ΑΓΛΑΙΑΣ: Προς τας αρχόμενας υποχύσεις


Ο Αγλαίας Βυζαντίνος ήταν Έλληνας βυζαντινός ιατρός και συγγραφέας. Έγραψε έμμετρο ιατρικό σύγγραμμα που επιγράφεται "Προς τας αρχομένας υποχύσεις". Χειρόγραφα αυτού του ποιήματος σώζονται στην Αμβροσιανή βιβλιοθήκη του Μιλάνου, στην Εθνική βιβλιοθήκη της Γαλλίας και στη Βιβλιοθήκη Αγίου Μάρκου της Βενετίας.

ΑΓΛΑΙΟΥ͵ ΕΥΓΕΝΕΣΤΑΤΟΥ ΒΥΖΑΝΤΙΩΝ͵

ΕΞ ΗΡΑΚΛΕΟΥΣ ΤΟ ΓΕΝΟΣ ΚΑΤΑΓΟΝΤΟΣ

Ἀλεξάνδρου μαθητοῦ͵ συμμαθητοῦ δὲ Δημοσθένους καὶ φίλου,

ΣΤΙΧΟΙ ΗΡΩΕΛΕΓΕΙΟΙ
 
 

ΠΡΟΣ ΤΑΣ ΑΡΧΟΜΕΝΑΣ ΥΠΟΧΥΣΕΙΣ

Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω

Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ͵

Ὀφθαλμῶν μὲν ἄκος͵ Δημήτερα τῶν ὑποχεῖσθαι

Ἀρχομένων͵ ὑπ΄ ἐμῆς δ΄ εὑρεθὲν εὐμογίης.

Καί σοι δ΄ ἔξοχον ἔσται ἐς ἄχθεα͵ παντί τ΄ ὄνειαρ

Παρμόνιμον͵ κάμψῃς ἄχρικεν ἐς πλέονας.

Ὅσσα δ΄ ἔχει θρόνα λέξαι ἔοικε μοι͵ ὡς ἐπαρήγειν

Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει.

Ἄνθους μὲν χαλκοῦ πεντώβολον͵ ἰσοβαρὲς δὲ

Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν·

Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς

Πρόσθες͵ ὃ Γαλλαϊκοῖς ἀλδαίνετ΄ ἐν δαπέδοις·

Καὶ δύο διδράχμω͵ τὸ μὲν ἐκ ξανθότριχος ἄνθους͵

Ἔνυμα δ΄ ἐκ μηδέων θάτερον ἱπποδάμου·

Ἡμίσταθμον͵ ὃ τοῦ πατρὸς ψευδώνυμος͵ ἔστω

Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·

Στῆσον δ΄ αὖ ἀλόϊον ἓν ἥμισυ τοῦ προτέροιο

Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·

Διστάσιος δ΄ αὐτῷ πελέτω λίθος εἰαριήτης·

Διστάσιον δ΄ ἀφροῦ θρύμμα φακουσιακοῦ·

Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε

Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός·

Καὶ Ζακορίσου Μούσαις ἰσάριθμον ὄπισμα

Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον

Τετραμόρῳ κοτύλης͵ ὃ τιτύσκεται οὐ διὰ χειρῶν

Ἐν δαπεδοῖς Βάκτης͵ ἀλλὰ διὰ στομάτων.

Λεῖα δὲ πάντα καθ΄ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς͵

Τημελέως τ΄ ἀπόθου τεῦχος ἐς ἀργύρεον.