ΗΣΙΟΔΟΣ: Θεογονία


ΘΕΟΓΟΝΙΑ

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ΄ ἀείδειν͵

αἵ θ΄ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν

τε͵ καί τε περὶ κρήνην ἰοειδέα πόσσ΄ ἁπαλοῖσιν

ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος•

καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο

ἠ΄ Ἵππου κρήνης ἠ΄ Ὀλμειοῦ ζαθέοιο

ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο͵

καλοὺς ἱμερόεντας͵ ἐπερρώσαντο δὲ ποσσίν.

ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῷ

ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι͵

ὑμνεῦσαι Δία τ΄ αἰγίοχον καὶ πότνιαν ῞Ηρην

Ἀργείην͵ χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν͵

κούρην τ΄ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην

Φοῖβόν τ΄ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν

ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιον

καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ΄ Ἀφροδίτην

῞Ηβην τε χρυσοστέφανον καλήν τε Διώνην

Λητώ τ΄ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην

Ἠῶ τ΄ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

Γαῖάν τ΄ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν

ἄλλων τ΄ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

αἵ νύ ποθ΄ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν͵

ἄρνας ποιμαίνονθ΄ Ἑλικῶνος ὕπο ζαθέοιο.

τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον͵

Μοῦσαι Ὀλυμπιάδες͵ κοῦραι Διὸς αἰγιόχοιο•

ποιμένες ἄγραυλοι͵ κάκ΄ ἐλέγχεα͵ γαστέρες οἶον͵

ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα͵

ἴδμεν δ΄ εὖτ΄ ἐθέλωμεν ἀληθέα γηρύσασθαι.

ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι͵

καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον

δρέψασαι͵ θηητόν• ἐνέπνευσαν δέ μοι αὐδὴν

θέσπιν͵ ἵνα κλείοιμι τά τ΄ ἐσσόμενα πρό τ΄ ἐόντα͵

καί μ΄ ἐκέλονθ΄ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων͵

σφᾶς δ΄ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;

τύνη͵ Μουσάων ἀρχώμεθα͵ ταὶ Διὶ πατρὶ

ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου͵

εἴρουσαι τά τ΄ ἐόντα τά τ΄ ἐσσόμενα πρό τ΄ ἐόντα͵

φωνῇ ὁμηρεῦσαι͵ τῶν δ΄ ἀκάματος ῥέει αὐδὴ

ἐκ στομάτων ἡδεῖα• γελᾷ δέ τε δώματα πατρὸς

Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

σκιδναμένῃ͵ ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

δώματά τ΄ ἀθανάτων• αἱ δ΄ ἄμβροτον ὄσσαν ἱεῖσαι

θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

ἐξ ἀρχῆς͵ οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν͵

οἵ τ΄ ἐκ τῶν ἐγένοντο͵ θεοὶ δωτῆρες ἐάων•

δεύτερον αὖτε Ζῆνα θεῶν πατέρ΄ ἠδὲ καὶ ἀνδρῶν͵

[ἀρχόμεναί θ΄ ὑμνεῦσι θεαὶ λήγουσαί τ΄ ἀοιδῆς͵]

ὅσσον φέρτατός ἐστι θεῶν κάρτει τε μέγιστος•

αὖτις δ΄ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων

ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου

Μοῦσαι Ὀλυμπιάδες͵ κοῦραι Διὸς αἰγιόχοιο.

τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα

Μνημοσύνη͵ γουνοῖσιν Ἐλευθῆρος μεδέουσα͵

λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.

ἐννέα γάρ οἱ νύκτας ἐμίσγετο μητίετα Ζεὺς

νόσφιν ἀπ΄ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων•

ἀλλ΄ ὅτε δή ῥ΄ ἐνιαυτὸς ἔην͵ περὶ δ΄ ἔτραπον ὧραι

μηνῶν φθινόντων͵ περὶ δ΄ ἤματα πόλλ΄ ἐτελέσθη͵

ἡ δ΄ ἔτεκ΄ ἐννέα κούρας͵ ὁμόφρονας͵ ᾗσιν ἀοιδὴ

μέμβλεται ἐν στήθεσσιν͵ ἀκηδέα θυμὸν ἐχούσαις͵

τυτθὸν ἀπ΄ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου•

ἔνθά σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά͵

πὰρ δ΄ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί΄ ἔχουσιν

ἐν θαλίῃς• ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι

μέλπονται͵ πάντων τε νόμους καὶ ἤθεα κεδνὰ

ἀθανάτων κλείουσιν͵ ἐπήρατον ὄσσαν ἱεῖσαι.

