Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.
α εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς
β πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως
γ περὶ κριτηρίον
δ εἰ ἔστι κριτήριον ἀληθείας
ε περὶ τοῦ ὑφ΄ οὗ
στ περὶ τοῦ δι΄ οὗ
ζ περὶ τοῦ καθ΄ ὃ
η περὶ ἀληθοῦς καὶ ἀληθείας
θ εἰ ἔστι τι φύσει ἀληθές
ι περὶ σημείου
ια εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν
ιβ περὶ ἀποδείξεως
ιγ εἰ ἔστιν ἀπόδειξις
ιδ περὶ συλλογισμῶν
ιε περὶ ἐπαγωγῆς
ιστ περὶ ὅρων
ιζ περὶ διαιρέσεων
ιη περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως
ιθ εἰ διαιρεῖται ὅλον εἰς μέρη
κ περὶ γενῶν καὶ εἰδῶν
κα περὶ κοινῶν συμβεβηκότων
κβ περὶ σοφισμάτων
α εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.
Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν͵ ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συν τόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν͵ πρότερον ἀποκρινάμενοι πρὸς τοὺς ἀεὶ θρυλοῦντας ὡς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἷός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων παρ΄ αὐτοῖς. φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει͵ πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ΄ οὐ καταλαμβάνει͵ ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε λέγειν. ὥσπερ γὰρ ὁ μὴ εἰδώς͵ εἰ τύχοι͵ τί ἐστι τὸ καθ΄ ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν θεώρημα͵ οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν͵ οὕ τως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς. οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν͵ πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν͵ πότερον τὸ νοεῖν ἁπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τοὺς λόγους διαβεβαιοῦσθαι͵ ἢ μετὰ τοῦ νοεῖν καὶ τὸ τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι͵ τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος͵ κατ΄ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγι σμένης͵ οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος͵ οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως. οἷον γοῦν ὅταν ὁ Στωικὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὡς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ ὅτι ἡ ἡδονὴ ἀγαθόν͵ πότερον κατείληφεν ἢ οὐ κατείληφεν; καὶ εἰ μὲν κατείληφεν͵ ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ΄ οὐ κατείληφεν͵ οὐ δύναταί τι πρὸς αὐτὰ λέγειν. τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον͵ ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ͵ εἰ χρὴ μὴ ληρεῖν͵ συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική͵ συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία͵ διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ τοῦ μὴ οὕτως κατειλημμένου. ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαινόμενός τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ΄ εἰ μὲν μὴ κατειληφώς͵ ἄπιστος ἔσται· εἰ δὲ κατειληφώς͵ ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ΄ ἐνάργειαν ὑποπεσὸν αὑτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης καὶ ζητήσεως. ἀλλ΄ εἰ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ΄ ἐνάργειαν λέγοι ὑποπεσεῖν αὑτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον͵ οὕτως ἂν οὐδὲ ἄδηλον εἴη ἀλλὰ πᾶσιν ἐπ΄ ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ΄ αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ΄ ἐνάργειαν ὑποπεσὸν αὑτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός. εἰ δὲ διά τινος ἐρεύνης͵ πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθεσιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκριβῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι͵ τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό͵ κατὰ τὸν διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν͵ ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες͵ μεταγόν των ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι͵ ἤν τε ἀπὸ τῆς ζητήσεως͵ ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι͵ ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτόθεν͵ οἶμαι͵ συμβήσεται͵ τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φιλοσοφίαν. εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατάληψιν ἡγεῖσθαι ζητήσεως προσήκειν͵ νόησιν δὲ ἁπλῶς͵ οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός͵ οἶμαι͵ ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων καὶ κατ΄ ἐνάργειαν φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν͵ ὥς φασιν͵ ἀλλ΄ ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ͵ καθὸ φαίνεται αὐτῷ͵ συγκατατίθεται͵ δεδήλωται. ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὡς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλουθον͵ τοῖς δ΄ ἐπ΄ ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν· οἷς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις͵ ὡς ὑπειλήφασιν͵ οἷς δὲ τὸ δι΄ ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει͵ τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν. Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας͵ τῶν μὲν ἕν͵ τῶν δὲ δύο͵ τῶν δὲ τρία εἶναι λεγόντων͵ περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω νῦν διεξιέναι͵ τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνεστράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ΄ αὐτὴν προσάξομεν τὸν λόγον.
β πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως.
Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς τρία μέρη τῆς φιλοσοφίας εἶναι λέγουσι͵ λογικὸν φυσικὸν ἠθικόν· καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ͵ καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενημένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως͵ ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου͵ ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει͵ ἀρξώ μεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους͵
γ περὶ κριτηρίου.
