220. <αἵ τ΄ ἀνδρῶν τε θεῶν τε.> αἵ τινες διοικοῦσι
πάντα τὰ τῶν ἀνδρῶν πράγματα καὶ τὰ τῶν στοιχείων. οἵως γὰρ ὡρίσθησαν ἐξ ἀρχῆς͵
οὕτω καὶ μένουσιν. ἐγέννησε δὲ καὶ τὴν Νέμεσιν. ἡμεῖς μὲν Νέμεσιν λέγομεν τὴν ἐπὶ
ἀλόγῳ τινὶ συμβαίνουσαν μέμψιν͵ οὗτος δὲ τὸν φθόνον φησίν. ἐγέννησε δὲ καὶ τὴν
Φιλότητα καὶ τὴν Ἀπάτην͵ ἀλλ΄ οὐχ οἷαι τῆς Ἀφροδίτης εἰσίν. ἐκεῖ γὰρ Ἀπάτην ἀλλοίαν
φησὶ τῇ Ἀφροδίτῃ παρέπεσθαι͵ ὅθεν καὶ Παφίαν αὐτὴν καλοῦσι παρὰ τὸ παφάσκειν͵ ἤγουν
ἀπατᾶν. ἐνταῦθα δὲ οὐ τοιαύτην͵ ἀλλ΄ ἐπειδὴ ἀπατῶντές τινα φιλίαν αὐτοῦ
προσποιούμεθα͵ κρυπτῶς δὲ τοῦτο ποιοῦμεν καὶ ἀπατῶμεν• διὰ τοῦτο καὶ ἐν νυκτὶ
ταύτην γεννηθῆναί φησιν. ἐγέννησε δὲ καὶ τὸ Γῆρας. κατ΄ ὀλίγον γὰρ οἱ ἄνθρωποι
μαραινόμενοι θνήσκουσιν. ἀδήλως δὲ καὶ τοῦτο ἐπισυμβαίνειν εἴωθεν. ἐγέννησε δὲ
καὶ τὴν Ἔριν͵ ἡ δὲ Ἔρις ἐγέννησε τὸν Πόνον καὶ τὴν Λήθην͵ ἢ διότι͵ ἐὰν μετ΄ εὐεργέτου
τις ἐρίσῃ͵ ἐπιλανθάνεται τῶν ἐκείνου εὐεργεσιῶν͵ ἢ οὗτος παρ΄ ἐκείνου ἐπιλανθάνεται͵
τὸν Λιμόν τε͵ εἴωθε γὰρ ἐν ᾗ ἂν θέρος πόλει ἐπέλθοι͵ λιμὸν τοῖς ἐγχωρίοις ἐπάγειν.
ἐγέννησε δὲ καὶ τὰς Μάχας͵ τὰς Φιλονεικίας͵ τοὺς ψευδεῖς Λόγους͵ τὰς Ἀντιλογίας͵
τὴν Δυσνομίαν. καὶ γὰρ νόμος ἐστὶ τὸ μὴ φονεύειν. οἱ ἐρίζοντες γοῦν καὶ
φονεύουσι͵ καὶ διὰ τοῦτο δυσνομίαν ἐργάζονται͵ ἤγουν κακῶς χρῶνται τῷ νόμῳ. ἐγέννησε
δὲ καὶ τὸν Ὅρκον͵ ὅς τις πλεῖστα τοὺς ἐπιορκήσαντας βλάπτει. οἱ ἐρίζοντες γὰρ
πολλάκις μὲν ὀμνύουσι καὶ κατ΄ ὀλίγου προβαίνει ἐπὶ μεῖζον. καὶ τοῦτο δηλοῦντες
καὶ οἱ παλαιοὶ τὴν Ἔριν ἔγραφον πρῶτον μὲν μικράν͵ ἔπειτα δὲ κατ΄ ὀλίγον αὐξανομένην.
πάντα δὲ ὅσα εἶπε τὴν Ἔριν γεννῆσαι͵ εἰώθασιν ἐπὶ φιλονεικιῶν συμβαίνειν.
