Ἀρτέμιδος͵ θυμίαμα μάνναν
Κλῦθί μου͵ ὦ βασίλεια͵ Διὸς πολυώνυμε κούρη͵
Τιτανίς͵ βρομία͵ μεγαλώνυμε͵ τοξότι͵ σεμνή͵
πασιφαής͵ δαιδοῦχε θεά͵ Δίκτυννα͵ λοχεία͵
ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε͵
λυσίζωνε͵ φίλοιστρε͵ κυνηγέτι͵ λυσιμέριμνε͵
εὔδρομε͵ ἰοχέαιρα͵ φιλαγρότι͵ νυκτερόφοιτε͵
κληισία͵ εὐάντητε͵ λυτηρία͵ ἀρσενόμορφε͵
Ὀρθία͵ ὠκυλόχεια͵ βροτῶν κουροτρόφε δαῖμον͵
ἀμβροτέρα͵ χθονία͵ θηροκτόνε͵ ὀλβιόμοιρε͵
ἣ κατέχεις ὀρέων δρυμούς͵ ἐλαφηβόλε͵ σεμνή͵
πότνια͵ παμβασίλεια͵ καλὸν θάλος͵ αἰὲν ἐοῦσα͵
δρυμονία͵ σκυλακῖτι͵ Κυδωνιάς͵ αἰολόμορφε•
ἐλθέ͵ θεὰ σώτειρα͵ φίλη͵ μύστηισιν ἅπασιν
εὐάντητος͵ ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ΄ ἐρατὴν καλλιπλόκαμόν θ΄ ὑγίειαν•
πέμποις δ΄ εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.