Ησίοδος: Θεογονία β' συνέχεια


λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν͵

Οὐρανίδας͵ οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν•

οἵ οἱ ἀπεμνήσαντο χάριν εὐεργεσιάων͵

δῶκαν δὲ βροντὴν ἠδ΄ αἰθαλόεντα κεραυνὸν

καὶ στεροπήν• τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει•

τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

κούρην δ΄ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην

ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.

ἡ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα͵

τίκτε δ΄ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα͵

ποικίλον αἰολόμητιν͵ ἁμαρτίνοόν τ΄ Ἐπιμηθέα•

ὃς κακὸν ἐξ ἀρχῆς γένετ΄ ἀνδράσιν ἀλφηστῇσι•

πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα

παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς

εἰς ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ

εἵνεκ΄ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.

Ἄτλας δ΄ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ΄ ἀνάγκης͵

πείρασιν ἐν γαίης πρόπαρ΄ Ἑσπερίδων λιγυφώνων

ἑστηώς͵ κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσι•

ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.

δῆσε δ΄ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον͵

δεσμοῖς ἀργαλέοισι͵ μέσον διὰ κίον΄ ἐλάσσας•

καί οἱ ἐπ΄ αἰετὸν ὦρσε τανύπτερον• αὐτὰρ ὅ γ΄ ἧπαρ

ἤσθιεν ἀθάνατον͵ τὸ δ΄ ἀέξετο ἶσον ἁπάντῃ

νυκτός͵ ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.

τὸν μὲν ἄρ΄ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς

Ἡρακλέης ἔκτεινε͵ κακὴν δ΄ ἀπὸ νοῦσον ἄλαλκεν

Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων͵

οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὕψι μέδοντος͵

ὄφρ΄ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη

πλεῖον ἔτ΄ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.

ταῦτ΄ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν•

καί περ χωόμενος παύθη χόλου͵ ὃν πρὶν ἔχεσκεν͵

οὕνεκ΄ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.

καὶ γὰρ ὅτ΄ ἐκρίνοντο θεοὶ θνητοί τ΄ ἄνθρωποι

Μηκώνῃ͵ τότ΄ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ

δασσάμενος προύθηκε͵ Διὸς νόον ἐξαπαφίσκων.

τῷ μὲν γὰρ σάρκάς τε καὶ ἔγκατα πίονα δημῷ

ἐν ῥινῷ κατέθηκε͵ καλύψας γαστρὶ βοείῃ͵

τοῖς δ΄ αὖτ΄ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ

εὐθετίσας κατέθηκε͵ καλύψας ἀργέτι δημῷ.

δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε•

Ἰαπετιονίδη͵ πάντων ἀριδείκετ΄ ἀνάκτων͵

ὦ πέπον͵ ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.

ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς•

τὸν δ΄ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης͵

ἦκ΄ ἐπιμειδήσας͵ δολίης δ΄ οὐ λήθετο τέχνης•

Ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων͵

τῶν δ΄ ἕλευ ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.

φῆ ῥα δολοφρονέων• Ζεὺς δ΄ ἄφθιτα μήδεα εἰδὼς

γνῶ ῥ΄ οὐδ΄ ἠγνοίησε δόλον• κακὰ δ΄ ὄσσετο θυμῷ

θνητοῖς ἀνθρώποισι͵ τὰ καὶ τελέεσθαι ἔμελλε.

χερσὶ δ΄ ὅ γ΄ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ͵

χώσατο δὲ φρένας ἀμφί͵ χόλος δέ μιν ἵκετο θυμόν͵

ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχῃ.

ἐκ τοῦ δ΄ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ΄ ἀνθρώπων

καίουσ΄ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.

τὸν δὲ μέγ΄ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς•

Ἰαπετιονίδη͵ πάντων πέρι μήδεα εἰδώς͵

ὦ πέπον͵ οὐκ ἄρα πω δολίης ἐπελήθεο τέχνης.

ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

ἐκ τούτου δἤπειτα χόλου μεμνημένος αἰεὶ

οὐκ ἐδίδου μελίῃσι πυρὸς μένος ἀκαμάτοιο

θνητοῖς ἀνθρώποις οἳ ἐπὶ χθονὶ ναιετάουσιν•

ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο

κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον αὐγὴν

ἐν κοίλῳ νάρθηκι• δάκεν δ΄ ἄρα νειόθι θυμὸν

Ζῆν΄ ὑψιβρεμέτην͵ ἐχόλωσε δέ μιν φίλον ἦτορ͵

ὡς ἴδ΄ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.

