Ποίημα του αρχαίου ελληνικού επικού κύκλου, το οποίο αποδίδεται στον Λέσχη τον Μυτιληναίο ποιητή του 7ου π.Χ. αιώνα (περισσότερες λεπτομέρειες στην βιογραφία του).
Το ποίημα το γνωρίζουμε από την
ανάλυση που του έκανε ο Πρόκλος. Αναφέρεται στις περιπέτειες των Φιλοκτήτη,
Νεοπτόλεμου και Οδυσσέα. Τα κύρια επεισόδια είναι η μανία του Αίαντα, η
μετάβαση του Οδυσσέα στη Σκύρο για να ξαναφέρει τον Νεοπτόλεμο, η αρπαγή του
Παλλάδιου, το στρατήγημα του Δούρειου Ίππου και η καταστροφή της Τροίας. Η
ανάλυση του από τον ίδιο τον Πρόκλο:
Πρόκλου αὐτοῦ περὶ Ἰλιάδος μικρᾶς
«Ἑξῆς
δ΄ ἐστὶν Ἰλιάδος μικρᾶς βιβλία τέσσαρα Λέσχεω Μυτιληναίου περιέχοντα τάδε. Ἡ τῶν
ὅπλων κρίσις γίνεται καὶ Ὀδυσσεὺς κατὰ βούλησιν Ἀθηνᾶς λαμβάνει͵ Αἴας δ΄ ἐμμανὴς
γενόμενος τήν τε λείαν τῶν Ἀχαιῶν λυμαίνεται καὶ ἑαυτὸν ἀναιρεῖ. μετὰ ταῦτα Ὀδυσσεὺς
λοχήσας Ἕλενον λαμβάνει͵ καὶ χρήσαντος περὶ τῆς ἁλώσεως τούτου Διομήδης ἐκ
Λήμνου Φιλοκτήτην ἀνάγει. ἰαθεὶς δὲ οὗτος ὑπὸ Μαχάονος καὶ μονο μαχήσας Ἀλεξάνδρῳ
κτείνει• καὶ τὸν νεκρὸν ὑπὸ Μενελάου καταικισθέντα ἀνελόμενοι θάπτουσιν οἱ Τρῶες.
μετὰ δὲ ταῦτα Δηΐφοβος Ἑλένην γαμεῖ. καὶ Νεοπτόλεμον Ὀδυσσεὺς ἐκ Σκύρου ἀγαγὼν
τὰ ὅπλα δίδωσι τὰ τοῦ πατρός• καὶ Ἀχιλλεὺς αὐτῷ φαντάζεται. Εὐρύπυλος δὲ ὁ
Τηλέφου ἐπίκουρος τοῖς Τρωσὶ παραγίνεται͵ καὶ ἀριστεύοντα αὐτὸν ἀποκτείνει
Νεοπτόλεμος. καὶ οἱ Τρῶες πολιορκοῦνται. καὶ Ἐπειὸς κατ΄ Ἀθηνᾶς προαίρεσιν τὸν
δούρειον ἵππον κατασκευάζει. Ὀδυσσεύς τε αἰκισάμενος ἑαυτὸν κατάσκοπος εἰς Ἴλιον
παραγίνεται͵ καὶ ἀναγνωρισθεὶς ὑφ΄ Ἑλένης περὶ τῆς ἁλώσεως τῆς πόλεως
συντίθεται κτείνας τέ τινας τῶν Τρώων ἐπὶ τὰς ναῦς ἀφικνεῖται. καὶ μετὰ ταῦτα σὺν
Διομήδει τὸ παλλάδιον ἐκκομίζει ἐκ τῆς Ἰλίου. ἔπειτα εἰς τὸν δούρειον ἵππον τοὺς
ἀρίστους ἐμβιβάσαντες τάς τε σκηνὰς καταφλέξαντες οἱ λοιποὶ τῶν Ἑλλήνων εἰς
Τένεδον ἀνάγονται. οἱ δὲ Τρῶες τῶν κακῶν ὑπολαβόντες ἀπηλλάχθαι τόν τε δούρειον
ἵππον εἰς τὴν πόλιν εἰσδέχονται͵ διελόντες μέρος τι τοῦ τείχους͵ καὶ εὐωχοῦνται
ὡς νενικηκότες τοὺς Ἕλληνας.» Οι μοναδικοί στίχοι, όμως, που έχουν διασωθεί
είναι αυτοί οι λίγοι:
ΜΙΚΡΑ ΙΛΙΑΣ
1 Μοῦσά μοι ἔννεπε ἔργα͵ τὰ μήτ΄ ἐγένοντο
πάροιθε
μήτ΄ ἔσται μετόπισθεν.