ἐκεῖνο προειπόντες͵ ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν͵ πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ διεξήλθομεν. Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς͵ κοινῶς ἰδίως ἰδιαίτατα͵ κοινῶς μὲν πᾶν μέτρον καταλήψεως͵ καθ΄ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια͵ ὡς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικὸν ὡς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος͵ καθ΄ ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια͵ μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν. φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ΄ ἂν τριχῶς͵ τὸ ὑφ΄ οὗ καὶ τὸ δι΄ οὗ καὶ τὸ καθ΄ ὅ͵ οἷον ὑφ΄ οὗ μὲν ἄνθρωπος͵ δι΄ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια͵ καθ΄ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας͵ καθ΄ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων. Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ἴσως προειπεῖν͵ ἵνα ἐννοήσω μεν͵ περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας͵ ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.
δ εἰ ὑπάρχει τι κριτήριον ἀληθείας.
Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο͵ ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές͵ οἱ δὲ μὴ εἶναι͵ ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος͵ λέγων δόκος δ΄ ἐπὶ πᾶσι τέτυκται· ἡμεῖς δ΄ ἐπέσχομεν͵ πότερον ἔστιν ἢ οὐκ ἔστιν. ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἶναι φήσουσιν ἢ ἀνεπίκριτον· καὶ εἰ μὲν ἀνεπίκριτον͵ αὐτόθεν [εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν͵ εἰ δὲ ἐπικριτήν͵ τίνι κριθήσεται λεγέτωσαν͵ μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων͵ μήθ΄ ὅλως εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων. καὶ ἄλλως͵ ἵνα ἡ γενομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ͵ δεῖ κριτήριον ἡμᾶς ἔχειν ὡμολογημένον͵ δι΄ οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἵνα κριτήριον ὁμολογούμενον ἔχωμεν͵ δεῖ πρότερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου͵ ἄπορος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται͵ μήτε ἐξ ὑποθέσεως ἡμῶν ἐώντων αὐτοὺς κριτήριον λαμβάνειν͵ ἐάν τε κριτηρίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν͵ εἰς ἀπειρίαν αὐτοὺς ἐκβαλλόντων. ἀλλὰ καί͵ ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κριτηρίου ἀποδεδειγμένου͵ τὸ δὲ κριτήριον ἀποδείξεως κεκριμένης͵ εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον. Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον͵ ἵνα καὶ ποικίλως αὐτοὺς ἐλέγχειν ἔχωμεν͵ οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν͵ καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται)͵ ἀλλ΄ ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ͵ τό τε ὑφ΄ οὗ καὶ τὸ δι΄ οὗ καὶ τὸ καθ΄ ὅ͵ ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἅμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ΄ οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτῳ καὶ τὰ λοιπά.
ε περὶ τοῦ ὑφ΄ οὗ.
Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι͵ ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν͵ οὐ μόνον ἀκατάληπτος͵ ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι͵ πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν διαφωνοῦσιν͵ εἶτα καὶ ἀσύνετα λέγουσιν. ὁ μὲν γὰρ Δημόκριτός φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ΄ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον͵ ἐπεὶ καὶ κύνα ἴσμεν͵ καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ͵ ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ͵ οὐδεὶς ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον͵ οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι͵ οὐδεὶς ἔσται κατ΄ αὐτὸν ἄνθρωπος. καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν͵ ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ΄ ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ τὰ ἄτομα καὶ τὸ κενόν͵ ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν͵ ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα͵ ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ΄ οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι΄ οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα. ὁ δ΄ Ἐπίκουρός φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ͵ ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται͵ ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος͵ καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις͵ ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος͵ εἰ δὲ ἄνδρα͵ ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς. ἄλλοι δὲ ἔφασκον ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν͵ νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρόπῳ͵ ὅτι οὐδέν ἐστι ζῷον ἄλογον͵ ἀλλὰ καὶ νοῦ καὶ ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὑπ΄ αὐτῶν λεγομένοις͵ οὐ γνωσόμεθα͵ τί ποτε λέγουσιν. τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ΄ ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ΄ ἐνέργειαν͵ οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει͵ οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· [καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ταύτῃ ἄρα ἀσύστατος πέφηνεν ἡ ἐπίνοια τοῦ ἀνθρώπου.