233. <Νηρέα δ΄ ἀψευδέα.> ἡ θάλασσα δὲ ἐγέννησε τὸν
Νηρέα͵ ἤγουν τὴν νῆξιν αὐτὴν τὴν ἐν τῇ θαλάσσῃ͵ τὴν ἀψευδέα καὶ ἀληθῆ• οὐ
διαψεύδεται γὰρ τὴν ἑαυτοῦ ἐνέργειαν͵ ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ
δὲ καὶ ἀληθῆ διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος͵ ἀληθὴς
δὲ ὁ καὶ τοῖς ψεύδεσι μὴ πειθόμενος͵ ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ τοῦτον
πρεσβύτατον τῶν παίδων. τοῦτο δὲ λέγει διὰ τὸ εἰρηκέναι ἐξ ἀρχῆς πρῶτον εἶναι τὸ
ὕδωρ.
235. <οὐδὲ θεμίστεων λήθεται.> οὐ γὰρ παρέρχεται ἡ
θάλασσα τὰ ἑαυτῆς ὅρια.
237. <αὖτις δὲ Θαύμαντα.> ἐγέννησε δὲ καὶ τὸν
Θαύμαντα͵ ἤτοι αὐτὰς τὰς ἀναθυμιάσεις παρὰ τὸ θαμὰ γίγνεσθαι. ἐγέννησε δὲ καὶ τὸν
αὐθάδη Φόρκυνα͵ αὐτὴν δηλονότι τὴν κυματώδη φοράν. διὸ καὶ τὸ ἀγήνορα
προσέθηκεν. ἐγέννησε δὲ τοῦτον͵ μισγόμενος τῇ γῇ͵ καὶ γὰρ τοῦ ὕδατος τὴν γῆν
πλήττοντος καὶ ἀντιπληττομένου συμβαίνει τοιαῦτα γίνεσθαι.
238. <καὶ Κητώ.> καὶ διὰ τούτου παρεμφαίνει τὸ βάθος αὐτοῦ.
239. <Εὐριβίην τε.> τὴν δύναμιν τοῦ ὕδατος τὴν ἀκαταπόνητον.
240. <Νηρῆος δὲ γένοντο.> ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως
τέκνων ὀνόματα ἔπλασεν͵ ἢ ἀπὸ τῶν εἰωθότων ἐν τῇ θαλάσσῃ γίνεσθαι͵ ἢ ἀφ΄ ὧν
ποιοῦσιν ἢ πυνθάνουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν͵ ἤγουν τῆς νήξεως͵
καὶ Δωρίδος τῆς ἠυκόμοιο͵ ἤγουν τοῦ πλοίου͵ ἐγένοντο πολλὰ τέκνα. δόρατα γὰρ οἱ
παλαιοὶ τὰ ξύλα ἐκάλουν͵ ὡς καὶ Ὅμηρος λέγει͵ τὸ δὲ δῶ ὑπὸ τῶν Ἀττικῶν ἐκτεινόμενον
μέγα γράφεται. ἠύκομον δὲ ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ
γὰρ τοῦ ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγίνοντο γοῦν αὗται θυγατέρες•
Πρωτὼ διὰ τὸ πρῶτον πάντων͵ ὥς φησιν οὗτος͵ ἐφεστάναι τὸ ὕδωρ͵ Εὐκράτη διὰ τὸ
χρείαν εἶναι τῆς εὐκρασίας τοῖς ναύταις͵ Σαὼ διὰ τὸ χρείαν εἶναι σωτηρίας τοῖς
ναύταις͵ Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς τῆς τύχης (ἢ γὰρ ἐπὶ ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι
καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν)͵ Εὐδώρη διὰ τὴν ἀντικατάλλαξιν τὴν τοῖς ἐμπόροις
γινομένην͵ Θέτις δὲ διὰ τὴν συγκατάθεσιν τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν
ναυτῶν γίνεται πλοῦς)͵ Γαλήνη διὰ τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις͵ Γλαύκη
διὰ τὸ λευκὸν τοῦ ὕδατος͵ Θαλίη διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον͵
Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους͵ Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς
πλέουσι͵ Δωτὼ διὰ τὰς δωτίνας καὶ ἀντικαταλλάξεις͵ Κυμοθόη διὰ τὸ τῶν κυμάτων
ταχύ͵ Σπειὼ διὰ τὸ τοὺς πλέοντας πολλάκις καὶ σπηλαίοις ἐντυγχάνειν͵ Θόη διὰ τὴν
θεῦσιν τὴν ἐπὶ τοῦ ὕδατος͵ Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως τούτοις͵ Πρωτὼ
διὰ τὸ καὶ τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν͵ Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος͵
Δυναμένη διὰ τὴν ἰσχὺν τούτου͵ Νησαίη διὰ τὸ νήσοις προσπελάζειν τοὺς πλέοντας
καὶ ἀκταῖς͵ ἀφ΄ οὗ καὶ Ἀκταίη͵ Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι πρό τινος ἄλλου
φροντίζειν͵ πῶς δεῖ πλέειν͵ Δωρὶς διὰ τὰ δῶρα͵ ἅπερ διδόασι καὶ λαμβάνουσι͵
Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ βλέπειν͵ Γαλάτεια διὰ τὸν ἐπιγινόμενον
ἀφρόν͵ Ἱπποθόη διὰ τὴν εἰς ὑπερβολὴν θεῦσιν τοῦ ὕδατος͵ Ἱππονόη διὰ τὸ δίκην ἵππων
θέειν τὴν νῆα͵ Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα δέχεσθαι͵ Κυμὼ
διὰ τὰ κύματα͵ Ἠϊόνη διὰ τοὺς αἰγιαλούς͵ Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων
ἐν τῇ θαλάσσῃ͵ Γλαυκονόμη διὰ τὸ τοιοῦτον χρῶμα τοῦ ὕδατος͵ Ποντοπόρεια διὰ τὸ
τὸν πόντον περᾶν͵ Λειαγόρη διὰ τὸ τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν
πρὸς τούτους͵ ὡσαύτως καὶ τὸ Εὐαγόρη͵ Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ͵
Πολυνόμη διὰ τὸ πολλὰς νομὰς ἔχειν͵ Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου
φορᾶς (ἀφ΄ ἑαυτοῦ γὰρ νέει)͵ Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ ἀντικαταλλασσέσθαι͵
Ψαμάθη διὰ τὰς ψαμάθους͵ Μελανίππη διὰ τὴν μονὴν τὴν ἐν αὑτῇ (οὐ πάντοτε γὰρ
πλέουσι)͵ Νησὼ δι΄ ὃν εἴπομεν λόγον͵ Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι͵ Θεμιστὼ δι΄ ὃν
εἴπομεν λόγον εἰς τὰς θέμιστας͵ Προνόη διὰ τὸ τοὺς προνοουμένους ἀνθρώπους ταῦτα
ποιεῖν͵ Νημερτής͵ ἤγουν ἡ κολύμβησις͵ ἥτις ὁμοία ἐστὶ τῷ πατρί (οὐδέποτε γὰρ ἐπιλείπει).
265. <Θαύμας.> ἡ δὲ ἀναθυμίασις μιγεῖσα τῇ Ἠλέκτρᾳ
δηλονότι τῇ τοῦ ἡλίου λαμπηδόνι͵ ἐγέννησε τὴν Ἶριν͵ τὸ τόξον͵ (τὴν ὠκείαν διὰ τὸ
ταχέως καὶ γίνεσθαι καὶ λύεσθαι). ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν ἀναθυμιάσεων
οἱ ἄνεμοι γίνονται)• Ἀελλώ͵ ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ ἱλαρὸς ἐπιγίνεται
ἄνεμος͵ ἀλλὰ καὶ καταιγίδες πολλαί)• Ὠκυπέτη διὰ τὸ ταχὺ τῶν ἀνέμων.
270. <Φόρκυνι δ΄ αὖ Κητώ.> ἡ Κητὼ δὲ συνελθοῦσα τῷ
Φόρκυνι ἐγέννησε τὰς Γραίας͵ δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ
πάντοτε πλησίον τῆς γῆς͵ ἀλλὰ καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς.
