134. <Κοῖόν τε Κρεῖόν τε.> διὰ τῶν τοιούτων ὀνομάτων
συμβαίνει νοεῖσθαι τῶν ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου τὸ
ποιὸν νοεῖται τοῦ ὀμβρίμου ὕδατος͵ διὰ δὲ τοῦ Κρείου τὸ ἀκράτητον τοῦ ὕδατος τῆς
γῆς͵ διὰ δὲ τοῦ Ὑπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς κατέρχεσθαι τόπου͵ διὰ δὲ τοῦ Ἰαπετοῦ
τὸ ἴεσθαι καὶ πέτεσθαι͵ διὰ δὲ τῆς Θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν ὑδάτων͵
διὰ τῆς Φοίβης τὸ καθαρώτατον τούτων καὶ εὐειδές͵ διὰ δὲ τῆς Θέμιδος τὴν θέσιν
τοῦ ὕδατος καὶ διευθέτησιν͵ μέχρις ἂν συνίσταται τὰ τῇδε πάντα καὶ τὰ ὕδατα
κατερχόμενα ἄνωθεν ῥέουσι͵ διὰ δὲ τῆς Ρέας τὴν ῥεῦσιν͵ διὰ τῆς Μνημοσύνης τὸ
μόνιμον τούτων͵ Μνημοσύνης τινὸς οὔσης͵ διὰ τῆς Τηθύος τὸ αὐξητικόν τε τούτου
καὶ θρεπτικόν. μετὰ τοῦτο δὲ ἐγένετο ὁ Κρόνος͵ δηλονότι ὁ χρόνος͵
συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο τι γὰρ οὐκ ἔστιν ὁ
χρόνος͵ εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ ἡλίου. μετὰ ταῦτα γὰρ
συνέστη ὁ ἥλιος ὁ ἀγκυλομήτης͵ περὶ ὃν δηλαδὴ πολλά εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα.
138. <δεινότατος παίδων.> μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει
τῷ χρόνῳ͵ τῶν ἄλλων φθειρομένων καὶ εἰς τὰ ἀφ΄ ὧν συνέστηκε͵ διαλυομένων͵ καὶ
τούτῳ ὑποπιπτόντων. ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε
τοὺς Κύκλωπας͵ δηλονότι τὰς βροντάς͵ τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς͵ οἵ τινες
καὶ τῇ θείᾳ προνοίᾳ ταῦτα παρέχουσιν͵ οἳ Κύκλωπες͵ ἤγουν αἱ βρονταί͵ αἱ ἀστραπαί͵
καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς͵ ἤγουν τοῖς ἄλλοις στοιχείοις ὑπῆρχον͵
κατὰ τοῦτο δὲ μόνον διέφερον͵ ἐπειδὴ κατὰ μέσον τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν͵
ἐπειδὴ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς͵ ἤγουν τοῦ ἀέρος εἶχον τὴν ἐπιφάνειαν.
ἄλλοι δὲ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες͵ λέγω δὲ τοὺς ἀνέμους
Ζέφυρον͵ Βορρᾶν καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων
δυνάμεις͵ διὰ μὲν τοῦ Κόττου τὸ ὀργίλον τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν͵ διὰ
δὲ τοῦ Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν͵ διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι͵
γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων ἑκατὸν ἦσαν χεῖρες. διὰ
τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον τῶν ἀνέμων. τὸ δὲ ν΄ κεφαλὰς
πρὸς τὸ ρ΄ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ΄ ἦσαν χεῖρες͵ ἀνάγκη καὶ πεντήκοντα εἶναι
κεφαλάς.
154. <ὅσοι γὰρ γαίης τε.> ὅσα γάρ φησιν ἀνεβλάστανον ἀπὸ
τῆς γῆς͵ τῷ ἑαυτῶν πατρὶ μισητῶς διετίθεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς
βλαστάνοντα κέκτηνται.