2 Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος
ἥρω Πηλεΐδην͵ οὐδ΄ ἤθελε δῖος Ὀδυσσεύς.
πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες;
<καί κε γυνὴ φέροι ἄχθος͵ ἐπεί κεν ἀνὴρ ἀναθείη͵
ἀλλ΄ οὐκ ἂν μαχέσαιτο.>
5 ἀμφὶ δὲ πόρκης
χρύσεος ἀστράπτει καὶ ἐπ΄ αὐτῶι δίκροος αἰχμή.
9 νὺξ μὲν ἔην μεσάτη͵ λαμπρὴ δ΄ ἐπέτελλε σελήνη.
21 αὐτὰρ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱὸς
Ἑκτορέην ἄλοχον κάταγεν κοΐλας ἐπὶ νῆας.
παῖδα δ΄ ἑλὼν ἐκ κόλπου ἐυπλοκάμοιο τιθήνης
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ πύργου͵ τὸν δὲ πεσόντα
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα
κραταιή.
{ἐκ δ΄ ἕλετ΄ Ἀνδρομάχην͵ ἠύζωνον παράκοιτιν
Ἕκτορος͵ ἥν τε οἱ αὐτῶι ἀριστῆες Παναχαιῶν
δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί͵
αὐτόν τ΄ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο
Αἰνείαν ἐν νηυσὶν ἐβήσατο ποντοπόροισιν
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.}
23 ὡς δ΄ ὅτ΄ ἀέξηται σικυὸς δροσερῶι ἐνὶ χώρωι.
24 Πηλεΐδην δ΄ Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα͵
ἔνθ΄ ὅ γ΄ ἐς ἀργαλέον λιμέν΄ ἵκετο νυκτὸς ἐκείνης.
26 ἔνθ΄ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν͵
Ἄντικλος δὲ σέ γ΄ οἶος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν• ἀλλ΄ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
νωλεμέως κρατερῆισι͵ σάωσε δὲ πάντας Ἀχαιούς͵
τόφρα δ΄ ἔχ΄ ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
27 φήμη δ΄ εἰς στρατὸν ἦλθε
28 Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐύπωλον͵
ἧς πέρι πόλλ΄ ἔπαθον Δαναοί͵ θεράποντες Ἄρηος.
29 ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα
χρυσείην͵ φύλλοισιν ἀγαυοῖσιν κομόωσαν
βότρυσί θ΄ οὓς ῞Ηφαιστος ἐπασκήσας Διὶ πατρὶ
δῶχ΄͵ ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
32
[ ]εσο[]π[]ν κατ[][][]
[ἐς μακάρων ν]ήσους τ[]ινπομ[] Ὠκεαν[]
[ πέ]μψωσ[ι]ν͵ ὅθι ξανθὸς
Ραδάμ[ανθυς.]
[ὣς ἄρα φωνήσ]ας ἀπέβη πρὸς μακρὸν Ὄλυμπο[ν.]
[ συν]άϊξαν ἐυκνήμιδες Ἀχαι[οί.]
[ὡς δ΄ εἴδοντ΄ Ἀχιλῆ]α νέκυν αἴρον[τ]ας Ἀχαιούς͵
[ ]ίης κεκορυθμένοι͵ οἳ δ΄ ἅμα πάντε[ς]
[
]ἀμφὶ νέκυ[ν]
κατατεθνειῶτα μ[άχεσθαι.]
[δὴ τότε Λαρτ]ιάδης προσέφη Τελαμώνιον υ[ἱόν•]
[Αἶαν διογενές͵] Τελαμώνιε͵ κοίρανε λαῶν͵
[ ἅ]μα καὶ νώτοισι νέκυν
οἴσωμ[εν͵]
[
]ουσι κατὰ φρένα ν[]νδ[]ρ[]
[ἕως ἐγὼ ν]ώτοισι φέρω͵ σὺ δὲ ν[ ]ε[]ετ[]
[
μετὰ] Τρῶας καὶ Ἀχα[ι]οὺς ο[]
[ Ἀχι]λῆα͵ νέκυν ε[]θκ[]
[]υ
χθόν΄ ἀπ΄ ο[ὐ]ρ[α]νόθ[εν]
[ ]ψεν ἐπὶ χθόνα π[ουλυβότειραν.]
[ κα]θύπερθεν εη[ ][]
[ ]κατ΄ ἄσθματιαρ[]
[ ]εν δεῦεν χθόνα[]
[ Ὀδ]υσσεὺς βάσταζ[ε] νέ[κυν]