αὐτίκα δ΄ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισι•

γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις

παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς•

ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη

ἀργυφέῃ ἐσθῆτι• κατὰ κρῆθεν δὲ καλύπτρην

δαιδαλέην χείρεσσι κατέσχεθε͵ θαῦμα ἰδέσθαι•

[ἀμφὶ δέ οἱ στεφάνους νεοθηλέας͵ ἄνθεα ποίης͵

ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη•]

ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε͵

τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις

ἀσκήσας παλάμῃσι͵ χαριζόμενος Διὶ πατρί.

τῇ δ΄ ἔνι δαίδαλα πολλὰ τετεύχατο͵ θαῦμα ἰδέσθαι͵

κνώδαλ΄ ὅσ΄ ἤπειρος δεινὰ τρέφει ἠδὲ θάλασσα•

τῶν ὅ γε πόλλ΄ ἐνέθηκε͵ χάρις δ΄ ἐπὶ πᾶσιν ἄητο͵

θαυμάσια͵ ζωοῖσιν ἐοικότα φωνήεσσιν.

αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ΄ ἀγαθοῖο͵

ἐξάγαγ΄ ἔνθά περ ἄλλοι ἔσαν θεοὶ ἠδ΄ ἄνθρωποι͵

κόσμῳ ἀγαλλομένην γλαυκώπιδος Ὀβριμοπάτρης•

θαῦμα δ΄ ἔχ΄ ἀθανάτους τε θεοὺς θνητούς τ΄ ἀνθρώπους͵

ὡς εἶδον δόλον αἰπύν͵ ἀμήχανον ἀνθρώποισιν.

ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων͵

[τῆς γὰρ ὀλοίιόν ἐστι γένος καὶ φῦλα γυναικῶν͵]

πῆμα μέγα θνητοῖσι͵ σὺν ἀνδράσι ναιετάουσαι͵

οὐλομένης Πενίης οὐ σύμφοροι͵ ἀλλὰ Κόροιο.

ὡς δ΄ ὁπότ΄ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι

κηφῆνας βόσκωσι͵ κακῶν ξυνήονας ἔργων•

αἱ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά͵

οἱ δ΄ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους

ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ΄ ἀμῶνται•

ὣς δ΄ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας

Ζεὺς ὑψιβρεμέτης θῆκε͵ ξυνήονας ἔργων

ἀργαλέων. ἕτερον δὲ πόρεν κακὸν ἀντ΄ ἀγαθοῖο͵

ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν

μὴ γῆμαι ἐθέλῃ͵ ὀλοὸν δ΄ ἐπὶ γῆρας ἵκηται

χήτει γηροκόμοιο• ὁ δ΄ οὐ βιότου γ΄ ἐπιδευὴς

ζώει͵ ἀποφθιμένου δὲ διὰ ζωὴν δατέονται

χηρωσταί. ᾧ δ΄ αὖτε γάμου μετὰ μοῖρα γένηται͵

κεδνὴν δ΄ ἔσχεν ἄκοιτιν͵ ἀρηρυῖαν πραπίδεσσι͵

τῷ δέ τ΄ ἀπ΄ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει

ἐμμενές• ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης͵

ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην

θυμῷ καὶ κραδίῃ͵ καὶ ἀνήκεστον κακόν ἐστιν.

ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.

οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς

τοῖό γ΄ ὑπεξήλυξε βαρὺν χόλον͵ ἀλλ΄ ὑπ΄ ἀνάγκης

καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

Ὀβριάρεῳ δ΄ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ

Κόττῳ τ΄ ἠδὲ Γύγῃ͵ δῆσε κρατερῷ ἐνὶ δεσμῷ͵

ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος

καὶ μέγεθος• κατένασσε δ΄ ὑπὸ χθονὸς εὐρυοδείης.

ἔνθ΄ οἵ γ΄ ἄλγε΄ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες

εἵατ΄ ἐπ΄ ἐσχατιῇ μεγάλης ἐν πείρασι γαίης

δηθὰ μάλ΄ ἀχνύμενοι͵ κραδίῃ μέγα πένθος ἔχοντες.

ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

οὓς τέκεν ἠύκομος Ρείη Κρόνου ἐν φιλότητι

Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις•

αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε͵

σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.

δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ΄ ἔχοντες

ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο͵

οἱ μὲν ἀφ΄ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί͵

οἱ δ΄ ἄρ΄ ἀπ΄ Οὐλύμποιο θεοὶ δωτῆρες ἐάων

οὓς τέκεν ἠύκομος Ρείη Κρόνῳ εὐνηθεῖσα.

οἵ ῥα τότ΄ ἀλλήλοισι μάχην θυμαλγέ΄ ἔχοντες

συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς•

οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ

οὐδετέροις͵ ἶσον δὲ τέλος τέτατο πτολέμοιο.

ἀλλ΄ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα͵

νέκταρ τ΄ ἀμβροσίην τε͵ τά περ θεοὶ αὐτοὶ ἔδουσι͵

πάντων τ΄ ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ͵

[ὡς νέκταρ τ΄ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν͵]

δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε•

κέκλυτέ μευ Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα͵

ὄφρ΄ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι

νίκης καὶ κάρτευς πέρι μαρνάμεθ΄ ἤματα πάντα͵

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους

φαίνετε Τιτήνεσσιν ἐναντίον ἐν δαῒ λυγρῇ͵

μνησάμενοι φιλότητος ἐνηέος͵ ὅσσα παθόντες

ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ

ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.

ὣς φάτο• τὸν δ΄ αἶψ΄ αὖτις ἀμείβετο Κόττος ἀμύμων•

δαιμόνι΄͵ οὐκ ἀδάητα πιφαύσκεαι͵ ἀλλὰ καὶ αὐτοὶ

ἴδμεν ὅ τοι περὶ μὲν πραπίδες͵ περὶ δ΄ ἐστὶ νόημα͵

ἀλκτὴρ δ΄ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο͵

σῇσι δ΄ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος

ἄψορρον ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν

ἠλύθομεν͵ Κρόνου υἱὲ ἄναξ͵ ἀνάελπτα παθόντες.

τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ πρόφρονι θυμῷ

ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηιοτῆτι͵

μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.

ὣς φάτ΄• ἐπῄνησαν δὲ θεοὶ δωτῆρες ἐάων

μῦθον ἀκούσαντες• πολέμου δ΄ ἐλιλαίετο θυμὸς

μᾶλλον ἔτ΄ ἢ τὸ πάροιθε• μάχην δ΄ ἀμέγαρτον ἔγειραν

πάντες͵ θήλειαί τε καὶ ἄρσενες͵ ἤματι κείνῳ͵

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο͵

οὕς τε Ζεὺς ἐρέβεσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε͵

δεινοί τε κρατεροί τε͵ βίην ὑπέροπλον ἔχοντες.

τῶν ἑκατὸν μὲν χεῖρες ἀπ΄ ὤμων ἀίσσοντο

πᾶσιν ὁμῶς͵ κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ

πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες•

Τιτῆνες δ΄ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας

προφρονέως• χειρῶν τε βίης θ΄ ἅμα ἔργον ἔφαινον

ἀμφότεροι͵ δεινὸν δὲ περίαχε πόντος ἀπείρων͵

γῆ δὲ μέγ΄ ἐσμαράγησεν͵ ἐπέστενε δ΄ οὐρανὸς εὐρὺς

σειόμενος͵ πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος

ῥιπῇ ὕπ΄ ἀθανάτων͵ ἔνοσις δ΄ ἵκανε βαρεῖα

τάρταρον ἠερόεντα ποδῶν͵ αἰπεῖά τ΄ ἰωὴ

ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων.

ὣς ἄρ΄ ἐπ΄ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα•

φωνὴ δ΄ ἀμφοτέρων ἵκετ΄ οὐρανὸν ἀστερόεντα

κεκλομένων• οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

οὐδ΄ ἄρ΄ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος͵ ἀλλά νυ τοῦ γε

εἶθαρ μὲν μένεος πλῆντο φρένες͵ ἐκ δέ τε πᾶσαν

φαῖνε βίην• ἄμυδις δ΄ ἄρ΄ ἀπ΄ οὐρανοῦ ἠδ΄ ἀπ΄ Ὀλύμπου

ἀστράπτων ἔστειχε συνωχαδόν͵ οἱ δὲ κεραυνοὶ

ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο

χειρὸς ἄπο στιβαρῆς͵ ἱερὴν φλόγα εἰλυφόωντες͵

ταρφέες• ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε

καιομένη͵ λάκε δ΄ ἀμφὶ περὶ μεγάλ΄ ἄσπετος ὕλη•

ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα

πόντός τ΄ ἀτρύγετος• τοὺς δ΄ ἄμφεπε θερμὸς ἀυτμὴ

Τιτῆνας χθονίους͵ φλὸξ δ΄ αἰθέρα δῖαν ἵκανεν

ἄσπετος͵ ὄσσε δ΄ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων

αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.

