στ περὶ τοῦ δι΄ οὗ.
Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι͵ ἐπεὶ κατ΄ αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ΄ οὗ κρίνεται τὰ πράγματα͵ οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι΄ οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν͵ ἐὰν δείξωμεν͵ ὅτι οὔτε δι΄ αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι΄ ἀμφοτέρων αὐτῶν͵ συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις. ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων. Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φα σίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν)͵ οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ΄ ὧν οἴονται κινεῖσθαι λέγουσιν͵ οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι͵ τὰ δὲ μὴ ὑποκεῖσθαι͵ τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν͵ ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν͵ πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει͵ οὔτε ἑτέρῳ τινί͵ ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι΄ οὗ χρὴ κρίνειν κατὰ τὴν προκειμένην ὑπόθεσιν. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται͵ πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμβάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων͵ περὶ ἧς οὐκ ἔχομεν εἰπεῖν͵ εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι. ἀλλ΄ ἔστω κατὰ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἶναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτός͵ οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται͵ ὁτὲ δὲ γλυκάζεται͵ καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν͵ ὁτὲ δὲ λευκὸν εἶναι δοκεῖ. ἀλλ΄ οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ· τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν͵ ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς͵ ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι΄ ὑπερβολὴν θερμότητος͵ τοῖς δ΄ ἄλλοις χλιαρόν. πότερον οὖν πάσας τὰς φαντασίας ἀληθεῖς εἶναι φήσει τις͵ ἢ τάσδε μὲν ἀληθεῖς͵ τάσδε δὲ ψευδεῖς͵ ἢ καὶ ψευδεῖς ἁπάσας͵ εἰπεῖν ἀμήχανον͵ μη δὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι΄ οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν͵ ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης͵ διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον͵ δι΄ οὗ καὶ τὴν ἀληθῆ ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει. διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν͵ τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς͵ ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται͵ οὔτε ἀπόδειξιν ἀληθῆ καὶ κεκριμένην ἕξει διὰ τὰ προειρημένα. εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόν των φαντασίας εἶναι πιστάς͵ τὰς δὲ τῶν παρὰ φύσιν δια κειμένων ἀπίστους͵ καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρασις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν αὐτὸν πύργον ὁτὲ μὲν στρογγύλον͵ ὁτὲ δὲ τετράγωνον εἶναι λέγει͵ καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ͵ ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι͵ καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὡς εὐμεγέθους ἀντιλαμβάνεται͵ ἡμέρας δὲ ὡς ἀμαυρᾶς͵ καὶ ἡ ὄσφρησις ἐπὶ μὲν τῶν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ͵ καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος͵ ἐξιόντων δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται͵ καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος͵ ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον κριτήριον͵ δι΄ οὗ κρίνεσθαι δύνανται͵ τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα. Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι͵ ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι͵ τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν͵ πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ͵ ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν͵ οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην͵ δι΄ οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται͵ πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων κρίσει͵ τῇ μηδέπω κατειλημμένῃ. ἀλλὰ κατειλήφθω ἡ διάνοια͵ καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ΄ ὑπόθεσιν· λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ΄ ἑαυ τὴν ἀκριβῶς ὁρᾷ͵ ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν͵ πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν; διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων͵ οὐχ εὑρήσομεν πῶς κατ΄ αὐτὴν κρινοῦμεν. πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς͵ ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια͵ καθ΄ ἥν φησι μηδὲν εἶναι͵ ἑτέρα δὲ ἡ Ἡρακλείτου͵ καθ΄ ἣν λέγει πάντα εἶναι͵ ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι͵ πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν͵ οὐδὲ δυνησόμεθα εἰπεῖν͵ ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν προσήκει͵ τῇ τοῦδε δὲ οὐδαμῶς. ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν͵ τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί͵ ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα. λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ΄ οὗ [λεγομένων] ῥηθέντων δεικνύναι δυνησόμεθα͵ ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα͵ ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν͵ ἐπεὶ ἄδηλόν ἐστιν͵ εἰ πάλιν ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα͵ οὐ δεῖ προσέχειν αὐτῇ͵ ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο͵ οὐ συγκαταθησόμεθα τῷ δι΄ αὐτῆς κρίνοντι͵ εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα. Λείπεται λέγειν ὅτι δι΄ ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνα τον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν͵ ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκὺ φαίνεσθαι ὁ μὲν Δημόκριτος ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν͵ ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον· ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ΄ εἰ μὲν πάσαις λέξει τις͵ ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης͵ ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν͵ περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν͵ πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ τῇδε τῇ διανοίᾳ προσέχειν δεῖ͵ ταῖσδε δὲ οὔ͵ μὴ ἔχοντες κριτήριον ὡμολογημένον͵ δι΄ οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ διανοίας ἐπικρινοῦσιν; ἢν δὲ λέγωσιν͵ ὅτι τὰς αἰσθήσεις καὶ τὰς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν͵ .......... τισὶ δὲ μή͵ τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν. εἶτα κἀκεῖνο ῥητέον͵ ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν͵ ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας͵ ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας͵ ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας͵ τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν͵ οὐκέτι δι΄ αἰσθήσεως καὶ διανοίας κρινοῦσιν͵ ἀλλὰ δι΄ ἑνὸς τούτων͵ ὅπερ ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν εἰρημέναι ἀπορίαι. εἰ δὲ ταῖς αἰσθήσεσι τὰς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν͵ ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις͵ ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων͵ τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὡς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ΄ ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς δια νοίας ἐπικρινοῦσι͵ τῇ διανοίᾳ δὲ τὰς αἰσθήσεις͵ ὁ διάλληλος εὑρίσκεται τρόπος͵ καθ΄ ὅν͵ ἵνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι͵ δεῖ προκεκρίσθαι τὰς διανοίας͵ ἵνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι͵ χρὴ προδιευκρινεῖσθαι τὰς αἰσθήσεις. ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ͵ οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα͵ μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν͵ ποίαις δὲ μή͵ οὐχ ἕξομεν δι΄ οὗ κρινοῦμεν τὰ πράγματα. ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι΄ οὗ.