155. <δεινότατον τῶν παίδων.> τοῦτο εἶπεν͵ ἐπειδὴ μετὰ
τὸ τὰ τῇδε πάντα πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται
τῶν λαγόνων τῆς γῆς͵ ἤγουν οἱ ἀμετάτροποι (ὧν τὴν φύσιν οὐδεὶς μετατρέψαι ἰσχύει)͵
μισητῶς διέκειντο τῷ πατρὶ τῷ ἑαυτῶν ἐξ ἀρχῆς͵ ἤγουν πρὸ τῆς τοῦ ἡλίου παραγωγῆς͵
πρὸ τῆς τῶν τῇδε πάντων διακοσμήσεως͵ διὰ τὸ ἅμα τῇ τῶν φυομένων βλαστήσει
πάλιν αὐτὸ ἀποκρύπτεσθαι. τῶν ἀτμίδων δὲ τῶν τῆς θαλάσσης εἰς τὸν οὐρανὸν ἀναγομένων
καὶ πάλιν ἀτάκτως κατὰ τῆς γῆς φερομένων διὰ τὸ μήπω τὸν ἥλιον παραχθῆναι͵ πᾶν
τὸ φυόμενον ἀπὸ τῆς γῆς διεφθείρετο.
159. <ἡ δ΄ ἐντὸς στοναχίζετο.> ἡ δὲ γῆ͵ φησί͵ ποτὲ μὲν
πολλὰ ἀναφιεῖσα͵ ποτὲ δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη͵ ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο.
ἐμηχανήσατο δὲ δολίαν͵ ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ ἀδάμαντος͵ ἤτοι
σιδήρου͵ δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισί• τιμωρησώμεθα τὸν ὑμῶν πατέρα.
πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων͵ ὁ Κρόνος μόνος ἐθάρρησε τοῦτο ποιῆσαι.
καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς προερχόμενα μητέρα κέκτηνται
ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι τὴν τῶν ὑδάτων ἄτακτον φορὰν μηδὲ
καλῶς μετέρχεσθαι τὰ τῆς γῆς͵ μόνος ὁ Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων
τοῦτο ἐδυνήθη͵ θαρρήσαντες δὲ μετῄεσαν μὲν τὰ τῆς γῆς͵ τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον
ἐφρόντιζον.
171. <ἐπεὶ πατρός γε δυσωνύμου.> καλῶς καὶ τοῦτο προσέθηκε.
καὶ γὰρ ὁ ἄνθρωπος οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ἐξ αὐτοῦ
τὴν ὑπόστασιν ἔχει͵ οὔτ΄ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν͵ ὅτι
οὐ φροντίζω τοῦ οὐρανοῦ.
173. <γήθησεν δὲ.> ἐπὶ πάσης διαχύσεως εἰώθασιν οἱ
ποιηταὶ τοῦτο τιθέναι͵ ὡς καὶ Ὅμηρος• πᾶσα δὲ γήθησε πέρι χθών.
174. <εἷσε δέ μιν κρύψασα λόχῳ.> ὥσπερ οἱ λοχῶντες
καθήμενοι ἐνεδρεύουσι καὶ κρύπτονται͵ οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ
προσκαθήμενοι͵ τὰς στάχυας ἐκθερίζουσιν. ἐδίδαξεν οὖν͵ φησί͵ τοὺς ἀνθρώπους ἡ γῆ͵
πῶς δεῖ ταῦτα μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον κεχαραγμένους ὀδόντας ἔχον
καὶ ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.
178. <ὁ δ΄ ἐκ λοχεοῖο.> καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ
τῶν ἀσταχύων ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ
οὐρανοῦ͵ ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν.
181. <πάλιν δ΄ ἔρριψε φέρεσθαι.> καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ
τῶν πρώην γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς
καρπούς• διὰ τοῦτο εἶπεν͵ ὅτι οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ
κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι͵ ἤγουν αἴτιαι τῆς
συστάσεως τοῦ ἡμετέρου αἵματος͵ πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ περιερχομένου
ἐγέννησε τὰς Ἐρινῦς͵ ἤγουν τὰ σπέρματα παρὰ τὸ ἐν τῇ ἔρᾳ καὶ ἐν τῇ γῇ ναίειν. ἐγέννησε
δὲ καὶ τοὺς Γίγαντας͵ δηλονότι τὰ δένδρα͵ ἅπερ ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι͵ τοὺς
κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων͵ καὶ ἀντ΄ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον͵
ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων προβάλλεται͵ τὸ δὲ ἄχυρον ἀντ΄ ἀσπίδος. ἐγέννησε
δὲ καὶ τὰς Νύμφας τὰς ἐκ τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ
νέας φαίνεσθαι͵ ἃς νύμφας μελιηδέας͵ ἤγουν ἐνηδόνους οἱ ἄνθρωποι κατὰ γῆν ὀνομάζουσι.
188. <μήδεα δ΄ ὡς τὸ πρῶτον.> οὐκ ἄλλως ἂν νοηθείη τοῦτο
ἢ οὕτως͵ ὥσπερ ἐξ ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη͵ οὕτως ἐφέρετο
ἀνὰ τὸ πέλαγος πολὺν χρόνον. οἱ γὰρ ἔμποροι οὐκ ἄλλως τὸν σῖτον εἰς πλοῖα ἐνιᾶσιν͵
ἀλλ΄ ὡς ἐπ΄ ἄλλην χώραν μετακομίσαιντο. διὸ καὶ τὸ πολὺν χρόνον προσέθηκεν. εἰ
μὲν γὰρ ἐπὶ τοῦ μύθου ἐτίθει͵ τὸ ἀεὶ προσέθηκεν ἄν. ἐπὶ δὲ τῆς ἀλληγορίας οὐκέτι
ἀλλὰ πολὺν χρόνον͵ τουτέστι τοσοῦτον χρόνον φέρεται ἀνὰ τὸ πέλαγος͵ ὅσον
μετακομισθῆναι δεήσει πρὸς ἄλλας χώρας.
190. <ἀμφὶ δὲ λευκός.> τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ
σίτου ἐξέρχεται ἀφρός͵ ἤγουν ἡ σπερμογόνος δύναμις͵ ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ
δὲ τούτου τρέφεται ἡ κόρη͵ ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις͵ ἥν τινα τοῖς
Κυθήροις λέγει πρῶτον πελάσαι͵ ἔπειτα τῇ Κύπρῳ͵ τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον
κεύθεσθαι͵ ἤτοι κρύπτεσθαι ἔρωτα (πρῶτον μὲν γὰρ ἐρᾷ τις καὶ κρύπτει τὸν τοιοῦτον
ἔρωτα ἐν ἑαυτῷ͵ εἶτα καὶ τὸ ποθούμενον͵ εἰ δυνατόν͵ ἐκπληροῖ)͵ τῇ δὲ Κύπρῳ
πελάσαι φησὶ παρὰ τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ
Κυθήροις παρὰ τὸ κύω͵ τὸ γεννῶ.
194. <ἀμφὶ δὲ ποίη.> ποὺς λέγεται τὸ τελευταῖον μέρος
τοῦ σώματος͵ οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω͵ εἰς ὃ μέρος ἀναπαύεται
καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς͵ οὕτω καὶ
πάσης φιλότητος τέλος ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας
μάρανσις γίνεται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον͵ ὥσπερ καὶ ἡ βοτάνη.