καῦμα δὲ θεσπέσιον κάτεχεν χάος• εἴσατο δ΄ ἄντα

ὀφθαλμοῖσιν ἰδεῖν ἠδ΄ οὔασιν ὄσσαν ἀκοῦσαι

αὔτως͵ ὡς ὅτε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε

πίλνατο• τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει͵

τῆς μὲν ἐρειπομένης͵ τοῦ δ΄ ὑψόθεν ἐξεριπόντος•

τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.

σὺν δ΄ ἄνεμοι ἔνοσίν τε κονίην τ΄ ἐσφαράγιζον

βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν͵

κῆλα Διὸς μεγάλοιο͵ φέρον δ΄ ἰαχήν τ΄ ἐνοπήν τε

ἐς μέσον ἀμφοτέρων• ὄτοβος δ΄ ἄπλητος ὀρώρει

σμερδαλέης ἔριδος͵ κάρτευς δ΄ ἀνεφαίνετο ἔργον.

ἐκλίνθη δὲ μάχη• πρὶν δ΄ ἀλλήλοις ἐπέχοντες

ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.

οἱ δ΄ ἄρ΄ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν͵

Κόττος τε Βριάρεώς τε Γύγης τ΄ ἄατος πολέμοιο•

οἵ ῥα τριηκοσίας πέτρας στιβαρέων ἀπὸ χειρῶν

πέμπον ἐπασσυτέρας͵ κατὰ δ΄ ἐσκίασαν βελέεσσι

Τιτῆνας• καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης

πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν͵

νικήσαντες χερσὶν ὑπερθύμους περ ἐόντας͵

τόσσον ἔνερθ΄ ὑπὸ γῆς ὅσον οὐρανός ἐστ΄ ἀπὸ γαίης•

τόσσον γάρ τ΄ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα.

ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

οὐρανόθεν κατιών͵ δεκάτῃ κ΄ ἐς γαῖαν ἵκοιτο•

[ἶσον δ΄ αὖτ΄ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα•]

ἐννέα δ΄ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

ἐκ γαίης κατιών͵ δεκάτῃ κ΄ ἐς τάρταρον ἵκοι.

τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται• ἀμφὶ δέ μιν νὺξ

τριστοιχὶ κέχυται περὶ δειρήν• αὐτὰρ ὕπερθε

γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.

ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι

κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο͵

χώρῳ ἐν εὐρώεντι͵ πελώρης ἔσχατα γαίης.

τοῖς οὐκ ἐξιτόν ἐστι͵ θύρας δ΄ ἐπέθηκε Ποσειδέων

χαλκείας͵ τεῖχος δ΄ ἐπελήλαται ἀμφοτέρωθεν.

[ἔνθα Γύγης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος

ναίουσιν͵ φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.

ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος

πόντου τ΄ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

ἑξείης πάντων πηγαὶ καὶ πείρατ΄ ἔασιν͵

ἀργαλέ΄ εὐρώεντα͵ τά τε στυγέουσι θεοί περ•

χάσμα μέγ΄͵ οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

οὖδας ἵκοιτ΄͵ εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο͵

ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλης

ἀργαλέη• δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι.]

[τοῦτο τέρας• καὶ Νυκτὸς ἐρεμνῆς οἰκία δεινὰ

ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσι.]

τῶν πρόσθ΄ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν

ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν

ἀστεμφέως͵ ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι

ἀλλήλας προσέειπον ἀμειβόμεναι μέγαν οὐδὸν

χάλκεον• ἡ μὲν ἔσω καταβήσεται͵ ἡ δὲ θύραζε

ἔρχεται͵ οὐδέ ποτ΄ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει͵

ἀλλ΄ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα

γαῖαν ἐπιστρέφεται͵ ἡ δ΄ αὖ δόμου ἐντὸς ἐοῦσα

μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ͵ ἔστ΄ ἂν ἵκηται•

ἡ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα͵

ἡ δ΄ Ὕπνον μετὰ χερσί͵ κασίγνητον Θανάτοιο͵

Νὺξ ὀλοή͵ νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.

ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί΄ ἔχουσιν͵

Ὕπνος καὶ Θάνατος͵ δεινοὶ θεοί• οὐδέ ποτ΄ αὐτοὺς

Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν

οὐρανὸν εἰσανιὼν οὐδ΄ οὐρανόθεν καταβαίνων.

τῶν ἕτερος μὲν γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι͵

τοῦ δὲ σιδηρέη μὲν κραδίη͵ χάλκεον δέ οἱ ἦτορ

νηλεὲς ἐν στήθεσσιν• ἔχει δ΄ ὃν πρῶτα λάβῃσιν

ἀνθρώπων• ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες

[ἰφθίμου τ΄ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης]

ἑστᾶσιν͵ δεινὸς δὲ κύων προπάροιθε φυλάσσει͵

νηλειής͵ τέχνην δὲ κακὴν ἔχει• ἐς μὲν ἰόντας

σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν͵

ἐξελθεῖν δ΄ οὐκ αὖτις ἐᾷ πάλιν͵ ἀλλὰ δοκεύων

ἐσθίει͵ ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.

[ἰφθίμου τ΄ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.]

ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι͵

δεινὴ Στύξ͵ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο

πρεσβυτάτη• νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει

μακρῇσιν πέτρῃσι κατηρεφέ΄• ἀμφὶ δὲ πάντῃ

κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.

παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις

ἀγγελίη πωλεῖται ἐπ΄ εὐρέα νῶτα θαλάσσης.

ὁππότ΄ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται͵

καί ῥ΄ ὅστις ψεύδηται Ὀλύμπια δώματ΄ ἐχόντων͵

Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι

τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ͵

ψυχρόν͵ ὅ τ΄ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο

ὑψηλῆς• πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης

ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν•

Ὠκεανοῖο κέρας͵ δεκάτη δ΄ ἐπὶ μοῖρα δέδασται•

ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει͵

ἡ δὲ μί΄ ἐκ πέτρης προρέει͵ μέγα πῆμα θεοῖσιν.

ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ

ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου͵

κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν•

οὐδέ ποτ΄ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον

βρώσιος͵ ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος

στρωτοῖς ἐν λεχέεσσι͵ κακὸν δ΄ ἐπὶ κῶμα καλύπτει.

αὐτὰρ ἐπὴν νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν͵

ἄλλος δ΄ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος•

εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων͵

οὐδέ ποτ΄ ἐς βουλὴν ἐπιμίσγεται οὐδ΄ ἐπὶ δαῖτας

ἐννέα πάντ΄ ἔτεα• δεκάτῳ δ΄ ἐπιμίσγεται αὖτις

εἰρέας ἀθανάτων οἳ Ὀλύμπια δώματ΄ ἔχουσι.

τοῖον ἄρ΄ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ͵

ὠγύγιον• τὸ δ΄ ἵησι καταστυφέλου διὰ χώρου.

ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος

πόντου τ΄ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

ἑξείης πάντων πηγαὶ καὶ πείρατ΄ ἔασιν͵

ἀργαλέ΄ εὐρώεντα͵ τά τε στυγέουσι θεοί περ.

ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός͵

ἀστεμφὲς ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς͵

αὐτοφυής• πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων

Τιτῆνες ναίουσι͵ πέρην χάεος ζοφεροῖο.

αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι

δώματα ναιετάουσιν ἐπ΄ Ὠκεανοῖο θεμέθλοις͵

Κόττος τ΄ ἠδὲ Γύγης• Βριάρεών γε μὲν ἠὺν ἐόντα

γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος͵

δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν͵ θυγατέρα ἥν.

αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ΄ οὐρανοῦ ἐξέλασε Ζεύς͵

ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη

Ταρτάρου ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην•

οὗ χεῖρες μὲν ἔασιν ἐπ΄ ἰσχύι ἔργματ΄ ἔχουσαι͵

καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ• ἐκ δέ οἱ ὤμων

ἦν ἑκατὸν κεφαλαὶ ὄφιος δεινοῖο δράκοντος͵

γλώσσῃσι δνοφερῇσι λελιχμότες• ἐν δέ οἱ ὄσσε

θεσπεσίῃς κεφαλῇσιν ὑπ΄ ὀφρύσι πῦρ ἀμάρυσσεν•

[πασέων δ΄ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο•]

φωναὶ δ΄ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι͵

παντοίην ὄπ΄ ἰεῖσαι ἀθέσφατον• ἄλλοτε μὲν γὰρ

φθέγγονθ΄ ὥς τε θεοῖσι συνιέμεν͵ ἄλλοτε δ΄ αὖτε

ταύρου ἐριβρύχεω μένος ἀσχέτου ὄσσαν ἀγαύρου͵

ἄλλοτε δ΄ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος͵

ἄλλοτε δ΄ αὖ σκυλάκεσσιν ἐοικότα͵ θαύματ΄ ἀκοῦσαι͵

ἄλλοτε δ΄ αὖ ῥοίζεσχ΄͵ ὑπὸ δ΄ ἤχεεν οὔρεα μακρά.

καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ͵

καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν͵

εἰ μὴ ἄρ΄ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε•

σκληρὸν δ΄ ἐβρόντησε καὶ ὄβριμον͵ ἀμφὶ δὲ γαῖα

σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε

πόντός τ΄ Ὠκεανοῦ τε ῥοαὶ καὶ τάρταρα γαίης.

ποσσὶ δ΄ ὕπ΄ ἀθανάτοισι μέγας πελεμίζετ΄ Ὄλυμπος

ὀρνυμένοιο ἄνακτος• ἐπεστονάχιζε δὲ γαῖα.

καῦμα δ΄ ὑπ΄ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον

βροντῆς τε στεροπῆς τε πυρός τ΄ ἀπὸ τοῖο πελώρου

πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος•

ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα•

θυῖε δ΄ ἄρ΄ ἀμφ΄ ἀκτὰς περί τ΄ ἀμφί τε κύματα μακρὰ

ῥιπῇ ὕπ΄ ἀθανάτων͵ ἔνοσις δ΄ ἄσβεστος ὀρώρει•

τρέε δ΄ Ἀίδης ἐνέροισι καταφθιμένοισιν ἀνάσσων

Τιτῆνές θ΄ ὑποταρτάριοι Κρόνον ἀμφὶς ἐόντες

ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.

Ζεὺς δ΄ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος͵ εἵλετο δ΄ ὅπλα͵

βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν͵

πλῆξεν ἀπ΄ Οὐλύμποιο ἐπάλμενος• ἀμφὶ δὲ πάσας

ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.

αὐτὰρ ἐπεὶ δή μιν δάμασε πληγῇσιν ἱμάσσας͵

ἤριπε γυιωθείς͵ στονάχιζε δὲ γαῖα πελώρη•

φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος

οὔρεος ἐν βήσσῃσιν ἀιδνῆς παιπαλοέσσης

πληγέντος͵ πολλὴ δὲ πελώρη καίετο γαῖα

αὐτμῇ θεσπεσίῃ͵ καὶ ἐτήκετο κασσίτερος ὣς

τέχνῃ ὑπ΄ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι

θαλφθείς͵ ἠὲ σίδηρος͵ ὅ περ κρατερώτατός ἐστιν͵

οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ

τήκεται ἐν χθονὶ δίῃ ὑφ΄ Ἡφαίστου παλάμῃσιν•

ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.

ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς τάρταρον εὐρύν.

ἐκ δὲ Τυφωέος ἔστ΄ ἀνέμων μένος ὑγρὸν ἀέντων͵

νόσφι Νότου Βορέω τε καὶ ἀργεστέω Ζεφύροιο•

οἵ γε μὲν ἐκ θεόφιν γενεήν͵ θνητοῖς μέγ΄ ὄνειαρ.

αἱ δ΄ ἄλλαι μὰψ αὖραι ἐπιπνείουσι θάλασσαν•

αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον͵

πῆμα μέγα θνητοῖσι͵ κακῇ θυίουσιν ἀέλλῃ•

ἄλλοτε δ΄ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας

ναύτας τε φθείρουσι• κακοῦ δ΄ οὐ γίνεται ἀλκὴ

ἀνδράσιν͵ οἳ κείνῃσι συνάντωνται κατὰ πόντον.

αἱ δ΄ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν

ἔργ΄ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων͵

πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.

αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν͵

Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι͵

δή ῥα τότ΄ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν

Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν

ἀθανάτων• ὁ δὲ τοῖσιν ἐὺ διεδάσσατο τιμάς.

Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν͵

πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.

ἀλλ΄ ὅτε δὴ ἄρ΄ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην

τέξεσθαι͵ τότ΄ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας

αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν͵

Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος•

τὼς γάρ οἱ φρασάτην͵ ἵνα μὴ βασιληίδα τιμὴν

ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.

ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι•

πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν͵

ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν͵

αὐτὰρ ἔπειτ΄ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν

ἤμελλεν τέξεσθαι͵ ὑπέρβιον ἦτορ ἔχοντα•

ἀλλ΄ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν͵

ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.




δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν͵ ἣ τέκεν Ὥρας͵


Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν͵


αἵ τ΄ ἔργ΄ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι͵


Μοίρας θ΄͵ ᾗς πλείστην τιμὴν πόρε μητίετα Ζεύς͵


Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον͵ αἵ τε διδοῦσι


θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.


τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρήους͵


Ὠκεανοῦ κούρη πολυήρατον εἶδος ἔχουσα͵


Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ΄ ἐρατεινήν•


τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων


λυσιμελής• καλὸν δέ θ΄ ὑπ΄ ὀφρύσι δερκιόωνται.


Αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν•


ἣ τέκε Περσεφόνην λευκώλενον͵ ἣν Ἀιδωνεὺς


ἥρπασεν ἧς παρὰ μητρός͵ ἔδωκε δὲ μητίετα Ζεύς.


Μνημοσύνης δ΄ ἐξαῦτις ἐράσσατο καλλικόμοιο͵


ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο


ἐννέα͵ τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.


Λητὼ δ΄ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν


ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων


γείνατ΄ ἄρ΄ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.


λοισθοτάτην δ΄ ῞Ηρην θαλερὴν ποιήσατ΄ ἄκοιτιν•


ἡ δ΄ ῞Ηβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε


μιχθεῖσ΄ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.


αὐτὸς δ΄ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ΄ Ἀθήνην͵


δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην͵


πότνιαν͵ ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε•


῞Ηρη δ΄ ῞Ηφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα


γείνατο͵ καὶ ζαμένησε καὶ ἤρισεν ᾧ παρακοίτῃ͵


ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.


ἐκ δ΄ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου


Τρίτων εὐρυβίης γένετο μέγας͵ ὅς τε θαλάσσης


πυθμέν΄ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι


ναίει χρύσεα δῶ͵ δεινὸς θεός. αὐτὰρ Ἄρηι


ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε͵


δεινούς͵ οἵ τ΄ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας


ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ͵


Ἁρμονίην θ΄͵ ἣν Κάδμος ὑπέρθυμος θέτ΄ ἄκοιτιν.


Ζηνὶ δ΄ ἄρ΄ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν͵


κήρυκ΄ ἀθανάτων͵ ἱερὸν λέχος εἰσαναβᾶσα.


Καδμηὶς δ΄ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν


μιχθεῖσ΄ ἐν φιλότητι͵ Διώνυσον πολυγηθέα͵


ἀθάνατον θνητή• νῦν δ΄ ἀμφότεροι θεοί εἰσιν.


Ἀλκμήνη δ΄ ἄρ΄ ἔτικτε βίην Ἡρακληείην


μιχθεῖσ΄ ἐν φιλότητι Διὸς νεφεληγερέταο.


Ἀγλαΐην δ΄ ῞Ηφαιστος ἀγακλυτὸς ἀμφιγυήεις


ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ΄ ἄκοιτιν.


χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην͵


κούρην Μίνωος͵ θαλερὴν ποιήσατ΄ ἄκοιτιν•


τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρων θῆκε Κρονίων.


῞Ηβην δ΄ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός͵


ἲς Ἡρακλῆος͵ τελέσας στονόεντας ἀέθλους͵


παῖδα Διὸς μεγάλοιο καὶ ῞Ηρης χρυσοπεδίλου͵


αἰδοίην θέτ΄ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι•


ὄλβιος͵ ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας


ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.


Ἠελίῳ δ΄ ἀκάμαντι τέκε κλυτὸς Ὠκεανίνη


Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.