αἳ τότ΄ ἴσαν πρὸς Ὄλυμπον͵ ἀγαλλόμεναι ὀπὶ καλῇ͵

ἀμβροσίῃ μολπῇ• περὶ δ΄ ἴαχε γαῖα μέλαινα

ὑμνεύσαις͵ ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει

νισομένων πατέρ΄ εἰς ὅν• ὁ δ΄ οὐρανῷ ἐμβασιλεύει͵

αὐτὸς ἔχων βροντὴν ἠδ΄ αἰθαλόεντα κεραυνόν͵

κάρτει νικήσας πατέρα Κρόνον• εὖ δὲ ἕκαστα

ἀθανάτοις διέταξε νόμους καὶ ἐπέφραδε τιμάς.

ταῦτ΄ ἄρα Μοῦσαι ἄειδον Ὀλύμπια δώματ΄ ἔχουσαι͵

ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι͵

Κλειώ τ΄ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε

Τερψιχόρη τ΄ Ἐρατώ τε Πολύμνιά τ΄ Οὐρανίη τε

Καλλιόπη θ΄• ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ΄ αἰδοίοισιν ὀπηδεῖ.

ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο

γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων͵

τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην͵

τοῦ δ΄ ἔπε΄ ἐκ στόματος ῥεῖ μείλιχα• οἱ δέ νυ λαοὶ

πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας

ἰθείῃσι δίκῃσιν• ὁ δ΄ ἀσφαλέως ἀγορεύων

αἶψά τι καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε•

τούνεκα γὰρ βασιλῆες ἐχέφρονες͵ οὕνεκα λαοῖς

βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

ῥηιδίως͵ μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν•

ἐρχόμενον δ΄ ἀν΄ ἀγῶνα θεὸν ὣς ἱλάσκονται

αἰδοῖ μειλιχίῃ͵ μετὰ δὲ πρέπει ἀγρομένοισι.

τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος

ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί͵

ἐκ δὲ Διὸς βασιλῆες• ὁ δ΄ ὄλβιος͵ ὅντινα Μοῦσαι

φίλωνται• γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ

ἄζηται κραδίην ἀκαχήμενος͵ αὐτὰρ ἀοιδὸς

Μουσάων θεράπων κλεῖα προτέρων ἀνθρώπων

ὑμνήσει μάκαράς τε θεοὺς οἳ Ὄλυμπον ἔχουσιν͵

αἶψ΄ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων

μέμνηται• ταχέως δὲ παρέτραπε δῶρα θεάων.

χαίρετε τέκνα Διός͵ δότε δ΄ ἱμερόεσσαν ἀοιδήν•

κλείετε δ΄ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων͵

οἳ Γῆς ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος͵

Νυκτός τε δνοφερῆς͵ οὕς θ΄ ἁλμυρὸς ἔτρεφε Πόντος.

εἴπατε δ΄ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο

καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἴδματι θυίων

ἄστρά τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν•

[οἵ τ΄ ἐκ τῶν ἐγένοντο͵ θεοὶ δωτῆρες ἐάων•]

ὥς τ΄ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο͵

ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.

ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ΄ ἔχουσαι

ἐξ ἀρχῆς͵ καὶ εἴπαθ΄͵ ὅτι πρῶτον γένετ΄ αὐτῶν.

ἤτοι μὲν πρώτιστα Χάος γένετ΄• αὐτὰρ ἔπειτα

Γαῖ΄ εὐρύστερνος͵ πάντων ἕδος ἀσφαλὲς αἰεὶ

ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου͵

Τάρταρά τ΄ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης͵

ἠδ΄ Ἔρος͵ ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι͵

λυσιμελής͵ πάντων τε θεῶν πάντων τ΄ ἀνθρώπων

δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

ἐκ Χάεος δ΄ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο•

Νυκτὸς δ΄ αὖτ΄ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο͵

οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.

Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ

Οὐρανὸν ἀστερόενθ΄͵ ἵνα μιν περὶ πάντα καλύπτοι͵

ὄφρ΄ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί͵

γείνατο δ΄ οὔρεα μακρά͵ θεᾶν χαρίεντας ἐναύλους

Νυμφέων͵ αἳ ναίουσιν ἀν΄ οὔρεα βησσήεντα͵

ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον͵

Πόντον͵ ἄτερ φιλότητος ἐφιμέρου• αὐτὰρ ἔπειτα

Οὐρανῷ εὐνηθεῖσα τέκ΄ Ὠκεανὸν βαθυδίνην

Κοῖόν τε Κρεῖόν θ΄ Ὑπερίονά τ΄ Ἰαπετόν τε

Θείαν τε Ρείαν τε Θέμιν τε Μνημοσύνην τε

Φοίβην τε χρυσοστέφανον Τηθύν τ΄ ἐρατεινήν.

τοὺς δὲ μέθ΄ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης͵

δεινότατος παίδων͵ θαλερὸν δ΄ ἤχθηρε τοκῆα.

γείνατο δ΄ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας͵

Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον͵

οἳ Ζηνὶ βροντήν τ΄ ἔδοσαν τεῦξάν τε κεραυνόν.

οἱ δ΄ ἤτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν͵

μοῦνος δ΄ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ•

Κύκλωπες δ΄ ὄνομ΄ ἦσαν ἐπώνυμον͵ οὕνεκ΄ ἄράσφεων

κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ•

ἰσχὺς δ΄ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ΄ ἔργοις.

ἄλλοι δ΄ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι͵ οὐκ ὀνομαστοί͵

Κόττος τε Βριάρεώς τε Γύγης θ΄͵ ὑπερήφανα τέκνα.

τῶν ἑκατὸν μὲν χεῖρες ἀπ΄ ὤμων ἀίσσοντο͵

ἄπλαστοι͵ κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν•

ἰσχὺς δ΄ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.

ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο͵

δεινότατοι παίδων͵ σφετέρῳ δ΄ ἤχθοντο τοκῆι

ἐξ ἀρχῆς• καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο͵

πάντας ἀποκρύπτασκε καὶ ἐς φάος οὐκ ἀνίεσκε

Γαίης ἐν κευθμῶνι͵ κακῷ δ΄ ἐπετέρπετο ἔργῳ͵

Οὐρανός• ἡ δ΄ ἐντὸς στοναχίζετο Γαῖα πελώρη

στεινομένη͵ δολίην δὲ κακὴν ἐπεφράσσατο τέχνην.

αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος

τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν•

εἶπε δὲ θαρσύνουσα͵ φίλον τετιημένη ἦτορ•

παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου͵ αἴ κ΄ ἐθέλητε

πείθεσθαι• πατρός κε κακὴν τεισαίμεθα λώβην

ὑμετέρου• πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

ὣς φάτο• τοὺς δ΄ ἄρα πάντας ἕλεν δέος͵ οὐδέ τις αὐτῶν

φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης

αἶψ΄ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν•

μῆτερ͵ ἐγώ κεν τοῦτό γ΄ ὑποσχόμενος τελέσαιμι

ἔργον͵ ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω

ἡμετέρου• πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

ὣς φάτο• γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη•

εἷσε δέ μιν κρύψασα λόχῳ͵ ἐνέθηκε δὲ χερσὶν

ἅρπην καρχαρόδοντα͵ δόλον δ΄ ὑπεθήκατο πάντα.

ἦλθε δὲ νύκτ΄ ἐπάγων μέγας Οὐρανός͵ ἀμφὶ δὲ Γαίῃ

ἱμείρων φιλότητος ἐπέσχετο͵ καί ῥ΄ ἐτανύσθη

πάντῃ• ὁ δ΄ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ

σκαιῇ͵ δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην͵

μακρὴν καρχαρόδοντα͵ φίλου δ΄ ἀπὸ μήδεα πατρὸς

ἐσσυμένως ἤμησε͵ πάλιν δ΄ ἔρριψε φέρεσθαι

ἐξοπίσω. τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός•

ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι͵

πάσας δέξατο Γαῖα• περιπλομένων δ΄ ἐνιαυτῶν

γείνατ΄ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας͵

τεύχεσι λαμπομένους͵ δολίχ΄ ἔγχεα χερσὶν ἔχοντας͵

Νύμφας θ΄ ἃς Μελίας καλέουσ΄ ἐπ΄ ἀπείρονα γαῖαν.

μήδεα δ΄ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι

κάββαλ΄ ἀπ΄ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ͵

ὣς φέρετ΄ ἂμ πέλαγος πουλὺν χρόνον͵ ἀμφὶ δὲ λευκὸς

ἀφρὸς ἀπ΄ ἀθανάτου χροὸς ὤρνυτο• τῷ δ΄ ἔνι κούρη

ἐθρέφθη• πρῶτον δὲ Κυθήροισι ζαθέοισιν

ἔπλητ΄͵ ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

ἐκ δ΄ ἔβη αἰδοίη καλὴ θεός͵ ἀμφὶ δὲ ποίη

ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο• τὴν δ΄ Ἀφροδίτην

[ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν]

κικλήσκουσι θεοί τε καὶ ἀνέρες͵ οὕνεκ΄ ἐν ἀφρῷ

θρέφθη• ἀτὰρ Κυθέρειαν͵ ὅτι προσέκυρσε Κυθήροις•

Κυπρογενέα δ΄͵ ὅτι γέντο περικλύστῳ ἐνὶ Κύπρῳ•

ἠδὲ φιλομμειδέα͵ ὅτι μηδέων ἐξεφαάνθη.

τῇ δ΄ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἔσπετο καλὸς

γεινομένῃ τὰ πρῶτα θεῶν τ΄ ἐς φῦλον ἰούσῃ•

ταύτην δ΄ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε

μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι͵

παρθενίους τ΄ ὀάρους μειδήματά τ΄ ἐξαπάτας τε

τέρψίν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε

παῖδας νεικείων μέγας Οὐρανός͵ οὓς τέκεν αὐτός•

φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι

ἔργον͵ τοῖο δ΄ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.

Νὺξ δ΄ ἔτεκε στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν

καὶ Θάνατον͵ τέκε δ΄ Ὕπνον͵ ἔτικτε δὲ φῦλον Ὀνείρων.

δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν

οὔ τινι κοιμηθεῖσα θεῶν τέκε Νὺξ ἐρεβεννή͵

Ἑσπερίδας θ΄͵ αἷς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο

χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν•

καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους͵

[Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον͵ αἵ τε βροτοῖσι

γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε͵]

αἵ τ΄ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν͵

οὐδέποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο͵

πρίν γ΄ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν͵ ὅστις ἁμάρτῃ.

τίκτε δὲ καὶ Νέμεσιν πῆμα θνητοῖσι βροτοῖσι

Νὺξ ὀλοή• μετὰ τὴν δ΄ Ἀπάτην τέκε καὶ Φιλότητα

Γῆράς τ΄ οὐλόμενον͵ καὶ Ἔριν τέκε καρτερόθυμον.

αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα

Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα

Ὑσμίνας τε Μάχας τε Φόνους τ΄ Ἀνδροκτασίας τε

Νείκεά τε Ψεύδεά τε Λόγους τ΄ Ἀμφιλλογίας τε

Δυσνομίην τ΄ Ἄτην τε͵ συνήθεας ἀλλήλῃσιν͵

Ὅρκόν θ΄͵ ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους

πημαίνει͵ ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ•

Νηρέα δ΄ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος

πρεσβύτατον παίδων• αὐτὰρ καλέουσι γέροντα͵

οὕνεκα νημερτής τε καὶ ἤπιος͵ οὐδὲ θεμίστων

λήθεται͵ ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν•

αὖτις δ΄ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν

Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρηον

Εὐρυβίην τ΄ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

Νηρῆος δ΄ ἐγένοντο μεγήριτα τέκνα θεάων

πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο͵

κούρης Ὠκεανοῖο τελήεντος ποταμοῖο͵

Πρωθώ τ΄ Εὐκράντη τε Σαώ τ΄ Ἀμφιτρίτη τε

Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε͵

Κυμοθόη Σπειώ τε θοὴ Θαλίη τ΄ ἐρόεσσα

Πασιθέη τ΄ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς

καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ

Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια͵

Δωρὶς καὶ Πανόπη καὶ εὐειδὴς Γαλάτεια

Ἱπποθόη τ΄ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς

Κυμοδόκη θ΄͵ ἣ κύματ΄ ἐν ἠεροειδέι πόντῳ

πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ

ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ͵

Κυμώ τ΄ Ἠιόνη τε ἐυστέφανός θ΄ Ἁλιμήδη

Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια

Λειαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια

Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα

Εὐάρνη τε φυὴν ἐρατὴ καὶ εἶδος ἄμωμος

καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη

Νησώ τ΄ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε

Νημερτής θ΄͵ ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο

κοῦραι πεντήκοντα͵ ἀμύμονα ἔργ΄ εἰδυῖαι•

Θαύμας δ΄ Ὠκεανοῖο βαθυρρείταο θύγατρα

ἠγάγετ΄ Ἠλέκτρην• ἡ δ΄ ὠκεῖαν τέκεν Ἶριν

ἠυκόμους θ΄ Ἁρπυίας͵ Ἀελλώ τ΄ Ὠκυπέτην τε͵

αἵ ῥ΄ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ΄ ἕπονται

ὠκείῃς πτερύγεσσι• μεταχρόνιαι γὰρ ἴαλλον.

Φόρκυι δ΄ αὖ Κητὼ γραίας τέκε καλλιπαρήους

ἐκ γενετῆς πολιάς͵ τὰς δὴ Γραίας καλέουσιν

ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ΄ ἄνθρωποι͵

Πεμφρηδώ τ΄ εὔπεπλον Ἐνυώ τε κροκόπεπλον͵

Γοργούς θ΄͵ αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο

ἐσχατιῇ πρὸς νυκτός͵ ἵν΄ Ἑσπερίδες λιγύφωνοι͵

Σθεννώ τ΄ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα•

ἡ μὲν ἔην θνητή͵ αἱ δ΄ ἀθάνατοι καὶ ἀγήρῳ͵

αἱ δύο• τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης

ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι.

τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν͵

ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.

τῷ μὲν ἐπώνυμον ἦν͵ ὅτ΄ ἄρ΄ Ὠκεανοῦ παρὰ πηγὰς

γένθ΄͵ ὁ δ΄ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσι.

χὠ μὲν ἀποπτάμενος͵ προλιπὼν χθόνα μητέρα μήλων͵

ἵκετ΄ ἐς ἀθανάτους• Ζηνὸς δ΄ ἐν δώμασι ναίει

βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι•

Χρυσάωρ δ΄ ἔτεκε τρικέφαλον Γηρυονῆα

μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο•

τὸν μὲν ἄρ΄ ἐξενάριξε βίη Ἡρακληείη

βουσὶ πάρ΄ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ

ἤματι τῷ͵ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους

Τίρυνθ΄ εἰς ἱερήν͵ διαβὰς πόρον Ὠκεανοῖο͵

Ὄρθόν τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα

σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

ἡ δ΄ ἔτεκ΄ ἄλλο πέλωρον ἀμήχανον͵ οὐδὲν ἐοικὸς

θνητοῖς ἀνθρώποις οὐδ΄ ἀθανάτοισι θεοῖσι͵

σπῆι ἔνι γλαφυρῷ͵ θείην κρατερόφρον΄ Ἔχιδναν͵

ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρηον͵

ἥμισυ δ΄ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε

αἰόλον ὠμηστήν͵ ζαθέης ὑπὸ κεύθεσι γαίης.

ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ

τηλοῦ ἀπ΄ ἀθανάτων τε θεῶν θνητῶν τ΄ ἀνθρώπων͵

ἔνθ΄ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.

ἡ δ΄ ἔρυτ΄ εἰν Ἀρίμοισιν ὑπὸ χθόνα λυγρὴ Ἔχιδνα͵

ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.

τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι

δεινόν θ΄ ὑβριστήν τ΄ ἄνομόν θ΄ ἑλικώπιδι κούρῃ•
ἡ δ΄ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.

Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι•

δεύτερον αὖτις ἔτικτεν ἀμήχανον͵ οὔ τι φατειόν͵

Κέρβερον ὠμηστήν͵ Ἀίδεω κύνα χαλκεόφωνον͵

πεντηκοντακέφαλον͵ ἀναιδέα τε κρατερόν τε•

τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λύγρ΄ εἰδυῖαν

Λερναίην͵ ἣν θρέψε θεὰ λευκώλενος ῞Ηρη

ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.

καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ

Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ

Ἡρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης•

ἡ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ͵

δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε.

τῆς ἦν τρεῖς κεφαλαί• μία μὲν χαροποῖο λέοντος͵

ἡ δὲ χιμαίρης͵ ἡ δ΄ ὄφιος κρατεροῖο δράκοντος.

[πρόσθε λέων͵ ὄπιθεν δὲ δράκων͵ μέσση δὲ χίμαιρα͵

δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.]

τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης•

ἡ δ΄ ἄρα Φῖκ΄ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον͵

Ὄρθῳ ὑποδμηθεῖσα͵ Νεμειαῖόν τε λέοντα͵

τόν ῥ΄ ῞Ηρη θρέψασα Διὸς κυδρὴ παράκοιτις

γουνοῖσιν κατένασσε Νεμείης͵ πῆμ΄ ἀνθρώποις.

ἔνθ΄ ἄρ΄ ὅ γ΄ οἰκείων ἐλεφαίρετο φῦλ΄ ἀνθρώπων͵

κοιρανέων Τρητοῖο Νεμείης ἠδ΄ Ἀπέσαντος•

ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.

Κητὼ δ΄ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα

γείνατο δεινὸν ὄφιν͵ ὃς ἐρεμνῆς κεύθεσι γαίης

πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.

τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστί.

Τηθὺς δ΄ Ὠκεανῷ ποταμοὺς τέκε δινήεντας͵

Νεῖλόν τ΄ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην͵

Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον

Φᾶσίν τε Ρῆσόν τ΄ Ἀχελῷόν τ΄ ἀργυροδίνην

Νέσσόν τε Ροδίον θ΄ Ἁλιάκμονά θ΄ Ἑπτάπορόν τε

Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα

Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον

Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε

Εὔηνόν τε καὶ Ἀλδῆσκον θεῖόν τε Σκάμανδρον•

τίκτε δὲ Κουράων ἱερὸν γένος͵ αἳ κατὰ γαῖαν

ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι

καὶ ποταμοῖς͵ ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι͵

Πειθώ τ΄ Ἀδμήτη τε Ἰάνθη τ΄ Ἠλέκτρη τε

Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς

Ἱππώ τε Κλυμένη τε Ρόδειά τε Καλλιρόη τε

Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε

Πληξαύρη τε Γαλαξαύρη τ΄ ἐρατή τε Διώνη

Μηλόβοσίς τε Θόη τε καὶ εὐειδὴς Πολυδώρη

Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις

Περσηίς τ΄ Ἰάνειρά τ΄ Ἀκάστη τε Ξάνθη τε

Πετραίη τ΄ ἐρόεσσα Μενεσθώ τ΄ Εὐρώπη τε

Μῆτίς τ΄ Εὐρυνόμη τε Τελεστώ τε κροκόπεπλος

Χρυσηίς τ΄ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ

Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε

καὶ Στύξ͵ ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

αὗται ἄρ΄ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο

πρεσβύταται κοῦραι• πολλαί γε μέν εἰσι καὶ ἄλλαι•

τρὶς γὰρ χίλιαί εἰσι τανίσφυροι Ὠκεανῖναι͵

αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης

πάντῃ ὁμῶς ἐφέπουσι͵ θεάων ἀγλαὰ τέκνα.

τόσσοι δ΄ αὖθ΄ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες͵

υἱέες Ὠκεανοῦ͵ τοὺς γείνατο πότνια Τηθύς•

τῶν ὄνομ΄ ἀργαλέον πάντων βροτὸν ἄνδρα ἐνισπεῖν͵

οἱ δὲ ἕκαστοι ἴσασιν͵ ὅσοι περιναιετάουσι.

Θεία δ΄ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

Ἠῶ θ΄͵ ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει

ἀθανάτοις τε θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι͵

γείναθ΄ ὑποδμηθεῖσ΄ Ὑπερίονος ἐν φιλότητι.

Κρείῳ δ΄ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα

Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων

Πέρσην θ΄͵ ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.

Ἀστραίῳ δ΄ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους͵

ἀργεστὴν Ζέφυρον Βορέην τ΄ αἰψηροκέλευθον

καὶ Νότον͵ ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.

τοὺς δὲ μέτ΄ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια

ἄστρά τε λαμπετόωντα͵ τά τ΄ οὐρανὸς ἐστεφάνωται.

Στὺξ δ΄ ἔτεκ΄ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα

Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισι

καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα.

τῶν οὐκ ἔστ΄ ἀπάνευθε Διὸς δόμος͵ οὐδέ τις ἕδρη͵

οὐδ΄ ὁδός͵ ὅππῃ μὴ κείνοις θεὸς ἡγεμονεύει͵

ἀλλ΄ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.

ὣς γὰρ ἐβούλευσε Στὺξ ἄφθιτος Ὠκεανίνη

ἤματι τῷ͵ ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς

ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον͵

εἶπε δ΄͵ ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο͵

μή τιν΄ ἀπορραίσειν γεράων͵ τιμὴν δὲ ἕκαστον

ἑξέμεν ἣν τὸ πάρος γε μετ΄ ἀθανάτοισι θεοῖσι.

τὸν δ΄ ἔφαθ΄͵ ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ΄ ἀγέραστος͵

τιμῆς καὶ γεράων ἐπιβησέμεν͵ ἣ θέμις ἐστίν.

ἦλθε δ΄ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε

σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός•

τὴν δὲ Ζεὺς τίμησε͵ περισσὰ δὲ δῶρα ἔδωκεν.

αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον͵

παῖδας δ΄ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.

ὣς δ΄ αὔτως πάντεσσι διαμπερές͵ ὥς περ ὑπέστη͵

ἐξετέλεσσ΄• αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.

Φοίβη δ΄ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν•

κυσαμένη δἤπειτα θεὰ θεοῦ ἐν φιλότητι

Λητὼ κυανόπεπλον ἐγείνατο͵ μείλιχον αἰεί͵

ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι͵

μείλιχον ἐξ ἀρχῆς͵ ἀγανώτατον ἐντὸς Ὀλύμπου.

γείνατο δ΄ Ἀστερίην εὐώνυμον͵ ἥν ποτε Πέρσης

ἠγάγετ΄ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.

ἡ δ΄ ὑποκυσαμένη Ἑκάτην τέκε͵ τὴν περὶ πάντων

Ζεὺς Κρονίδης τίμησε• πόρεν δέ οἱ ἀγλαὰ δῶρα͵

μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

ἡ δὲ καὶ ἀστερόεντος ἀπ΄ οὐρανοῦ ἔμμορε τιμῆς͵

ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.

καὶ γὰρ νῦν͵ ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων

ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται͵

κικλήσκει Ἑκάτην• πολλή τέ οἱ ἔσπετο τιμὴ

ῥεῖα μάλ΄͵ ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς͵

καί τέ οἱ ὄλβον ὀπάζει͵ ἐπεὶ δύναμίς γε πάρεστιν.

ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

καὶ τιμὴν ἔλαχον͵ τούτων ἔχει αἶσαν ἁπάντων•

οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ΄ ἀπηύρα͵

ὅσσ΄ ἔλαχεν Τιτῆσι μέτα προτέροισι θεοῖσιν͵

ἀλλ΄ ἔχει͵ ὡς τὸ πρῶτον ἀπ΄ ἀρχῆς ἔπλετο δασμός.

οὐδ΄͵ ὅτι μουνογενής͵ ἧσσον θεὰ ἔμμορε τιμῆς

καὶ γεράων γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ͵

ἀλλ΄ ἔτι καὶ πολὺ μᾶλλον͵ ἐπεὶ Ζεὺς τίεται αὐτήν.

ᾧ δ΄ ἐθέλῃ͵ μεγάλως παραγίνεται ἠδ΄ ὀνίνησιν•

ἔν τε δίκῃ βασιλεῦσι παρ΄ αἰδοίοισι καθίζει͵

ἔν τ΄ ἀγορῇ λαοῖσι μεταπρέπει͵ ὅν κ΄ ἐθέλῃσιν•

ἠδ΄ ὁπότ΄ ἐς πόλεμον φθισήνορα θωρήσσωνται

ἀνέρες͵ ἔνθα θεὰ παραγίνεται͵ οἷς κ΄ ἐθέλῃσι

νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.

ἐσθλὴ δ΄ ἱππήεσσι παρεστάμεν͵ οἷς κ΄ ἐθέλῃσιν•

ἐσθλὴ δ΄ αὖθ΄ ὁπότ΄ ἄνδρες ἀεθλεύωσ΄ ἐν ἀγῶνι•

ἔνθα θεὰ καὶ τοῖς παραγίνεται ἠδ΄ ὀνίνησι•

νικήσας δὲ βίῃ καὶ κάρτει͵ καλὸν ἄεθλον

ῥεῖα φέρει χαίρων τε͵ τοκεῦσι δὲ κῦδος ὀπάζει.

καὶ τοῖς͵ οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται͵

εὔχονται δ΄ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ͵

ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν͵

ῥεῖα δ΄ ἀφείλετο φαινομένην͵ ἐθέλουσά γε θυμῷ.

ἐσθλὴ δ΄ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ΄ ἀέξειν•

βουκολίας δὲ βοῶν τε καὶ αἰπόλια πλατέ΄ αἰγῶν

ποίμνας τ΄ εἰροπόκων ὀίων͵ θυμῷ γ΄ ἐθέλουσα͵

ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.

οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα

πᾶσι μετ΄ ἀθανάτοισι τετίμηται γεράεσσι.

θῆκε δέ μιν Κρονίδης κουροτρόφον͵ οἳ μετ΄ ἐκείνην

ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.

οὕτως ἐξ ἀρχῆς κουροτρόφος͵ αἳ δέ τε τιμαί.

Ρείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα͵

Ἱστίην Δήμητρα καὶ ῞Ηρην χρυσοπέδιλον͵

ἴφθιμόν τ΄ Ἀίδην͵ ὃς ὑπὸ χθονὶ δώματα ναίει

νηλεὲς ἦτορ ἔχων͵ καὶ ἐρίκτυπον Ἐννοσίγαιον͵

Ζῆνά τε μητιόεντα͵ θεῶν πατέρ΄ ἠδὲ καὶ ἀνδρῶν͵

τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.

καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος͵ ὥς τις ἕκαστος

νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ΄ ἵκοιτο͵

τὰ φρονέων͵ ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων

ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.

πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος

οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι͵

καὶ κρατερῷ περ ἐόντι͵ Διὸς μεγάλου διὰ βουλάς.

τῷ ὅ γ΄ ἄρ΄ οὐκ ἀλαοσκοπιὴν ἔχεν͵ ἀλλὰ δοκεύων

παῖδας ἑοὺς κατέπινε• Ρέην δ΄ ἔχε πένθος ἄλαστον.

ἀλλ΄ ὅτε δὴ Δί΄ ἔμελλε θεῶν πατέρ΄ ἠδὲ καὶ ἀνδρῶν

τέξεσθαι͵ τότ΄ ἔπειτα φίλους λιτάνευε τοκῆας

τοὺς αὐτῆς͵ Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα͵

μῆτιν συμφράσσασθαι͵ ὅπως λελάθοιτο τεκοῦσα

παῖδα φίλον͵ τείσαιτο δ΄ ἐρινῦς πατρὸς ἑοῖο

παίδων θ΄ οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.

οἱ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ΄ ἐπίθοντο͵

καί οἱ πεφραδέτην͵ ὅσα περ πέπρωτο γενέσθαι

ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ•

πέμψαν δ΄ ἐς Λύκτον͵ Κρήτης ἐς πίονα δῆμον͵

ὁππότ΄ ἄρ΄ ὁπλότατον παίδων ἤμελλε τεκέσθαι͵

Ζῆνα μέγαν• τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη

Κρήτῃ ἐν εὐρείῃ τρεφέμεν ἀτιταλλέμεναί τε.

ἔνθά μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν͵

πρώτην ἐς Λύκτον• κρύψεν δέ ἑ χερσὶ λαβοῦσα

ἄντρῳ ἐν ἠλιβάτῳ͵ ζαθέης ὑπὸ κεύθεσι γαίης͵

Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.

τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν

Οὐρανίδῃ μέγ΄ ἄνακτι͵ θεῶν προτέρων βασιλῆι.

τὸν τόθ΄ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδύν͵

σχέτλιος͵ οὐδ΄ ἐνόησε μετὰ φρεσίν͵ ὥς οἱ ὀπίσσω

ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς

λείπεθ΄͵ ὅ μιν τάχ΄ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας

τιμῆς ἐξελάαν͵ ὁ δ΄ ἐν ἀθανάτοισιν ἀνάξειν.

καρπαλίμως δ΄ ἄρ΄ ἔπειτα μένος καὶ φαίδιμα γυῖα

ηὔξετο τοῖο ἄνακτος• ἐπιπλομένου δ΄ ἐνιαυτοῦ͵

Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθείς͵

ὃν γόνον ἂψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης͵

νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.

πρῶτον δ΄ ἐξήμησε λίθον͵ πύματον καταπίνων•

τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης

Πυθοῖ ἐν ἠγαθέῃ͵ γυάλοις ὕπο Παρνησσοῖο͵

σῆμ΄ ἔμεν ἐξοπίσω͵ θαῦμα θνητοῖσι βροτοῖσι.