200. <φιλομηδέα.> κατὰ μὲν τὸ μυθικὸν οὕτως ἐτυμολογεῖ
ὁ ποιητής͵ καὶ οὐ χρεία καὶ ἡμᾶς ἐτυμολογεῖν τοῦτο. κατὰ δὲ τὴν ἀλληγορίαν οὕτως
ἂν ἐτυμολογηθείη. δέον γὰρ ἐν μήδεσιν͵ ἤγουν ἐν βουλαῖς γίνεσθαι τὰ τοιαῦτα͵ ἤγουν
μετὰ σκέψεως καὶ ἐξετάσεως͵ ἢ ὅτι φιλοῦσιν͵ ἤγουν εἰώθασιν οἱ ἄνθρωποι
βουλευόμενοι ἐκτελεῖν τὰ τοιαῦτα. ἐνθυμούμενοι γὰρ ὕστερον πράττουσιν.
201. <τῇ δ΄ Ἔρος ὡμάρτησε.> ταύτῃ τῇ τεκνογόνῳ δυνάμει
συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ
διὰ τῆς ὁράσεως μόνης γινόμενος πόθος͵ ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις͵ καὶ
τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι.
203. <ταύτην δ΄ ἐξ ἀρχῆς τιμὴν.> τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς•
τὰς συνουσίας τῶν παρθένων͵ τοὺς γέλωτας͵ τὰς ἀπάτας͵ τὴν τέρψιν͵ τὴν
μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι.
206. <τοὺς δὲ πατήρ.> πάλιν πρὸς τὸ ἐξ ἀρχῆς ἀνατρέχει
καί φησιν͵ ὅτι τοὺς Κύκλωπας ἐκείνους͵ τὸν Κόττον͵ τὸν Βριάρεων καὶ τὸν Γύγην͵ ἤγουν
τοὺς ἀνέμους ἐκάλεσε Τιτᾶνας παρὰ τὸ εἰς πάντα τὰ μέρη τῆς οἰκουμένης τετάσθαι.
211. <Νὺξ δ΄ ἔτεκε.> ὅσα μὲν φυσικῶς ἐθεωρεῖτο καὶ πρὸς
τοῦτο συνέτεινε͵ κατ΄ ἀρχὰς εἶπε. νῦν δὲ πρὸς τὰ καθ΄ ἡμᾶς ἔρχεται καί φησιν͵ ὅτι
ἡ Νὺξ ἐγέννησε τὸν Μόρον͵ τὴν Κῆρα͵ τὸν Θάνατον. ἐπεὶ γὰρ ἀφανῆ καὶ ἄδηλα τὰ
πεπρωμένα πᾶσίν εἰσι͵ διὰ τοῦτο εἶπεν͵ ὅτι ἡ Νὺξ ἐγέννησε ταῦτα. ὅτι δὲ Μόρον οὐχ
ἁπλῶς τὸν θάνατον δηλοῖ͵ ἀλλὰ τὸ μεμορμένον καὶ πεπρωμένον͵ ἄκουσον Ὁμήρου•
δέδοικα μὴ ὑπὲρ μόρον Ἀίδος εἴσω βήσομαι͵ μόρου νοουμένου τοῦ πεπρωμένου καὶ εἱμαρμένου.
ἐγέννησε δὲ ἡ Νὺξ καὶ Κῆρα (ἀοράτως γὰρ αἱ κακώσεις πᾶσιν ἐπέρχονται) καὶ τὸν
Θάνατον (καὶ τοῦτο δὲ οὕτως νοεῖται)͵ καὶ τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους͵ οὔτινι εὐνηθεῖσα.
ἡ νὺξ γὰρ ὕπνῳ καὶ τοῖς ὀνείρασιν ἀφώρισται. φῦλον δὲ ὀνείρων εἶπεν͵ ἐπεὶ οὐχ ἓν
εἶδος ὀνείρων ἐστίν͵ ἀλλὰ διάφορα͵ διόπερ καὶ Ὅμηρος δύο πύλας ὀνείρων φησὶ
κερατίνην καὶ ἐλεφαντίνην͵ διὰ μὲν τῆς κερατίνης τοὺς ἀληθεῖς φάσκων ἐξέρχεσθαι
(ἀπὸ τοῦ κραίνω τὸ τελειῶ)͵ διὰ δὲ τῆς ἐλεφαντίνης τοὺς ψευδεῖς καὶ ἀπατηλούς͵ ἀπὸ
τοῦ ἐλεφαίρω τὸ ἀπατῶ. τὸ δὲ οὔτινι εὐνηθεῖσα οὐκ ἄλλως ἂν πρὸς τοῦτο
συμβιβασθείη͵ ἀλλ΄ ἢ οὕτως͵ ὥσπερ τὰ μὴ ἐκ συναφείας γινόμενα τερατώδη τινὰ
πέφυκε γίνεσθαι͵ οὕτως ἵνα δηλώσῃ τὸ φοβερὸν τῶν ὀνείρων͵ τοῦτο ἐπήγαγε τὸ
μόνην τὴν νύκτα ταῦτα γεννῆσαι.
214. <δεύτερον αὖ Μῶμον.> πάλιν δὲ ἐγέννησε τὸν Μῶμον
καὶ τὴν κακοπάθειαν• ἀφανῶς γὰρ καὶ οἱ μῶμοι καὶ αἱ καταλαλιαὶ καὶ αἱ
κακοπάθειαι πᾶσιν ἐπέρχονται.
215. <Ἑσπερίδας θ΄ αἷς.> ἐγέννησε δὲ ἡ Νὺξ καὶ τὰς
νυκτερινὰς ὥρας͵ αἷς ὥραις διὰ φροντίδος εἰσὶ τὰ χρυσᾶ μῆλα͵ ἤγουν τὰ ἄστρα καὶ
τὰ δένδρα τὰ φέροντα καρπόν. σκοποῦμεν γάρ͵ ποίου ἀστέρος λάμποντος οὗτός ἐστιν
ὁ καρπός͵ ποίου δὲ δύοντος οὗτος; διὰ γὰρ τοῦτο καὶ ὁ μῦθός φησι τὸν Ἡρακλέα τὰς
Ἑσπερίδας ἀνῃρηκέναι͵ Ἡρακλέους ἐκεῖ νοουμένου τοῦ ἡλίου͵ παρὰ τὸ ἔαρος κλέος͵ Ἑσπερίδων
δὲ τῶν τῆς νυκτὸς ὡρῶν. τοῦ γὰρ ἡλίου λάμψαντος͵ οὔτε νὺξ οὔτε ἀστέρες εἰσί.
νοεῖται δὲ καὶ οὕτως. Ἑσπερίδας τὰς ἁπλῶς ὥρας φησί͵ καθ΄ ἃς ὥρας φροντίζομεν͵
ποῖος ἀστὴρ φαίνει͵ ποῖος δὲ οὔ͵ καὶ ποίου ἀστέρος φαίνοντος οὗτος ὁ καρπὸς γίνεται͵
ποίου δὲ δύνοντος οὗτος; καὶ εἰ νοηθείη οὕτως͵ συνταχθείη καὶ οὕτως τὰ φέροντά
τε τοῖς δένδρεσι καρπόν. ἐγέννησε δὲ καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας͵ ἐπεὶ πάντα ἐσωματοποίουν
οἱ Ἕλληνες͵ καὶ τὰς Μοίρας ἐσωματοποίουν καὶ ἀπὸ τῶν συμβαινόντων τὰ ὀνόματα ταύταις
ἐτίθουν. ἐπειδὴ γὰρ κλώθειν λέγεται τὸν μίτον μίτῳ συντιθέναι͵ διὰ τοῦτο καὶ
Κλωθὼ λέγεται͵ διὰ τὸ τὰ συμβαίνοντα πᾶσι κεκλωσμένα εἶναι͵ ἤγουν δεδομένα καὶ
εἱμαρμένα͵ Λάχεσις παρὰ τὸ ἐπιλαγχάνον τινὶ κλώθειν͵ Ἄτροπος δὲ παρὰ τὸ ἄτρεπτον
εἶναι τὸ μέλλον ἐπισυμβῆναί τινι. καὶ ἀπὸ τῆς Ἀτρόπου δὲ πάντα παραλαμβάνεται.