καλλιπαρῄους διὰ τὸ λευκὸν εἶπεν. ἐκ γενετῆς πολιάς• ἅμα γὰρ τῇ γεννήσει
λευκαίνονται. ἐπίθετα καὶ τὰ ὀνόματα τοῖς ἀφροῖς• [Πεφρηδώ] καὶ Πεφρηδὼ μὲν
λέγεται ἡ διὰ τοῦ γινομένου ἀφροῦ εὐδία͵ ᾗ οἱ ναῦται εὐφραίνονται͵ τοῦ π
πλεονάζοντος͵ Ἐνυὼ διὰ τὸ μάχιμον τούτου͵ πολλάκις γὰρ γίνεται αἴτιος
καταιγίδων. ἐγέννησε καὶ τὰς Γοργόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ͵ ἤγουν τοῦ ὕδατος.
Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν͵ ἴσως διὰ τὸ γοργὸν τούτων. <ἐσχατιῇ πρὸς
νυκτός>͵ ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν͵ ὅπου
ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἱ Ἑσπερίδες͵ ἤγουν αἱ τῆς νυκτὸς ὧραι͵ ὡς
προέφημεν. <αἱ λιγύφωνοι>. εἴωθε γὰρ κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως
καὶ ἠρεμαίως προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα. καὶ τῶν μὲν
ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν͵ Εὐρυάλην δὲ ἀπὸ τοῦ
εὐρὺ τοῦ ἁλός͵ Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν͵ ἧ τινι μεδόμεθα καὶ φροντίζομεν.
ποία δὲ Μέδουσα; <ἡ χαλεπὰ παθοῦσα> διὰ τὸ μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι
ἀναθυμιάσεις͵ ἐπιλειψάσης τῆς ἐν αὐτῇ ὑγρότητος.
277. <ἡ μὲν ἔην θνητή.> ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις
γίνεται͵ αἱ δὲ δύο͵ αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων͵ ἀθάνατοι πάντοτε
γίνονται. τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν͵ ἤγουν ἡ ὑδατώδης ὑγρότης͵
ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν
φησιν͵ ἐπιφέρει τοῦτο͵ ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν͵ εἰ μὴ ἐξ ὑγρότητος
ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης τῆς Μεδούσης τὴν κεφαλήν͵ ἤγουν
τῆς γηΐνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν͵ ὁ Περσεύς͵ ἤγουν ὁ ἥλιος͵ ἀφείλετο͵ ἐπήδησεν
ὁ Πήγασος ἵππος καὶ ὁ Χρυσάωρ͵ δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται
παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν͵ Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ
Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς τὴν γῆν͵ τὴν μητέρα τῶν
μήλων͵ δηλονότι τῶν ἀστέρων͵ ἵκετο εἰς τὸν οὐρανόν• μητέρα δὲ μήλων͵ ἤγουν ἀστέρων͵
τὴν γῆν φησιν͵ ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων
ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν͵ διὰ τοῦτο μητέρα τῶν ἀστέρων
ταύτην φησί.
287. <Χρυσάωρ δ΄ ἔτεκε.> ἄνωθεν εἰπὼν Χρυσάορα τὴν ἀστραπὴν
νῦν τὴν φύσιν αὐτῆς δηλοῖ τῆς ἀστραπῆς. ἀστραπὴ γάρ ἐστι πνεῦμα͵ ὅπερ
πυρούμενον ἐν νέφει͵ ῥήσσει τοῦτο καὶ ἔξεισιν. ὁ Χρυσάωρ οὖν͵ αὐτὴ δηλονότι ἡ
φύσις τῆς ἀστραπῆς͵ ἐγέννησε τὸν τρικέφαλον Γηρυόνην͵ ἤτοι τὸν χειμῶνα͵ ὃν
τρικέφαλον εἶπεν͵ ἐπειδὴ τρισὶ μησὶ περιγράφεται͵ ἢ ἐπειδὴ τῷ χρόνῳ τρία ταῦτα
παρέπεται͵ ὁ ἐνεστώς͵ ὁ παρεληλυθώς͵ καὶ ὁ μέλλων. [μέρος δὲ καὶ οὗτος τοῦ
χρόνου κατὰ τοῦτο ἂν τρικέφαλος νοηθείη͵ ἤγουν τὸ ἐνεστὼς ἔχων͵ τὸ παρεληλυθὸς
καὶ τὸ μέλλον.] ὅν τινα χειμῶνα Γηρυόνην φησὶ διὰ τὸ ἐν χειμῶνι βοάς τινας καὶ ὄχλους
ἀφίεσθαι καὶ ἤχους (γῆρυς γὰρ ἡ φωνή)͵ ὃν Γηρυόνην͵ ἤγουν χειμῶνα͵ ἐφόνευσεν ὁ Ἡρακλῆς͵
ἤγουν ὁ ἥλιος͵ ὁ τοῦ ἀέρος ὢν κλέος ἢ τὸ ἔαρ αὐτὸ τὸ τὸν ἀέρα κλεΐζον. ἔκτεινε
δὲ παρὰ τοῖς βουσὶ τοῖς εἰλιπόδεσσιν ἐν τῇ πάντοθεν περιρρεομένῃ Ἐρυθείῃ͵ ἤγουν
παρ΄ αὐτῇ τῆς τοῦ ἀέρος θεύσει. παρὰ τοῖς βουσίν͵ ἤτοι ταῖς βρονταῖς. ἐπεὶ γὰρ
παρὰ ταῖς ποιηταῖς εὑρίσκεται ὁ τῆς βροντῆς ἦχος λεγόμενος μυκηθμός͵ παρὰ τοῦτο
οὕτως νοοῖντο βόες αἱ βρονταὶ καὶ τὰ νέφη.
293. <Ὄρθον τε κτείνας.> ἤγουν κρατήσας ὁ ἥλιος τὴν ἔγερσιν
καὶ ἐπανάστασιν τῶν νεφῶν καὶ τὸν Εὐρυτίωνα͵ ἤτοι αὐτὴν τὴν τῶν ὑδάτων ῥεῦσιν͵
κτείνας. ποῦ δέ; ἐν τῷ σταθμῷ τῷ ἠερόεντι͵ ἤγουν ἐν τῷ οὐρανῷ͵ ἤτοι τῷ ἀέρι͵ ὃν
σκοτεινὸν μὲν εἶπε διὰ τὸ φύσει εἶναι τοιοῦτον. ζοφώδη δὲ σταθμὸν διὰ τὸ μὴ
μεταβαίνειν ἀπὸ τόπου εἰς τόπον͵ ἀλλ΄ ἐν τῷ αὐτῷ ἵστασθαι
295. <ἣ δ΄ ἔτεκ΄ ἄλλο πέλωρον.> αὕτη δὲ ἡ Κητώ͵ ἤγουν ἡ
ὑγρότης͵ περιλειφθεῖσα τῷ βάθει͵ ἐγέννησεν ἄλλο μέγιστον θαῦμα͵ μήτε θεοῖς μήτ΄
ἀνθρώποις ἐοικός͵ τὴν Ἔχιδνάν φησιν͵ ἤγουν τὰ δένδρα͵ ἃ οὔτε θεοῖς ὅμοια πέφυκε
(φθείρεται γάρ)͵ οὔτε ἀνθρώποις͵ πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων ἵστασθαι
δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ͵ ἤγουν τῷ
κοιλώματι τῆς γῆς͵ ἥμισυ μὲν οὖσαν νύμφην͵ ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι
ποιοῦσαν ἡμᾶς͵ συνεπινοουμένων τοῖς δένδρεσι τῶν καρπῶν͵ τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς
τῶν ῥιζῶν ἑλίξεις. ὠμηστήν͵ ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται.
