὺ πέπλων

οὔτε λιθοβλήτων͵ πότνια͵ κεκρυφάλων.

μάργαρα σῆς χροιῆς ἀπολείπεται͵ οὐδὲ κομίζει

χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην·

Ἰνδῴη δ΄ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης͵

ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην.

χείλεα δὲ δροσόεντα καὶ ἡ μελίφυρτος ἐκείνη

στήθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης.

τούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις

θέλγομαι͵ οἷς ἐλπὶς μείλιχος ἐνδιάει.