ΚΡΑΤΕΥΑΣ: Βότανα


Ο Κρατεύας ο Ριζοτόμος, διάσημος βοτανολόγος του 1ου αιώνα π.Χ., ήταν ιατρός του Μιθριδάτη του Ευπάτορος και επαινέθηκε από τον Διοσκουρίδη για τις περιγραφές που έδωσε στο έργο του "Ριζοτομικόν", το πρώτο βοτανολόγιο με εικόνες όπου περιγράφοντο αλφαβητικώς τα φαρμακευτικά φυτά και οι θεραπευτικές τους ιδιότητες.

Με εντολή του του Μιθριδάτη παρασκεύασε το μιθριδάτειο έκλειγμα, ένα αντίδοτο δηλητηρίων, που περιείχε 54 απλά βότανα.

Από τον πρόδρομο των φαρμακοποιών και το έργο του έχει σωθεί μόνο το παρακάτω απόσπασμα:

1 Ἀριστολόχιος μακρὰ ποιεῖ πρὸς ἑρπετὰ καὶ θανάσιμα ὁλκὴ πινομένη μετ΄ οἴνου καὶ καταπλασσομένη͵ τὰ δὲ ἐν μήτρᾳ συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ αὐτὸ δρᾷ.

2 ἀριστολόχιος στρογγύλη πινομένη μετ΄ οἴνου μέλανος ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς͵ χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις͵ ἔτι δὲ ἐμπλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ ἄσθματι͵ λυγμῷ͵ ῥίγει͵ σπληνί͵ ῥήγμασιν͵ σπάσμασιν. ποθεῖσα δὲ μεθ΄ ὕδατος ἀνάγει σκόλοπας͵ ἀκίδας͵ λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα.

3 Ἀχίλλειος· ταύτης τῆς βοτάνης κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος͵ αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ͵ καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς͵ πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει͵ ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική.

4 ἀνεμώνη φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν͵ ὅθεν χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρσιν. μασηθεῖσα δὲ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει͵ ὁμοίως καὶ τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ͵ ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει͵ καταπλασθέντα δὲ λέπρας ἀφίστησιν.

5 ἀσφόδελος· τούτου αἱ ῥίζαι δύναμιν ἔχουσιν διουρητικὴν καὶ ἐμμήνων κατασπαστικήν· θεραπεύει καὶ ποδάγρας ἀλγήματα καὶ σπάσματα καὶ βῆχας καὶ ῥήγματα μία τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένη. ποιεῖ καὶ εὐεμεστέρους ὅσον ἀστράγαλος βρωθεῖσα καὶ ἑρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη͵ ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ῥίζα͵ πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ΄ ἀλφίτου. δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι.

6 ἀρνόγλωσσον δύναμιν ἔχει τηκτικὴν καὶ ἀφλέγμαντον· κοπεῖσα γὰρ μετὰ στέατος καὶ ἐπιτιθεμένη τοῖς τὰ χειρώνια ἔχουσιν εὐθετεῖ. πρὸς δὲ τὰ λοιπὰ ποιεῖσχε...

7 ἄσαρον· δύναμιν ἔχει θερμαντικὴν καὶ διουρητικήν͵ ἁρμόζουσαν ὑδρωπικοῖς͵ ἰσχιαδικοῖς χρονίοις. ἄγουσιν αἱ ῥίζαι καὶ ἔμμηνα͵ μετὰ μελικράτου δὲ ποθεῖσαι πλῆθος ἓξ ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυται δὲ καὶ μύροις καὶ ἀντιδότοις.

8 ἀναγαλλίδες ἀμφότεραι τραυματικαί͵ ἀφλέγμαντοι͵ σκολόπων τε ἐπισπαστικαὶ καὶ νομῶν ἐφεκτικαί. δὲ χυλὸς αὐτῶν ῥινέγχυτος ὀδόντων πόνον παύσει͵ ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τοῦ ἀλγοῦντος ἐγχέῃς· καθαίρει καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ. φασὶν δὲ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυάνεον ἄνθος πρόπτωσιν δακτυλίου στέλλειν͵ τὴν δὲ φοινικοῦν ἐξερεθίζειν καταπλασθεῖσαν. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις.

9 ἀργεμώνη· αὕτη βοτάνη κοπεῖσα μετὰ ἀξουγγίας χοιράδας διαλύει· ποιεῖ καὶ πρὸς ἀλφοὺς μέλανας μετὰ νίτρου καὶ θείου ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα͵ ἐν βαλανείῳ δὲ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς ψώραν.

10 ἀστέριον· αὕτη χλωρὰ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς ποιεῖ πρὸς λυσσοδήκτους͵ βρογχοκηλικούς͵ ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.