Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 9η συνέχεια


οἷον προσβλέψαντές τινι͵ φησὶν ὁ Ἀντίοχος͵ διατιθέμεθά πως τὴν ὄψιν͵ καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὡς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν· κατὰ μέντοι τὴν τοιαύτην ἀλλοίωσιν δυεῖν ἀντιλαμβανόμεθα͵ ἑνὸς μὲν αὐτῆς τῆς ἀλλοιώσεως͵ τουτέστι τῆς φαντασίας͵ δευτέρου δὲ τοῦ τὴν ἀλλοίωσιν ἐμποιήσαντος͵ τουτέστι τοῦ ὁρατοῦ. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. ὥσπερ οὖν τὸ φῶς ἑαυτό τε δείκνυσι καὶ πάντα τὰ ἐν αὐτῷ͵ οὕτω καὶ ἡ φαντασία͵ ἀρχηγὸς οὖσα τῆς περὶ τὸ ζῷον εἰδήσεως͵ φωτὸς δίκην ἑαυτήν τε ἐμφανίζειν ὀφείλει καὶ τοῦ ποιήσαντος αὐτὴν ἐναργοῦς ἐνδεικτικὴ καθεστάναι. ἀλλ΄ ἐπεὶ οὐ τὸ κατ΄ ἀλήθειαν ἀεί ποτε ἐνδείκνυται͵ πολλάκις δὲ διαψεύδεται καὶ διαφωνεῖ τοῖς ἀναπέμψασιν αὐτὴν πράγμασιν ὡς οἱ μοχθηροὶ τῶν ἀγγέλων͵ κατ΄ ἀνάγκην ἠκολούθησε τὸ μὴ πᾶσαν φαντασίαν δύνασθαι κριτήριον ἀπολείπειν ἀληθείας͵ ἀλλὰ μόνην͵ εἰ καὶ ἄρα͵ τὴν ἀληθῆ. πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἵα οὐκ ἂν γένοιτο ψευδής͵ ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής͵ γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική͵ μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται. μηδεμιᾶς δὲ οὔσης φαντασίας κριτικῆς οὐδὲ λόγος ἂν εἴη κριτήριον· ἀπὸ φαντασίας γὰρ οὗτος ἀνάγεται. καὶ εἰκότως· πρῶτον μὲν γὰρ δεῖ φανῆναι αὐτῷ τὸ κρινόμενον͵ φανῆναι δὲ οὐδὲν δύναται χωρὶς τῆς ἀλόγου αἰσθήσεως. οὔτε οὖν ἡ ἄλογος αἴσθησις οὔτε ὁ λόγος ἦν κριτήριον. Ταῦτα μὲν ἀντιπαρεξάγων τοῖς ἄλλοις φιλοσόφοις ὁ Καρνεάδης εἰς τὴν ἀνυπαρξίαν τοῦ κριτηρίου διεξήρχετο· ἀπαιτούμενος δὲ καὶ αὐτός τι κριτήριον πρός τε τὴν τοῦ βίου διεξαγωγὴν καὶ πρὸς τὴν τῆς εὐδαιμονίας περίκτησιν͵ δυνάμει ἐπαναγκάζεται καὶ καθ΄ αὑτὸν περὶ τούτου διατάττεσθαι͵ προσλαμβάνων τήν τε πιθανὴν φαντασίαν καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον καὶ διεξωδευμένην. τίς δέ ἐστιν ἡ τούτων διαφορά͵ συντόμως ὑποδεικτέον. ἡ τοίνυν φαντασία τινὸς φαντασία ἐστίν͵ οἷον τοῦ τε ἀφ΄ οὗ γίνεται καὶ τοῦ ἐν ᾧ γίνεται͵ καὶ τοῦ ἀφ΄ οὗ μὲν γίνεται ὡς τοῦ ἐκτὸς ὑποκειμένου αἰσθητοῦ͵ τοῦ ἐν ᾧ δὲ γίνεται καθάπερ ἀνθρώπου. τοιαύτη δὲ οὖσα δύο ἂν ἔχοι σχέσεις͵ μίαν μὲν ὡς πρὸς τὸ φανταστόν͵ δευτέραν δὲ ὡς πρὸς τὸν φαντασιούμενον. κατὰ μὲν οὖν τὴν πρὸς τὸ φανταστὸν σχέσιν ἢ ἀληθὴς γίνεται ἢ ψευδής͵ καὶ ἀληθὴς μὲν ὅταν σύμφωνος ᾖ τῷ φανταστῷ͵ ψευδὴς δὲ ὅταν διάφωνος. κατὰ δὲ τὴν πρὸς τὸν φαντασιούμενον σχέσιν ἡ μέν ἐστι φαινομένη ἀληθὴς ἡ δὲ οὐ φαινομένη ἀληθής͵ ὧν ἡ μὲν φαινομένη ἀληθὴς ἔμφασις καλεῖται παρὰ τοῖς Ἀκαδημαϊκοῖς καὶ πιθανότης καὶ πιθανὴ φαντασία͵ ἡ δ΄ οὐ φαινομένη ἀληθὴς ἀπέμφασίς τε προσαγορεύεται καὶ ἀπειθὴς καὶ ἀπίθανος φαντασία· οὔτε γὰρ τὸ αὐτόθεν φαινόμενον ψευδὲς οὔτε τὸ ἀληθὲς μέν͵ μὴ φαινόμενον δὲ ἡμῖν πείθειν ἡμᾶς πέφυκεν. τούτων δὲ τῶν φαντασιῶν ἡ μὲν φανερῶς ψευδὴς καὶ μὴ φαινομένη ἀληθὴς παραγράψιμός ἐστι καὶ οὐ κριτήριον͵ ἐάν τε .... ἀπὸ ὑπάρχοντος μέν͵ διαφώνως δὲ τῷ ὑπάρχοντι καὶ μὴ κατ΄ αὐτὸ τὸ ὑπάρχον͵ ὁποία ἦν ἡ ἀπὸ Ἠλέκτρας προσπεσοῦσα τῷ Ὀρέστῃ͵ μίαν τῶν Ἐρινύων αὐτὴν δοξάζοντι καὶ κεκραγότι μέθες· μί΄ οὖσα τῶν ἐμῶν Ἐρινύων.
τῆς δὲ φαινομένης ἀληθοῦς ἡ μέν τίς ἐστιν ἀμυδρά͵ ὡς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως τι λαμβανόντων͵ ἡ δέ τις ἦν σὺν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν ἀληθῆ. ὧν πάλιν ἡ μὲν ἀμυδρὰ καὶ ἔκλυτος φαντασία οὐκ ἂν εἴη κριτήριον· τῷ γὰρ μήτε αὑτὴν μήτε τὸ ποιῆσαν αὐτὴν τρανῶς ἐνδείκνυσθαι οὐ πέφυκεν ἡμᾶς πείθειν οὐδ΄ εἰς συγκατάθεσιν ἐπισπᾶσθαι. ἡ δὲ φαινομένη ἀληθὴς καὶ ἱκανῶς ἐμφαινομένη κριτήριόν ἐστι τῆς ἀληθείας κατὰ τοὺς περὶ τὸν Καρνεάδην. κριτήριον δὲ οὖσα πλάτος εἶχεν ἱκανόν͵ καὶ ἐπιτεινομένης αὐτῆς ἄλλη ἄλλης ἐν εἴδει πιθανωτέραν τε καὶ πληκτικωτέραν ἴσχει φαντασίαν. τὸ δὲ πιθανὸν ὡς πρὸς τὸ παρὸν λέγεται τριχῶς͵ καθ΄ ἕνα μὲν τρόπον τὸ ἀληθές τε ὂν καὶ φαινόμενον ἀληθές͵ καθ΄ ἕτερον δὲ τὸ ψευδὲς μὲν καθεστὼς φαινόμενον δὲ ἀληθές͵ κατὰ δὲ τρίτον τὸ [ἀληθὲς] κοινὸν ἀμφοτέρων. ὅθεν τὸ κριτήριον ἔσται μὲν ἡ φαινομένη ἀληθὴς φαντασία͵ ἣν καὶ πιθανὴν προσηγόρευον οἱ ἀπὸ τῆς Ἀκαδημίας͵ ἐμπίπτει δὲ ἔσθ΄ ὅτε καὶ ψευδής͵ ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν͵ λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές͵ ἀπιστητέον ἐστὶ τῇ ὡς ἐπὶ τὸ πολὺ ἀληθευούσῃ· τῷ γὰρ ὡς ἐπὶ τὸ πολὺ τάς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν. Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον· ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλ΄ ἁλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται͵ δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. οἷον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός͵ τῶν μὲν περὶ αὐτὸν ὡς χρόας μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως͵ τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων͵ τῶν ἄλλων ἁπάντων. ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμᾶς τῷ φαίνεσθαι ψευδής͵ ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς͵ μᾶλλον πιστεύομεν. ὅτι γὰρ οὗτός ἐστι Σωκράτης͵ πιστεύομεν ἐκ τοῦ πάντα αὐτῷ προσεῖναι τὰ εἰωθότα͵ χρῶμα μέγεθος σχῆμα διάληψιν τρίβωνα͵ τὸ ἐνθάδε εἶναι ὅπου οὐθείς ἐστιν αὐτῷ ἀπαράλλακτος. καὶ ὃν τρόπον τινὲς τῶν ἰατρῶν τὸν κατ΄ ἀλήθειαν πυρέσσοντα οὐκ ἐξ ἑνὸς λαμβάνουσι συμπτώματος͵ καθάπερ σφυγμοῦ σφοδρότητος ἢ δαψιλοῦς θερμασίας͵ ἀλλ΄ ἐκ συνδρομῆς͵ οἷον θερμασίας ἅμα καὶ σφυγμοῦ καὶ ἑλκώδους ἁφῆς καὶ ἐρυθήματος καὶ δίψους καὶ τῶν ἀνάλογον͵ οὕτω καὶ ὁ Ἀκαδημαϊκὸς τῇ συνδρομῇ τῶν φαντασιῶν ποιεῖται τὴν κρίσιν τῆς ἀληθείας͵ μηδεμιᾶς τε τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν περισπώσης αὐτὸν ὡς ψευδοῦς λέγει ἀληθὲς εἶναι τὸ προσπίπτον. καὶ ὅτι ἡ ἀπερίσπαστός ἐστι συνδρομὴ τοῦ πίστιν ἐμποιεῖν͵ φανερὸν ἀπὸ Μενελάου· καταλιπὼν γὰρ ἐν τῇ νηὶ τὸ εἴδωλον τῆς Ἑλένης͵ ὅπερ ἀπὸ Τροίας ἐπήγετο ὡς Ἑλένην͵ καὶ ἐπιβὰς τῆς Φάρου νήσου ὁρᾷ τὴν ἀληθῆ Ἑλένην͵ σπῶν τε ἀπ΄ αὐτῆς ἀληθῆ φαντασίαν ὅμως οὐ πιστεύει τῇ τοιαύτῃ φαντασίᾳ διὰ τὸ ὑπ΄ ἄλλης περισπᾶσθαι͵ καθ΄ ἣν ᾔδει ἀπολελοιπὼς ἐν τῇ νηὶ τὴν Ἑλένην. τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία· ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι. Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν͵ ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν. τίς δέ ἐστι καὶ ὁ ταύτης χαρακτήρ͵ παρακειμένως ὑποδεικτέον. ἐπὶ μὲν γὰρ τῆς ἀπερισπάστου ψιλὸν ζητεῖται τὸ μηδε μίαν τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν ὡς ψευδῆ ἡμᾶς περισπᾶν͵ πάσας δὲ εἶναι ἀληθεῖς τε καὶ φαινομένας καὶ μὴ ἀπιθάνους· ἐπὶ δὲ τῆς κατὰ τὴν περιωδευμένην συνδρομῆς ἑκάστην τῶν ἐν τῇ συνδρομῇ ἐπιστατικῶς δοκιμάζομεν͵ ὁποῖόν τι γίνεται καὶ ἐν ταῖς ἐκκλησίαις͵ ὅταν ὁ δῆμος ἕκαστον τῶν μελλόντων ἄρχειν ἢ δικάζειν ἐξετάζῃ εἰ ἄξιός ἐστι τοῦ πιστευθῆναι τὴν ἀρχὴν ἢ τὴν κρίσιν. οἷον ὄντων κατὰ τὸν τῆς κρίσεως τόπον τοῦ τε κρίνοντος καὶ τοῦ κρινομένου καὶ τοῦ δι΄ οὗ ἡ κρίσις͵ ἀποστήματός τε καὶ διαστήματος͵ τόπου χρόνου τρόπου διαθέσεως ἐνεργείας͵ ἕκαστον τῶν τοιούτων ὁποῖόν ἐστι φυλοκρινοῦμεν͵ τὸ μὲν κρῖνον͵ μὴ ἡ ὄψις ἤμβλυται (τοιαύτη γὰρ οὖσα ἄθετός ἐστι πρὸς τὴν κρίσιν)͵ τὸ δὲ κρινόμενον͵ μὴ μικρὸν ἄγαν καθέστηκε͵ τὸ δὲ δι΄ οὗ ἡ κρίσις͵ μὴ ὁ ἀὴρ ζοφερὸς ὑπάρχει͵ τὸ δὲ ἀπόστημα͵ μὴ μέγα λίαν ὑπόκειται͵ τὸ δὲ διάστημα͵ μὴ συγκέχυται͵ τὸν δὲ τόπον͵ μὴ ἀχανής ἐστι͵ τὸν δὲ χρόνον͵ μὴ ταχύς ἐστι͵ τὴν δὲ διάθεσιν͵ μὴ μανιώδης θεωρεῖται͵ τὴν δὲ ἐνέργειαν͵ μὴ ἀπρόσδεκτός ἐστιν. ταῦτα γὰρ πάντα καθ΄ ἓν γίνεται κριτήριον͵ ἥ τε πιθανὴ φαντασία καὶ ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος͵ πρὸς δὲ τούτοις ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος καὶ διεξωδευμένη. παρ΄ ἣν αἰτίαν ὃν τρόπον ἐν τῷ βίῳ͵ ὅταν μὲν περὶ μικροῦ πράγματος ζητῶμεν͵ ἕνα μάρτυρα ἀνακρίνομεν͵ ὅταν δὲ περὶ μείζονος͵ πλείονας͵ ὅταν δ΄ ἔτι μᾶλλον περὶ ἀναγκαιοτέρου͵ καὶ ἕκαστον τῶν μαρτυρούντων ἐξετάζομεν ἐκ τῆς τῶν ἄλλων ἀνθομολογήσεως͵ οὕτως͵ φασὶν οἱ περὶ τὸν Καρνεάδην͵ ἐν μὲν τοῖς τυχοῦσι πράγμασι τῇ πιθανῇ μόνον φαντασίᾳ κριτηρίῳ χρώμεθα͵ ἐν δὲ τοῖς διαφέρουσι τῇ ἀπερισπάστῳ͵ ἐν δὲ τοῖς πρὸς εὐδαιμονίαν συντείνουσι τῇ περιωδευμένῃ. οὐ μὴν ἀλλ΄ ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν͵ οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφ΄ ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις πρὸς ἀκριβῆ τοῦ πράγματος ἀναθεώρησιν. οἷον διώκεταί τις ὑπὸ πολεμίων͵ καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὡς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων· εἶθ΄ ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον͵ ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι͵ πρὶν ἀκριβῶς ἐπιστῆσαι͵ πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς. τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφ΄ ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἷον ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο͵ τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές͵ καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν͵ ὅμως δὲ λογιζόμενος ὅτι καὶ ὄφεις ποτὲ ἀκινητοῦσι χειμερινῷ κρύει παγέντες͵ βακτηρίᾳ καθικνεῖται τοῦ σπειράματος͵ καὶ τότε οὕτως ἐκπεριοδεύσας τὴν προσπίπτουσαν φαντασίαν συγκατατίθεται τῷ ψεῦδος εἶναι τὸ ὄφιν ὑπάρχειν τὸ φαντασθὲν αὐτῷ σῶμα. καὶ πάλιν͵ ὡς προεῖπον͵ ὁρῶντές τι περιφανῶς συγκατατιθέμεθα ὅτι τοῦτο ἀληθές ἐστι͵ προδιεξοδεύσαντες ὅτι ἀρτίους μὲν ἔχομεν τὰς αἰσθήσεις͵ ὕπαρ δὲ καὶ οὐ καθ΄ ὕπνους βλέπομεν͵ συμπάρεστι δὲ καὶ διαυγὴς ἀὴρ καὶ ἀπόστημα σύμμετρον καὶ ἀκινησία τοῦ προσπίπτοντος͵ ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν͵ χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων.