ΑΚΡΟΠΟΛΙΤΗΣ ΓΕΩΡΓΙΟΣ: Προοίμιο Επιστολών


Τοῦ μεγάλου λογοθέτου κυροῦ Γεωργίου τοῦ Ἀκροπολίτου.

Προοίμιο στις επιστολές του Λάσκαρη Θεόδωρου
 
 

 
 
 
Ἂν οὐρανοῦ τὸν γῦρον ἡ δέρρις φέρῃ

Καὶ γῆς τὸ κύτος ὁ στενὸς γράφῃ τύπος͵

Καὶ γνώσεως ἄβυσσον οὐ μετρουμένην

Ἡ βίβλος ἥδε συμπερικλείειν φθάνει͵

Ἄπειρον ἀόριστον ἄφθονον χύσιν

Σοφῶν ναμάτων ἐκ φλεβῶν τεραστίων.

Ὡς ἀστέρας μὲν λευκοσυνθέτους λόγους

Εἰς πλῆθος ἀμέτρητον ἐκπεπτωκότας

Καὶ παμφαεῖς ἔσχηκε τοῖς θεωμένοις͵

Ἔσωθεν αὐγάζοντας ἀνθρώπων φύσιν

Καὶ καταλαμπρύνοντας αὐτῶν τὰς φρένας.

Ὡς ποικιλόχρουν αὖθις ἀνθέων θέαν

Τὸ ποικίλον σύνταγμα τῶν γεγραμμένων

Πάνλαμπρον ἔνδον ἐγκαθειργνύει βίβλος͵

Ὡς ὄστρεον μάργαρον͵ ὡς κάλυξ ῥόδον͵

Ὡς ἁλιθρέμμων κόχλος ἄνθος πορφύρας͵

Ἐπιστολὰς εἰς κάλλος ἐξειργασμένας͵

῝Η͵ καὶ λυσιτέλημα τῶν λογεμπόρων͵

Θεοδώρου Λάσκαρι τοῦ βασιλέως

Ἄνακτος υἱοῦ παγκλεοῦς Ἰωάννου͵

Οὗ θρύλλος ἐξέδραμεν εἰς πᾶσαν χθόνα͵

Οὗ τὸ πρὸς ὅπλα καὶ πρὸς ἱππηλασίαν͵

Χεῖρα κραταίαν͵ εὐφυᾶ τόξου τάσιν͵

Καὶ πᾶσαν ἄλλην στρατιώτιδα τέχνην

Καὶ πᾶσαν ἄλλην ψυχικὴν εὐανδρίαν

Ἄλλων λόγων πέφυκε καὶ σπουδασμάτων•

Νυνὶ δὲ γραφαὶ καὶ λόγων εὐκοσμία͵

Ἐπιστολῶν πόνημα συντεταγμένον.

Μακροὺς μὲν ἄλλους οὗτος ἐκφέρει λόγους͵

Τοὺς μὲν πρὸς ἐξέτασιν οἷς φύσις τόπος͵

Τοὺς δὲ πρὸς ἀνάπτυξιν οἷς κρείττων ὅρος͵

Ἐγκωμίων αὐχοῦντας ἄλλους δ΄ αὖ ὕλην͵

Πάντας δὲ σεμνοὺς ὡς ὑπεξῃρημένους

Νοήμασι σχήμασι λοιπαῖς ἰδέαις͵

Αἷς λαμπρῶς ἅπας ἀγλαΐζεται λόγος.

Τίς δὲ παραπλεύσειεν αὐτῶν τὴν χάριν͵

Σειρῆνας ὥσπερ τοῦ Λαερτίου γόνος͵

Καὶ μὴ πρὸς αὐταῖς πυξίσι τῶν γραμμάτων

Τὸ σκάφος αὐτοῦ τοῦ νοὸς καθορμίσῃ;

Ἐπείπερ οὐκ ὄλεθρον ἀκροωμένων͵

Ζωὴν δὲ μᾶλλον προξενοῦσιν αἱ βίβλοι

Οὔκουν χρόνῳ φθίνουσαν ὡς τῶν σωμάτων.

Καὶ ταῦτα μὲν δὴ μακροσυνθέτων πέρι͵

Ἀλλ΄ ἐνθαδὶ χάρις τις ἄλλη γραμμάτων

Ἐπιστολιμαία τε πρὸς λόγων φίλους͵

Μουσῶν Ἑλικὼν καὶ Πιερία νέα͵

Μέλος λιγυρὸν καὶ χορευμάτων κρότος.

Ὠιδῆς τὸ τερπνὸν ποῖον ἐξείποι στόμα;

Ἠχῆς τὸ σεμνὸν ποῖος ἐκφράσοι λόγος;

Ὁ θιασώτης Βάκχος εὐθὺς εὑρέθη

Ἐπεμφορηθεὶς νέκταρος͵ θείου πότου͵

Ὡς ἐκ πόλου ῥέοντος αὐτῆς τῆς βίβλου.

Τί δῆτα μακρὸν ἀποτείνω τὸν λόγον

Καὶ πρὸς πυλῶσι κατέχω τοῦ θαλάμου

Τὴν λίχνον ἀκρόασιν͵ ἣ σπεύδει δῦναι͵

Ὡς ζημιοῦσθαι ζημίαν οὐ μετρίαν;

Εἴσελθε τάχος τάχος ἔνδοθεν͵ ξένε͵

Κατατρύφησον τῶν σοφῶν νοημάτων͵

Καὶ πρὸς κόρον πλήσθητι καὶ τῶν σχημάτων͵

Μὴ φράσεως ἥδυσμά τι παραδράμῃς•

Γενήσεται γὰρ ὡς γλυκάζον σοι μέλι.

Πάντων κατάκρως ἐμφοροῦ τοῦ βιβλίου

Καὶ τῶν λόγων θαύμαζε τὴν πρώτην βρύσιν.