οὕτως οὔτ΄ ἐπιδερκτὰ τάδ΄ ἀνδράσιν οὔτ΄ ἐπακουστά οὔτε νόῳ περιληπτά. περὶ δὲ τοῦ μὴ εἰς τὸ παντελὲς ἄληπτον εἶναι τὴν ἀλήθειαν͵ ἀλλ΄ ἐφ΄ ὅσον ἱκνεῖται ὁ ἀνθρώπινος λόγος ληπτὴν ὑπάρχειν͵ διασαφεῖ τοῖς προκειμένοις ἐπιφέρων σὺ δ΄ οὖν ἐπεὶ ὧδ΄ ἐλιάσθης͵ πεύσεαι͵ οὐ πλέον ἠὲ βροτείη μῆτις ὄρωρεν. καὶ διὰ τῶν ἑξῆς ἐπιπλήξας τοῖς πλέον ἐπαγγελλομένοις γιγνώσκειν παρίστησιν͵ ὅτι τὸ δι΄ ἑκάστης αἰσθήσεως λαμβανόμενον πιστόν ἐστι͵ τοῦ λόγου τούτων ἐπιστατοῦντος͵ καίπερ πρότερον καταδραμὼν τῆς ἀπ΄ αὐτῶν πίστεως. φησὶ γὰρ ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης͵ ἐκ δ΄ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν. καὶ σέ͵ πολυμνήστη λευκώλενε παρθένε Μοῦσα͵ ἄντομαι͵ ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν͵ πέμπε παρ΄ Εὐσεβίης ἐλάουσ΄ εὐήνιον ἅρμα· μηδέ σέ γ΄ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνατῶν ἀνελέσθαι ἐφ΄ ᾧ θ΄ ὁσίης πλέον εἰπεῖν θάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ΄ ἄκροισι θοάζειν. ἀλλ΄ ἄγ΄ ἄθρει πάσῃ παλάμῃ͵ πῇ δῆλον ἕκαστον͵ μήτε τιν΄ ὄψιν ἔχων πίστει πλέον ἢ κατ΄ ἀκουήν ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης͵ μήτε τι τῶν ἄλλων͵ ὁπόσῃ πόρος ἐστὶ νοῆσαι͵ γυίων πίστιν ἔρυκε͵ νόει θ΄ ᾗ δῆλον ἕκαστον.
Τοιαῦτα μὲν καὶ ὁ Ἐμπεδοκλῆς· ὁ δὲ Ἡράκλειτος͵ ἐπεὶ πάλιν ἐδόκει δυσὶν ὠργανῶσθαι ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀληθείας γνῶσιν͵ αἰσθήσει τε καὶ λόγῳ͵ τούτων τὴν μὲν αἴσθησιν παραπλησίως τοῖς προειρημένοις φυσι κοῖς ἄπιστον εἶναι νενόμικεν͵ τὸν δὲ λόγον ὑποτίθεται κριτήριον. ἀλλὰ τὴν μὲν αἴσθησιν ἐλέγχει λέγων κατὰ λέξιν κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων͵ ὅπερ ἴσον ἦν τῷ βαρβάρων ἐστὶ ψυχῶν ταῖς ἀλόγοις αἰσθήσεσι πιστεύειν. τὸν δὲ λόγον κριτὴν τῆς ἀληθείας ἀποφαίνεται οὐ τὸν ὁποιονδήποτε͵ ἀλλὰ τὸν κοινὸν καὶ θεῖον. τίς δ΄ ἐστὶν οὗτος͵ συντόμως ὑποδεικτέον. ἀρέσκει γὰρ τῷ φυσικῷ τὸ περιέχον ἡμᾶς λογικόν τε ὂν καὶ φρενῆρες. ἐμφαίνει δὲ τὸ τοιοῦτο πολὺ πρόσθεν Ὅμηρος εἰπών· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων͵ οἷον ἐπ΄ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ Ἀρχίλοχος δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν ὁποίην Ζεὺς ἐφ΄ ἡμέρην ἄγει. εἴρηται δὲ καὶ τῷ Εὐριπίδῃ τὸ αὐτό· ὅστις ποτ΄ εἶ σὺ δυστόπαστος εἰσιδεῖν Ζεύς͵ εἴτ΄ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν͵ ἐπευξάμην σε. τοῦτον οὖν τὸν θεῖον λόγον καθ΄ Ἡράκλειτον δι΄ ἀναπνοῆς σπάσαντες νοεροὶ γινόμεθα͵ καὶ ἐν μὲν ὕπνοις ληθαῖοι͵ κατὰ δὲ ἔγερσιν πάλιν ἔμφρονες. ἐν γὰρ τοῖς ὕπνοις μυσάντων τῶν αἰσθητικῶν πόρων χωρίζεται τῆς πρὸς τὸ περιέχον συμφυΐας ὁ ἐν ἡμῖν νοῦς͵ μόνης τῆς κατὰ ἀναπνοὴν προσφύσεως σῳζομένης οἱονεί τινος ῥίζης͵ χωρισθείς τε ἀποβάλλει ἣν πρότερον εἶχε μνημονικὴν δύναμιν· ἐν δὲ ἐγρηγόρσει πάλιν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ διά τινων θυρίδων προκύψας καὶ τῷ περιέχοντι συμβαλὼν λογικὴν ἐνδύεται δύναμιν. ὅνπερ οὖν τρόπον οἱ ἄνθρακες πλησιάσαντες τῷ πυρὶ κατ΄ ἀλλοίωσιν διάπυροι γίνονται͵ χωρισθέντες δὲ σβέννυνται͵ οὕτω καὶ ἡ ἐπιξενωθεῖσα τοῖς ἡμετέροις σώμασιν ἀπὸ τοῦ περιέχοντος μοῖρα κατὰ μὲν τὸν χωρισμὸν σχεδὸν ἄλογος γίνεται͵ κατὰ δὲ τὴν διὰ τῶν πλείστων πόρων σύμφυσιν ὁμοιοειδὴς τῷ ὅλῳ καθίσταται. τοῦτον δὴ τὸν κοινὸν λόγον καὶ θεῖον͵ καὶ οὗ κατὰ μετοχὴν γινόμεθα λογικοί͵ κριτήριον ἀληθείας φησὶν ὁ Ἡράκλειτος. ὅθεν τὸ μὲν κοινῇ πᾶσι φαινόμενον͵ τοῦτ΄ εἶναι πιστόν (τῷ κοινῷ γὰρ καὶ θείῳ λόγῳ λαμβάνεται)͵ τὸ δέ τινι μόνῳ προσπίπτον ἄπιστον ὑπάρχειν διὰ τὴν ἐναντίαν αἰτίαν. ἐναρχόμενος γοῦν τῶν Περὶ φύσεως ὁ προειρημένος ἀνήρ͵ καὶ τρόπον τινὰ δεικνὺς τὸ περιέχον͵ φησί· λόγου τοῦδε ἐόντος ἀξύνετοι γίνονται ἄνθρωποι͵ καὶ πρόσθεν ἢ ἀκοῦσαι͵ καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι͵ πειρώμενοι ἐπέων καὶ ἔργων τοιούτων͵ ὁκοίων ἐγὼ διηγεῦμαι͵ κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν͵ ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται. διὰ τούτων γὰρ ῥητῶς παραστήσας͵ ὅτι κατὰ μετοχὴν τοῦ θείου λόγου πάντα πράττομέν τε καὶ νοοῦμεν͵ ὀλίγα προ διελθὼν ἐπιφέρει διὸ δεῖ ἕπεσθαι τῷ ξυνῷ͵ τουτέστι τῷ κοινῷ· (ξυνὸς γὰρ ὁ κοινός). τοῦ λόγου δ΄ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν. ἡ δ΄ ἔστιν οὐκ ἄλλο τι ἀλλ΄ ἐξήγησις τοῦ τρόπου τῆς τοῦ παντὸς διοικήσεως. διὸ καθ΄ ὅτι ἂν αὐτοῦ τῆς μνήμης κοινωνήσωμεν͵ ἀληθεύομεν͵ ἃ δὲ ἂν ἰδιάσωμεν͵ ψευδόμεθα. νῦν γὰρ ῥητότατα καὶ ἐν τούτοις τὸν κοινὸν λόγον κριτήριον ἀποφαίνεται͵ καὶ τὰ μὲν κοινῇ φησι φαινόμενα πιστὰ ὡς ἂν τῷ κοινῷ κρινόμενα λόγῳ͵ τὰ δὲ κατ΄ ἰδίαν ἑκάστῳ ψευδῆ. Τοιόσδε μὲν καὶ ὁ Ἡράκλειτος· Δημόκριτος δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ΄ ἀλήθειαν͵ ἀλλὰ μόνον κατὰ δόξαν͵ ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· νόμῳ γάρ φησι γλυκὺ καὶ νόμῳ πικρόν͵ νόμῳ θερμόν͵ νόμῳ ψυχρόν͵ νόμῳ χροιή· ἐτεῇ δὲ ἄτομα καὶ κενόν. (ὅπερ ἔστι· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά͵ οὐκ ἔστι δὲ κατ΄ ἀλήθειαν ταῦτα͵ ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν). ἐν δὲ τοῖς Κρατυντηρίοις͵ καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι͵ οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν͵ μεταπίπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων.