Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 6η συνέχεια


Ρόδιοι γοῦν͵ ὡς φασίν͵ ἐπύθοντο Χάρητος τοῦ ἀρχιτέκτονος πόσον δαπανηθήσεται χρῆμα πρὸς κατασκευὴν τοῦ κολοσσοῦ. ὁρίσαντος δὲ αὐτοῦ τι͵ πάλιν ἐπηρώτων πόσον δέ͵ εἰ θέλοιεν διπλασίονα κατὰ μέγεθος αὐτὸν κατασκευάσαι. τοῦ δὲ τὸ διπλάσιον αἰτήσαντος οἱ μὲν ἔδοσαν͵ ὁ δ΄ εἰς τὰς ἀρχὰς καὶ τὰ προκεντήματα δαπανήσας τὸ δοθὲν ἑαυτὸν ἀνεῖλεν. θανόντος δὲ αὐτοῦ συνεῖδον οἱ τεχνῖται ὡς οὐ διπλάσιον ἐχρῆν ἀλλ΄ ὀκταπλάσιον αἰτῆσαι· οὐ γὰρ μῆκος μόνον ἀλλὰ καὶ πᾶσαν διάστασιν ὤφειλε μεγεθοποιεῖν τοῦ δημιουργήματος. ὥστε ἀναλογία τις ἔστιν ἐν πλαστικῇ͵ ὁμοίως δὲ καὶ ἐν ζωγραφίᾳ͵ δι΄ ἣν ὁμοιότης κατ΄ ἀπαραλλαξίαν κατορθοῦται. κοινῷ τε λόγῳ πᾶσα τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων͵ τὸ δὲ σύστημα ἀριθμός. τοίνυν ὑγιὲς τὸ ἀριθμῷ δέ τε πάντ΄ ἐπέοικεν͵ τουτέστι τῷ κρίνοντι λόγῳ καὶ ὁμοιογενεῖ τοῖς τὰ πάντα συνεστακόσιν ἀριθμοῖς. Ταῦτα μὲν οἱ Πυθαγορικοί· Ξενοφάνης δὲ κατὰ τοὺς ὡς ἑτέρως αὐτὸν ἐξηγουμένους͵ ὅταν λέγῃ καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν͵ οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών͵ αὐτὸς ὅμως οὐκ οἶδε͵ δόκος δ΄ ἐπὶ πᾶσι τέτυκται͵ φαίνεται μὴ πᾶσαν κατάληψιν ἀναιρεῖν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἀδιάπτωτον͵ ἀπολείπειν δὲ τὴν δοξαστήν· τοῦτο γὰρ ἐμφαίνει τὸ δόκος δ΄ ἐπὶ πᾶσι τέτυκται. ὥστε κριτήριον γίνεσθαι κατὰ τοῦτον τὸν δοξαστὸν λόγον͵ τουτέστι τὸν τοῦ εἰκότος ἀλλὰ μὴ τὸν τοῦ παγίου ἐχόμενον. ὁ δὲ γνώριμος αὐτοῦ Παρμενίδης τοῦ μὲν δοξαστοῦ λόγου κατέγνω͵ φημὶ δὲ τοῦ ἀσθενεῖς ἔχοντος ὑπολήψεις͵ τὸν δ΄ ἐπιστημονικόν͵ τουτέστι τὸν ἀδιάπτωτον͵ ὑπέθετο κριτήριον͵ ἀποστὰς καὶ αὐτὸς τῆς τῶν αἰσθήσεων πίστεως. ἐναρχόμενος γοῦν τοῦ Περὶ φύσεως γράφει τοῦτον τὸν τρόπον· ἵπποι ταί με φέρουσιν͵ ὅσον τ΄ ἐπὶ θυμὸς ἱκάνοι͵ πέμπον͵ ἐπεί μ΄ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι δαίμονος͵ ἣ κατὰ πάντ΄ ἄστη φέρει εἰδότα φῶτα· τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι ἅρμα τιταίνουσαι͵ κοῦραι δ΄ ὁδὸν ἡγεμόνευον. ἄξων δ΄ ἐν χνοίῃσιν ἵει σύριγγος αὐτήν αἰθόμενος (δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν κύκλοις ἀμφοτέρωθεν)͵ ὅτε σπερχοίατο πέμπειν Ἡλιάδες κοῦραι͵ προλιποῦσαι δώματα Νυκτός͵ εἰς φάος͵ ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας. ἔνθα πύλαι Νυκτός τε καὶ ῎Ηματός εἰσι κελεύθων͵ καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός· αὐταὶ δ΄ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις· τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς. τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν πεῖσαν ἐπιφραδέως͵ ὥς σφιν βαλανωτὸν ὀχῆα ἀπτερέως ὤσειε πυλέων ἄπο. ταὶ δὲ θυρέτρων χάσμ΄ ἀχανὲς ποίησαν ἀναπτάμεναι͵ πολυχάλκους ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι͵ γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι΄ αὐτέων ἰθὺς ἔχον κοῦραι κατ΄ ἀμαξιτὸν ἅρμα καὶ ἵππους. καί με θεὰ πρόφρων ὑπεδέξατο͵ χεῖρα δὲ χειρί δεξιτερὴν ἕλεν͵ ὧδε δ΄ ἔπος φάτο καί με προσηύδα· ὦ κοῦρ΄ ἀθανάτοισι συνάορος ἡνιόχοισιν͵ ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ͵ χαῖρ΄͵ ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι τήνδ΄ ὁδόν (ἦ γὰρ ἀπ΄ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν)͵ ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας͵ ταῖς οὐκ ἔνι πίστις ἀληθής.
