Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 10η συνέχεια


ὁ δ΄ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου· προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀντιπεριέλκειν δυνάμενον͵ ὡς ἐπὶ Μενελάου προείρηται.

Ἀλλὰ καὶ τῆς Ἀκαδημαϊκῆς ἱστορίας ἄνωθεν ἀπὸ Πλάτωνος ἀποδοθείσης͵ οὐκ ἔστιν ἀλλότριόν που καὶ τὴν τῶν Κυρηναϊκῶν στάσιν ἐπελθεῖν· δοκεῖ γὰρ καὶ τῶν ἀνδρῶν τούτων ἡ αἵρεσις ἀπὸ τῆς Σωκράτους ἀνεσχηκέναι διατριβῆς͵ ἀφ΄ ἧσπερ ἀνέσχε καὶ ἡ τῶν περὶ Πλάτωνα διαδοχή. φασὶν οὖν οἱ Κυρηναϊκοὶ κριτήρια εἶναι τὰ πάθη καὶ μόνα καταλαμβάνεσθαι καὶ ἀδιάψευστα τυγχάνειν͵ τῶν δὲ πεποιηκότων τὰ πάθη μηδὲν εἶναι καταληπτὸν μηδὲ ἀδιάψευστον. ὅτι μὲν γὰρ λευκαινόμεθα͵ φασί͵ καὶ γλυκαζόμεθα͵ δυνατὸν λέγειν ἀδιαψεύστως καὶ ἀληθῶς καὶ βεβαίως καὶ ἀνεξελέγκτως· ὅτι δὲ τὸ ἐμποιητικὸν τοῦ πάθους λευκόν ἐστιν ἢ γλυκύ ἐστιν͵ οὐχ οἷόν τ΄ ἀποφαίνεσθαι. εἰκὸς γάρ ἐστι καὶ ὑπὸ μὴ λευκοῦ τινα λευκαντικῶς διατεθῆναι καὶ ὑπὸ μὴ γλυκέος γλυκανθῆναι. καθὰ γὰρ ὁ μὲν σκοτωθεὶς

καὶ ἰκτεριῶν ὠχραντικῶς ὑπὸ πάντων κινεῖται͵ ὁ δὲ ὀφθαλμιῶν ἐρυθαίνεται͵ ὁ δὲ παραπιέσας τὸν ὀφθαλμὸν ὡς ὑπὸ δυεῖν κινεῖται͵ ὁ δὲ μεμηνὼς δισσὰς ὁρᾷ τὰς Θήβας καὶ δισσὸν φαντάζεται τὸν ἥλιον͵ ἐπὶ πάντων δὲ τούτων τὸ μὲν ὅτι τόδε τι πάσχουσιν͵ οἷον ὠχραίνονται ἢ ἐρυθαίνονται ἢ δυάζονται͵ ἀληθές͵ τὸ δὲ ὅτι ὠχρόν ἐστι τὸ κινοῦν αὐτοὺς ἢ ἐνερευθὲς ἢ διπλοῦν ψεῦδος εἶναι νενόμισται͵ οὕτω καὶ ἡμᾶς εὐλογώτατόν ἐστι πλέον τῶν οἰκείων παθῶν μηδὲν λαμβάνειν δύνασθαι. ὅθεν ἤτοι τὰ πάθη φαινόμενα θετέον ἢ τὰ ποιητικὰ τῶν παθῶν. καὶ εἰ μὲν τὰ πάθη φαμὲν εἶναι φαινόμενα͵ πάντα τὰ φαινόμενα λεκτέον ἀληθῆ καὶ καταληπτά· εἰ δὲ τὰ ποιητικὰ τῶν παθῶν προσαγορεύομεν φαινόμενα͵ πάντα ἐστὶ τὰ φαινόμενα ψευδῆ καὶ πάντα ἀκατάληπτα. τὸ γὰρ περὶ ἡμᾶς συμβαῖνον πάθος ἑαυτοῦ πλέον οὐδὲν