Αἰήτης δ΄ υἱὸς φαεσιμβρότου Ἠελίοιο


κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο


γῆμε θεῶν βουλῇσιν͵ Ἰδυῖαν καλλιπάρηον•


ἣ δή οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι


γείναθ΄ ὑποδμηθεῖσα διὰ χρυσῆν Ἀφροδίτην.


ὑμεῖς μὲν νῦν χαίρετ΄͵ Ὀλύμπια δώματ΄ ἔχοντες͵


νῆσοί τ΄ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος•


νῦν δὲ θεάων φῦλον ἀείσατε͵ ἡδυέπειαι


Μοῦσαι Ὀλυμπιάδες͵ κοῦραι Διὸς αἰγιόχοιο͵


ὅσσαι δὴ θνητοῖσι παρ΄ ἀνδράσιν εὐνηθεῖσαι


ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.


Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο δῖα θεάων͵


Ἰασίῳ ἥρωι μιγεῖσ΄ ἐρατῇ φιλότητι


νειῷ ἔνι τριπόλῳ͵ Κρήτης ἐν πίονι δήμῳ͵


ἐσθλόν͵ ὃς εἶσ΄ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης


πᾶσαν• τῷ δὲ τυχόντι καὶ οὗ κ΄ ἐς χεῖρας ἵκηται͵


τὸν δὴ ἀφνειὸν ἔθηκε͵ πολὺν δέ οἱ ὤπασεν ὄλβον.


Κάδμῳ δ΄ Ἁρμονίη͵ θυγάτηρ χρυσῆς Ἀφροδίτης͵


Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρηον


Αὐτονόην θ΄͵ ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης͵


γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.


κούρη δ΄ Ὠκεανοῦ Χρυσάορι καρτεροθύμῳ


μιχθεῖσ΄ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης


Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων͵


Γηρυονέα͵ τὸν κτεῖνε βίη Ἡρακληείη


βοῶν ἕνεκ΄ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.


Τιθωνῷ δ΄ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν͵


Αἰθιόπων βασιλῆα͵ καὶ Ἠμαθίωνα ἄνακτα.


αὐτάρ τοι Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν͵


ἴφθιμον Φαέθοντα͵ θεοῖς ἐπιείκελον ἄνδρα•


τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ΄ ἐρικυδέος ἥβης


παῖδ΄ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη


ὦρτ΄ ἀνερειψαμένη͵ καί μιν ζαθέοις ἐνὶ νηοῖς


νηοπόλον μύχιον ποιήσατο͵ δαίμονα δῖον.


κούρην δ΄ Αἰήταο διοτρεφέος βασιλῆος


Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων


ἦγε παρ΄ Αἰήτεω͵ τελέσας στονόεντας ἀέθλους͵


τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ͵


ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός•


τοὺς τελέσας ἐς Ἰωλκὸν ἀφίκετο πολλὰ μογήσας


ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην


Αἰσονίδης͵ καί μιν θαλερὴν ποιήσατ΄ ἄκοιτιν.


καί ῥ΄ ἥ γε δμηθεῖσ΄ ὑπ΄ Ἰήσονι ποιμένι λαῶν


Μήδειον τέκε παῖδα͵ τὸν οὔρεσιν ἔτρεφε Χείρων


Φιλλυρίδης• μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.


αὐτὰρ Νηρῆος κοῦραι ἁλίοιο γέροντος͵


ἤτοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων


Αἰακοῦ ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην•


Πηλεῖ δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα


γείνατ΄ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.


Αἰνείαν δ΄ ἄρ΄ ἔτικτεν ἐυστέφανος Κυθέρεια͵


Ἀγχίσῃ ἥρωι μιγεῖσ΄ ἐρατῇ φιλότητι


Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης.


Κίρκη δ΄ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο


γείνατ΄ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι


Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε•


[Τηλέγονον δὲ ἔτικτε διὰ χρυσῆν Ἀφροδίτην•]


οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων


πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.


Ναυσίθοον δ΄ Ὀδυσῆι Καλυψὼ δῖα θεάων


γείνατο Ναυσίνοόν τε μιγεῖσ΄ ἐρατῇ φιλότητι.


αὗται μὲν θνητοῖσι παρ΄ ἀνδράσιν εὐνηθεῖσαι


ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα


[νῦν δὲ γυναικῶν φῦλον ἀείσατε͵ ἡδυέπειαι


Μοῦσαι Ὀλυμπιάδες͵ κοῦραι Διὸς αἰγιόχοιο.]