ἀλλὰ σὺ τῆσδ΄ ἀφ΄ ὁδοῦ διζήσιος εἶργε νόημα͵ μηδέ σ΄ ἔθος πολύπειρον ὁδὸν κάτα τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν καὶ γλῶσσαν͵ κρῖναι δὲ λόγῳ πολύπειρον ἔλεγχον ἐξ ἐμέθεν ῥηθέντα. μόνος δ΄ ἔτι θυμὸς ὁδοῖο λείπεται. ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μέν φησιν αὐτὸν φέρειν τὰς ἀλόγους τῆς ψυχῆς ὁρμάς τε καὶ ὀρέξεις͵ κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν͵ ὃς λόγος προπομποῦ δαίμονος τρόπον ἐπὶ τὴν ἁπάντων ὁδηγεῖ γνῶσιν. κούρας δ΄ αὐτοῦ προάγειν τὰς αἰσθήσεις͵ ὧν τὰς μὲν ἀκοὰς αἰνίττεται ἐν τῷ λέγειν δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσι κύκλοις͵ τουτέστι τοῖς τῶν ὤτων͵ τὴν φωνὴν δι΄ ὧν καταδέχονται͵ τὰς δὲ ὁράσεις Ἡλιάδας κούρας κέκληκε͵ δώματα μὲν Νυκτὸς ἀπολιπούσας͵ ἐς φάος δὲ ὠσαμένας διὰ τὸ μὴ χωρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν πολύποινον ἐλθεῖν Δίκην καὶ ἔχουσαν κληῖδας ἀμοιβούς͵ τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν πραγμάτων καταλήψεις. ἥτις αὐτὸν ὑποδεξαμένη ἐπαγγέλλεται δύο ταῦτα διδάξειν͵ ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ͵ ὅπερ ἐστὶ τὸ τῆς ἐπιστήμης ἀμετακίνητον βῆμα͵ ἕτερον δὲ βροτῶν δόξας͵ ταῖς οὐκ ἔνι πίστις ἀληθής͵ τουτέστι τὸ ἐν δόξῃ κείμενον πᾶν͵ ὅτι ἦν ἀβέβαιον. καὶ ἐπὶ τέλει προσδιασαφεῖ τὸ μὴ δεῖν ταῖς αἰσθήσεσι προσέχειν ἀλλὰ τῷ λόγῳ· μὴ γάρ σε͵ φησίν͵ ἔθος πολύπειρον ὁδὸν κάτα τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουὴν καὶ γλῶσσαν͵ κρῖναι δὲ λόγῳ πολύπειρον ἔλεγχον ἐξ ἐμέθεν ῥηθέντα. Ἀλλ΄ οὗτος μὲν καὶ αὐτός͵ ὡς ἐκ τῶν εἰρημένων συμφανές͵ τὸν ἐπιστημονικὸν λόγον κανόνα τῆς ἐν τοῖς οὖσιν ἀληθείας ἀναγορεύσας ἀπέστη τῆς τῶν αἰσθήσεων ἐπιστάσεως· Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος κατὰ μὲν τοὺς ἁπλούστερον δοκοῦντας αὐτὸν ἐξηγεῖσθαι ἓξ κριτήρια τῆς ἀληθείας παραδίδωσιν. δύο γὰρ δραστηρίους τῶν ὅλων ἀρχὰς ὑποθέμενος͵ φιλίαν καὶ νεῖκος͵ ἅμα τε τῶν τεσσάρων μνησθεὶς ὡς ὑλικῶν͵ γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός͵ πάντων ταῦτα ἔφη κριτήρια τυγχάνειν. παλαιὰ γάρ τις͵ ὡς προεῖπον͵ ἄνωθεν παρὰ τοῖς φυσικοῖς κυλίεται δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά· καὶ ταύτης ἔδοξε μὲν καὶ Δημόκριτος κεκομικέναι τὴν παραμυθίαν͵ ἔδοξε δὲ καὶ Πλάτων αὐτῆς ἐν τῷ Τιμαίῳ παρεψαυκέναι. ἀλλ΄ ὁ μὲν Δημόκριτος ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. καὶ γὰρ ζῷα͵ φησίν͵ ὁμογενέσι ζῴοις συναγελάζεται͵ ὡς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις͵ καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων͵ καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν͵ ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται͵ αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν͵ ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος. ἀλλ΄ ὁ μὲν Δημόκριτος οὕτως͵ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ πρὸς παράστασιν τοῦ ἀσώματον εἶναι τὴν ψυχὴν τῷ αὐτῷ γένει τῆς ἀποδείξεως κέχρηται. εἰ γὰρ ἡ μὲν ὅρασις͵ φησί͵ φωτὸς ἀντιλαμβανομένη εὐθύς ἐστι φωτοειδής͵ ἡ δὲ ἀκοὴ ἀέρα πεπληγμένον κρίνουσα͵ ὅπερ ἐστὶ τὴν φωνήν͵ εὐθὺς ἀεροειδὴς θεωρεῖται͵ ἡ δὲ ὄσφρησις ἀτμοὺς γνωρίζουσα πάντως ἐστὶν ἀτμοειδὴς καὶ ἡ γεῦσις χυλοὺς χυλοειδής͵ κατ΄ ἀνάγκην καὶ ἡ ψυχὴ τὰς ἀσωμάτους ἰδέας λαμβάνουσα͵ καθάπερ τὰς ἐν ἀριθμοῖς καὶ τὰς ἐν τοῖς πέρασι τῶν σωμάτων͵ γίνεταί τις ἀσώματος. τοιαύτης δ΄ οὔσης παρὰ τοῖς προγενεστέροις δόξης͵ ἔοικε καὶ ὁ Ἐμπεδοκλῆς ταύτῃ συμπεριφέρεσθαι͵ ἕξ τε οὐσῶν τῶν τὰ πάντα συνεστακυιῶν ἀρχῶν λέγειν ἰσάριθμα ταύταις ὑπάρχειν τὰ κριτήρια͵ δι΄ ὧν γέγραφε γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν͵ ὕδατι δ΄ ὕδωρ͵ αἰθέρι δ΄ αἰθέρα δῖον͵ ἀτὰρ πυρὶ πῦρ ἀίδηλον͵ στοργὴν δὲ στοργῇ͵ νεῖκος δέ τε νείκεϊ λυγρῷ͵ ἐμφαίνων ὡς γῆν μὲν καταλαμβανόμεθα μετουσίᾳ γῆς͵ ὕδωρ δὲ κατὰ μετοχὴν ὕδατος͵ ἀέρα δὲ μετουσίᾳ τοῦ ἀέρος͵ καὶ ἐπὶ πυρὸς τὸ ἀνάλογον. ἄλλοι δὲ ἦσαν οἱ λέγοντες κατὰ τὸν Ἐμπεδοκλέα κριτήριον εἶναι τῆς ἀληθείας οὐ τὰς αἰσθήσεις ἀλλὰ τὸν ὀρθὸν λόγον͵ τοῦ δὲ ὀρθοῦ λόγου τὸν μέν τινα θεῖον ὑπάρχειν τὸν δὲ ἀνθρώπινον· ὧν τὸν μὲν θεῖον ἀνέξοιστον εἶναι͵ τὸν δὲ ἀνθρώπινον ἐξοιστόν. λέγει δὲ περὶ μὲν τοῦ μὴ ἐν ταῖς αἰσθήσεσι τὴν κρίσιν τἀληθοῦς ὑπάρχειν οὕτως· στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται͵ πολλὰ δὲ δείλ΄ ἔμπαια͵ τά τ΄ ἀμβλύνουσι μερίμνας. παῦρον δὲ ζωῆς ἰδίου μέρος ἀθρήσαντες ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν αὐτὸ μόνον πεισθέντες͵ ὅτῳ προσέκυρσεν ἕκαστος πάντοσ΄ ἐλαυνόμενοι͵ τὸ δ΄ ὅλον πᾶς εὔχεται εὑρεῖν.