ὁ γὰρ Πλάτων͵ ὅταν ἀποφαίνηται τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον͵ ἐπιστήμης πολιτικῆς δεκτικόν͵ οὐδὲ αὐτὸς ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ΄ αὐτὸν γινομένων μέν͵ ὄντως δὲ οὐδέποτε ὄντων͵ ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ΄ αὐτόν͵ οὐδὲ ὁ Πλάτων ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος͵ ἀλλ΄ ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων. Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν͵ ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος͵ ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος͵ οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα. καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται͵ δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ͵ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν͵ ἀλλ΄ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἶναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν͵ ἵνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν͵ ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα. ἵνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν͵ πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἶναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη͵ δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων͵ ἵνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν͵ οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν͵ ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον͵ οἱ δὲ εἶναι͵ οἱ δὲ ἐπέσχον. ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί͵ δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν͵ εἰ δὲ ἐπικριτήν͵ τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὑπ΄ αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ͵ ἐροῦμεν ὅτι͵ ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια͵ ὡς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες͵ περὶ δὲ τῆς διανοίας διαφερόμενοι͵ εἰ τῇ διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν͵ τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν͵ ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο͵ καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμβάνοιτ΄ ἄν. Ἵνα δὲ καὶ δῶμεν͵ ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος͵ μήποτε οὐκ ἂν ἐνδέχοιτο δεῖξαι͵ ὅτι ὑπ΄ αὐτοῦ κρίνεσθαι δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων͵ ὅτι ὑπ΄ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα͵ ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην͵ διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως͵ ὑφ΄ οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ΄ οὗ)͵ οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν͵ διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον͵ περὶ οὗ ὁ λόγος͵ ἀποδεικνύναι. εἰ δὲ ἀναποδείκτως λεχθήσεται͵ ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα͵ ἄπιστον ἔσται͵ ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι͵ ὅτι τὸ ὑφ΄ οὗ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ κριθήσεται͵ ὅτι τὸ ὑφ΄ οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ΄ εἰ μὲν ὑπ΄ ἀνθρώπου͵ τὸ ζητούμενον συναρπασθήσεται. εἰ δ΄ ὑπὸ ἑτέρου ζῴου͵ πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως͵ οὐ πιστευθήσεται͵ εἰ δὲ μετὰ κρίσεως͵ πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ΄ εἰ μὲν ὑφ΄ ἑαυτοῦ͵ μένει ἡ αὐτὴ ἀτοπία (τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήσεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου͵ ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου͵ πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ΄ οὗ͵ καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν͵ ὡς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα. Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν͵ ἐπεὶ πολλὴ τῶν ἀνθρώπων ἐστὶ διαφορά͵ πρότερον οἱ δογματικοὶ συμφωνησάτω σαν͵ ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν͵ εἶθ΄ οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ΄ ἔστ΄ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ -τοῦτο δὴ τὸ τοῦ λόγου- περὶ αὐτοῦ διαφωνήσουσιν͵ πῶς ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι; ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον͵ ἐρωτήσομεν αὐτούς͵ ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τοὺς Στωικοὺς ἢ τῷ Κυρηναϊκῷ ἢ τῷ Κυνικῷ; οὐχ ἕξουσι γὰρ συμφώνως εἰπεῖν. εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν͵ πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν͵ εἶτα κἂν δοθῇ συμφώνως δύνασθαι ληφθῆναι͵ τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος͵ οὐδ΄ οὕτως ἔσται πίστεως οὗτος ἄξιος. ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν͵ φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον͵ ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα͵ οὕτω καὶ τῷ μετ΄ αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι͵ κἀκείνου ἄλλον͵ καὶ μέχρις ἀπείρου. καὶ ἄδηλον͵ πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ͵ κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις͵ ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς͵ ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ)͵ ἀεὶ δεήσει τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι. ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν͵ ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται͵ οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καὶ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν͵ ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους͵ οὐκ εἰσόμεθα πότερόν ποτε͵ ὡς ἔχει τὸ πρᾶγμα φύσει͵ οὕτω λέγει͵ ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὡς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς͵ ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἁπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ΄ ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγ καταθησόμεθα ὡς ἀληθῶς τὰ πράγματα κρίνοντι͵ διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν͵ οἴεσθαι δ΄ ὅτι δι΄ ὑπερ βολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουλόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν. Εἰ δὲ φήσει τις͵ ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν͵ λέξομεν ὅτι τοῦτ΄ ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ἴσως ἐστὶ τὸ ἀληθές͵ καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ΄ αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων. χωρὶς δὲ τούτων͵ οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐ τοῦ; εἰ δὲ ἐν μιᾷ͵ ἐπεὶ καὶ ὁ εἷς ὁ λέγων ἕτερόν τι μίαν ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν͵ ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος εὑρίσκεται διαφορά τις. διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί͵ πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι͵ καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως ὑπεμνήσαμεν͵ τὴν κατὰ πλῆθος διαφορὰν τῶν κρίσεων͵ ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τὰς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι͵ τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται͵ τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων. Εἰ δ΄ οὐδὲ τῷ πλήθει προσέξομεν͵ οὐχ εὑρήσομεν οὐδένα ὑφ΄ οὗ κριθήσεται τὰ πράγματα͵ καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ΄ οὗ κριθήσεται τὰ πράγματα. Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων͵ ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου͵ ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ͵ ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν͵ ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπι μέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι΄ οὗ καλουμένου διαλεξόμεθα.