ἡμῖν ἐνδείκνυται. ἔνθεν καὶ (εἰ χρὴ τἀληθὲς λέγειν) μόνον τὸ πάθος ἡμῖν ἐστι φαινόμενον· τὸ δ΄ ἐκτὸς καὶ τοῦ πάθους ποιητικὸν τάχα μέν ἐστιν ὄν͵ οὐ φαινόμενον δὲ ἡμῖν. καὶ ταύτῃ περὶ μὲν τὰ πάθη τά γε οἰκεῖα πάντες ἐσμὲν ἀπλανεῖς͵ περὶ δὲ τὸ ἐκτὸς ὑποκείμενον πάντες πλανώμεθα· κἀκεῖνα μέν ἐστι καταληπτά͵ τοῦτο δὲ ἀκατάληπτον͵ τῆς ψυχῆς πάνυ ἀσθενοῦς καθεστώσης πρὸς διάγνωσιν αὐτοῦ παρὰ τοὺς τόπους͵ παρὰ τὰ διαστήματα͵ παρὰ τὰς κινήσεις͵ παρὰ τὰς μεταβολάς͵ παρὰ ἄλλας παμπληθεῖς αἰτίας. ἔνθεν οὐδὲ κριτήριόν φασιν εἶναι κοινὸν ἀνθρώπων͵ ὀνόματα δὲ κοινὰ τίθεσθαι τοῖς συγκρίμασιν. λευκὸν μὲν γάρ τι καὶ γλυκὺ καλοῦσι κοινῶς πάντες͵ κοινὸν δέ τι λευκὸν ἢ γλυκὺ οὐκ ἔχουσιν. ἕκαστος γὰρ τοῦ ἰδίου πάθους ἀντιλαμβάνεται͵ τὸ δὲ εἰ τοῦτο τὸ πάθος ἀπὸ λευκοῦ ἐγγίνεται αὐτῷ καὶ τῷ πέλας͵ οὔτ΄ αὐτὸς δύναται λέγειν μὴ ἀναδεχόμενος τὸ τοῦ πέλας πάθος͵ οὔτε ὁ πέλας μὴ ἀναδεχόμενος τὸ ἐκείνου. μηδενὸς δὲ κοινοῦ πάθους περὶ ἡμᾶς γινομένου προπετές ἐστι τὸ λέγειν ὅτι τὸ ἐμοὶ τοῖον φαινόμενον τοῖον καὶ τῷ παρεστῶτι φαίνεται. τάχα γὰρ ἐγὼ μὲν οὕτω συγκέκριμαι ὡς λευκαίνεσθαι ὑπὸ τοῦ ἔξω θεν προσπίπτοντος͵ ἕτερος δὲ οὕτω κατεσκευασμένην ἔχει τὴν αἴσθησιν ὥστε ἑτέρως διατεθῆναι. οὐ πάντως οὖν κοινόν ἐστι τὸ φαινόμενον ἡμῖν. καὶ ὅτι τῷ ὄντι παρὰ τὰς διαφόρους τῆς αἰσθήσεως κατασκευὰς οὐχ ὡσαύτως κινούμεθα͵ πρόδηλον ἐπί τε τῶν ἰκτεριώντων καὶ ὀφθαλμιώντων καὶ τῶν κατὰ φύσιν διακειμένων· ὡς γὰρ ἀπὸ τοῦ αὐτοῦ οἱ μὲν ὠχραντικῶς οἱ δὲ φοινικτικῶς οἱ δὲ λευκαντικῶς πάσχουσιν͵ οὕτως εἰκός ἐστι καὶ τοὺς κατὰ φύσιν διακειμένους παρὰ τὴν διάφορον τῶν αἰσθήσεων κατασκευὴν μὴ ὡσαύτως ἀπὸ τῶν αὐτῶν κινεῖσθαι͵ ἀλλ΄ ἑτέρως μὲν τὸν λευκόν͵ ἑτέρως δὲ τὸν χαροπόν͵ μὴ ὡσαύτως δὲ τὸν μελανόφθαλμον. ὥστε κοινὰ μὲν ἡμᾶς ὀνόματα τιθέναι τοῖς πράγμασιν͵ πάθη δέ γε ἔχειν ἴδια.
Ἀνάλογα δὲ εἶναι δοκεῖ τοῖς περὶ κριτηρίων λεγομένοις κατὰ τούτους τοὺς ἄνδρας καὶ τὰ περὶ τελῶν λεγόμενα. διήκει γὰρ τὰ πάθη καὶ ἐπὶ τὰ τέλη. τῶν γὰρ παθῶν τὰ μέν ἐστιν ἡδέα τὰ δὲ ἀλγεινὰ τὰ δὲ μεταξύ· καὶ τὰ μὲν ἀλγεινὰ κακά φασιν εἶναι͵ ὧν τέλος ἀλγηδών͵ τὰ δὲ ἡδέα ἀγαθά͵ ὧν τέλος ἐστὶν ἀδιάψευστον ἡδονή͵ τὰ δὲ μεταξὺ οὔτε ἀγαθὰ οὔτε κακά͵ ὧν τέλος τὸ οὔτε ἀγαθὸν οὔτε κακόν͵ ὅπερ πάθος ἐστὶ μεταξὺ ἡδονῆς καὶ ἀλγηδόνος. πάντων οὖν τῶν ὄντων τὰ πάθη κριτήριά ἐστι καὶ τέλη͵ ζῶμέν τε͵ φασίν͵ ἑπόμενοι τούτοις͵ ἐναργείᾳ τε καὶ εὐδοκήσει προσέχοντες͵ ἐναργείᾳ μὲν κατὰ τὰ ἄλλα πάθη͵ εὐδοκήσει δὲ κατὰ τὴν ἡδονήν. Τοιαῦτα μὲν καὶ οἱ Κυρηναϊκοί͵ συστέλλοντες μᾶλλον τὸ κριτήριον παρὰ τοὺς περὶ τὸν Πλάτωνα· ἐκεῖνοι μὲν γὰρ σύνθετον αὐτὸ ἐποίουν ἔκ τε τῆς ἐναργείας καὶ τοῦ λόγου͵ οὗτοι δὲ ἐν μόναις αὐτὸ ταῖς ἐναργείαις καὶ τοῖς πάθεσιν ὁρίζουσιν. Οὐκ ἄποθεν δὲ τῆς τούτων δόξης ἐοίκασιν εἶναι καὶ οἱ ἀποφαινόμενοι κριτήριον ὑπάρχειν τῆς ἀληθείας τὰς αἰσθήσεις. ὅτι γὰρ ἐγένοντό τινες τὸ τοιοῦτο ἀξιοῦντες͵ προῦπτον πεποίηκεν Ἀντίοχος ὁ ἀπὸ τῆς Ἀκαδημίας͵ ἐν δευτέρῳ τῶν Κανονικῶν ῥητῶς γράψας ταῦτα ἄλλος δέ τις͵ ἐν ἰατρικῇ μὲν οὐδενὸς δεύτερος͵ ἁπτόμενος δὲ καὶ φιλοσοφίας͵ ἐπείθετο τὰς μὲν αἰσθήσεις ὄντως καὶ ἀληθῶς ἀντιλήψεις εἶναι͵ λόγῳ δὲ μηδὲν ὅλως ἡμᾶς καταλαμβάνειν. ἔοικε γὰρ διὰ τού των ὁ Ἀντίοχος τὴν προειρημένην τιθέναι στάσιν καὶ Ἀσκληπιάδην τὸν ἰατρὸν αἰνίττεσθαι͵ ἀναιροῦντα μὲν τὸ ἡγεμονικόν͵ κατὰ δὲ τὸν αὐτὸν χρόνον αὐτῷ γενόμενον. ἀλλὰ περὶ μὲν τῆς τούτου φορᾶς ποικιλώτερον καὶ κατ΄ ἰδίαν ἐν τοῖς ἰατρικοῖς ὑπομνήμασι διεξήλθομεν͵ ὥστε μὴ ἔχειν ἀνάγκην παλινῳδεῖν. Ἐπίκουρος δὲ δυεῖν ὄντων τῶν συζυγούν των ἀλλήλοις πραγμάτων͵ φαντασίας καὶ [τῆς] δόξης͵ τούτων τὴν φαντασίαν͵ ἣν καὶ ἐνάργειαν καλεῖ͵ διὰ παντὸς ἀληθῆ φησιν ὑπάρχειν. ὡς γὰρ τὰ πρῶτα πάθη͵ τουτέστιν ἡδονὴ καὶ πόνος͵ ἀπὸ ποιητικῶν τινων καὶ κατ΄ αὐτὰ τὰ ποιητικὰ συνίσταται͵ οἷον ἡ μὲν ἡδονὴ ἀπὸ τῶν ἡδέων ἡ δὲ ἀλγηδὼν ἀπὸ τῶν ἀλγεινῶν͵ καὶ οὔτε τὸ τῆς ἡδονῆς ποιητικὸν ἐνδέχεταί ποτε μὴ εἶναι ἡδὺ οὔτε τὸ τῆς ἀλγηδόνος παρεκτικὸν μὴ ὑπάρχειν ἀλγεινόν͵ ἀλλ΄ ἀνάγκη καὶ τὸ ἧδον ἡδὺ καὶ τὸ ἀλγῦνον ἀλγεινὸν τὴν φύσιν ὑποκεῖσθαι͵ οὕτω καὶ ἐπὶ τῶν φαντασιῶν͵ παθῶν περὶ ἡμᾶς οὐσῶν͵ τὸ ποιητικὸν ἑκάστης αὐτῶν πάντῃ τε καὶ πάντως φανταστόν ἐστιν͵ ὃ οὐκ ἐνδέχεται͵ ὂν φανταστόν͵ μὴ ὑπάρχειν κατ΄ ἀλήθειαν τοιοῦτον οἷον φαίνεται͵ .... ποιητικὸν φαντασίας καθεστάναι. καὶ ἐπὶ τῶν κατὰ μέρος τὸ παραπλήσιον χρὴ λογίζεσθαι. τὸ γὰρ ὁρατὸν οὐ μόνον φαίνεται ὁρατόν͵ ἀλλὰ καὶ ἔστι τοιοῦτον ὁποῖον φαίνεται· καὶ τὸ ἀκουστὸν οὐ μόνον φαίνεται ἀκουστόν͵ ἀλλὰ καὶ ταῖς ἀληθείαις τοιοῦτον ὑπῆρχεν͵ καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. γίνονται οὖν πᾶσαι αἱ φαντασίαι ἀληθεῖς. καὶ κατὰ λόγον· εἰ γὰρ ἀληθὴς λέγεται φαντασία͵ φασὶν οἱ Ἐπικούρειοι͵ ὅταν ἀπὸ ὑπάρχοντός τε καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον γίνηται͵ πᾶσα δὲ φαντασία ἀπὸ ὑπάρχοντος τοῦ φανταστοῦ καὶ κατ΄ αὐτὸ τὸ φανταστὸν συνίσταται͵ πᾶσα κατ΄ ἀνάγκην φαντασία ἐστὶν ἀληθής. ἐξαπατᾷ δὲ ἐνίους ἡ διαφορὰ τῶν ἀπὸ τοῦ αὐτοῦ αἰσθητοῦ͵ οἷον ὁρατοῦ͵ δοκουσῶν προσπίπτειν φαντασιῶν͵ καθ΄ ἣν ἢ ἀλλοιόχρουν ἢ ἀλλοιόσχημον ἢ ἄλλως πως ἐξηλλαγμένον φαίνεται τὸ ὑποκείμενον. ὑπενόησαν γὰρ ὅτι τῶν οὕτω διαφερουσῶν καὶ μαχομένων φαντασιῶν δεῖ τὴν μέν τινα ἀληθῆ εἶναι͵ τὴν δ΄ ἐκ τῶν ἐναντίων ψευδῆ τυγχάνειν. ὅπερ ἐστὶν εὔηθες καὶ ἀνδρῶν μὴ συνορώντων τὴν ἐν τοῖς οὖσι φύσιν. οὐ γὰρ ὅλον ὁρᾶται τὸ στερέμνιον͵ ἵνα ἐπὶ τῶν ὁρατῶν ποιώ μεθατὸν λόγον͵ ἀλλὰ τὸ χρῶμα τοῦ στερεμνίου. τοῦ δὲ χρώματος τὸ μέν ἐστιν ἐπ΄ αὐτοῦ τοῦ στερεμνίου͵ καθάπερ ἐπὶ τῶν σύνεγγυς καὶ ἐκ [τοῦ] μετρίου διαστήματος βλεπομένων͵ τὸ δ΄ ἐκτὸς τοῦ στερεμνίου κἀν τοῖς ἐφεξῆς τόποις ὑποκείμενον͵ καθάπερ ἐπὶ τῶν ἐκ μακροῦ διαστήματος θεωρουμένων. τοῦτο δὲ ἐν τῷ μεταξὺ ἐξαλλαττόμενον καὶ ἴδιον ἀναδεχόμενον σχῆμα τοιαύτην ἀναδίδωσι φαντασίαν͵ ὁποῖον καὶ αὐτὸ κατ΄ ἀλήθειαν ὑπόκειται. ὅνπερ οὖν τρόπον οὔτε ἡ ἐν τῷ κρουομένῳ χαλκώματι φωνὴ ἐξακούεται οὔτε ἡ ἐν τῷ στόματι τοῦ κεκραγότος͵ ἀλλ΄ ἡ προσπίπτουσα τῇ ἡμετέρᾳ αἰσθήσει͵ καὶ ὡς οὐθείς φησι τὸν ἐξ ἀποστήματος μικρᾶς ἀκούοντα φωνῆς ψευδῶς ἀκούειν͵ ἐπείπερ σύνεγγυς ἐλθὼν ὡς μείζονος ταύτης ἀντιλαμβάνεται͵ οὕτως οὐκ ἂν εἴποιμι ψεύδεσθαι τὴν ὄψιν͵ ὅτι ἐκ μακροῦ μὲν διαστήματος μικρὸν ὁρᾷ τὸν πύργον καὶ στρογγύλον͵ ἐκ δὲ τοῦ σύνεγγυς μείζονα καὶ τετράγωνον͵ ἀλλὰ μᾶλλον ἀληθεύειν͵ ὅτι καὶ ὅτε φαίνεται μικρὸν αὐτῇ τὸ αἰσθητὸν καὶ τοιουτόσχημον͵ ὄντως ἐστὶ μικρὸν καὶ τοιουτόσχημον͵ τῇ διὰ τοῦ ἀέρος φορᾷ ἀποθραυομένων τῶν κατὰ τὰ εἴδωλα περάτων͵ καὶ ὅτε μέγα πάλιν καὶ ἀλλοιόσχημον͵ πάλιν ὁμοίως μέγα καὶ ἀλλοιόσχημον͵ ἤδη μέντοι οὐ τὸ αὐτὸ ἀμφότερα καθεστώς. τοῦτο γὰρ τῆς διαστρόφου λοιπόν ἐστι δόξης οἴεσθαι͵ ὅτι τὸ αὐτὸ ἦν τό τε ἐκ τοῦ σύνεγγυς καὶ τὸ πόρρωθεν θεωρούμενον φανταστόν. αἰσθήσεως δὲ ἴδιον ὑπῆρχε τὸ τοῦ παρόντος μόνον καὶ κινοῦντος αὐτὴν ἀντιλαμβάνεσθαι͵ οἷον χρώματος͵ οὐχὶ δὲ τὸ διακρίνειν ὅτι ἄλλο μέν ἐστι τὸ ἐνθάδε ἄλλο δὲ τὸ ἐνθάδε ὑποκείμενον. διόπερ αἱ μὲν φαντασίαι διὰ ταῦτα πᾶσαί εἰσιν ἀληθεῖς͵ αἱ δὲ δόξαι οὐ πᾶσαι ἦσαν ἀληθεῖς͵ ἀλλ΄ εἶχόν τινα διαφοράν.