295. <ἣ δ΄ ἔτεκ΄ ἄλλο πέλωρον.> αὕτη ἡ Κητὼ ἐγέννησε τὴν
Ἔχιδναν͵ αὐτὰς δηλαδὴ τὰς ἀτμίδας τὰς ἐκ τῆς θαλάσσης ἀναγομένας͵ ἃς οὐδὲν ἐοικυίας͵
οὔτε θεοῖς οὔτε ἀνθρώποις φησί͵ διὰ τὸ μήτε μένειν ἐπὶ τοῦ αὐτοῦ͵ ἀλλὰ ταχέως
κατέρχεσθαι καὶ διὰ τὸ θρεπτικὸν ἡμῶν εἶναι. ἐγέννησε δὲ ταύτην ἐν τῷ γλαφυρῷ
σπηλαίῳ͵ ἤτοι τῷ οὐρανῷ. γλαφυρὸν γὰρ κυρίως τὸ γεγλυμμένον λέγεται. τοιοῦτος
δέ ἐστι καὶ ὁ οὐρανός. ἥμισυ μὲν νύμφην͵ διὰ τὸ θρεπτικὸν ταύτην φησὶ νύμφην. ἥμισυ
δ΄ αὖτε ὄφιν͵ διὰ τὴν σφοδρὰν ἄναξιν τῶν ἀτμίδων͵ οἷος καὶ ὁ ὄφις ἐστίν͵ ἢ διὰ
τὸ καταρρέειν τοὺς ποταμοὺς ὥσπερ τὸν ὄφιν. ποικίλον δὲ διὰ τὴν τῶν ὑδάτων διαφοράν.
304. <ἣ δ΄ ἔρυτ΄ εἰν Ἀρίμοισιν.> αὕτη δὲ ἡ Ἔχιδνα͵ ἤγουν αἱ ῥίζαι͵ τῶν
δένδρων συνεπινοουμένων καὶ τῶν καρπῶν͵ φυλάττονται ἐν τοῖς Εἰναρίμοις͵ ἤγουν ἐν
τῷ ἐαρινῷ καιρῷ.
304. <ἣ δ΄ ἔρυτ΄ εἰν Ἀρίμοισιν.> αἵ τινες ἀτμίδες ἐν τῷ
ἔαρι κωλύονται φέρεσθαι κατὰ γῆς. ἀθάνατος νύμφη͵ διὰ τὸ μὴ πάντας τοὺς ποταμοὺς
τοὺς ἐκ τῶν κατερχομένων γινομένους ὑδάτων ἐκλείπειν͵ κἂν ἑνὶ τοῦτο ἐπισυμβῇ.
306. <τῇ δὲ Τυφάονα.> ταύταις δὲ ταῖς ἀτμίσι͵ μιχθέν των τῶν καταιγιδώδων
πνευμάτων γεννᾶται ἡ τῶν βροντῶν καὶ τῶν νεφῶν ὀρόθυνσις͵ ἤτοι διάγερσις͵ ἣν τοῦ
Γηρυόνου͵ ἤτοι τοῦ χειμῶνος κύνα καλεῖ. γεννᾶται δὲ καὶ ὁ Κέρβερος͵ ἤτοι ἡ τοῦ ἀέρος
σκότωσις͵ τοῦ ἡλίου ἐπικρυπτομένου͵ παρὰ τὸ τοῦ ἀέρος βάρος εἶναι. <Ἀίδεω δὲ
κύνα.> διὰ τὸ σκοτεινὸν τοῦτό φησι. γεννᾶται δὲ καὶ ἡ Ὕδρα͵ ἤτοι ἡ τῶν ὑδάτων
φορά͵ ἣν ἐξεθρέψατο ὁ ἀὴρ ὁ μαχόμενος͵ ἤτοι ἐναντίος ὤν͵ τῷ ἡλίῳ. ὁ μὲν γὰρ ἥλιος
φαεινός͵ ὁ δὲ ἀὴρ σκοτώδης καὶ ἐναντίος τούτου ἐστίν. ἣν Ὕδραν͵ ἤγουν φορὰν τῶν
ὑδάτων (ἥτις περὶ τὸν ἀέρα συμβαίνειν εἴωθεν)͵ ἐπέσχεν ὁ Ἡρακλῆς͵ ἤτοι ὁ ἥλιος͵
ὁ τοῦ ἀέρος ὢν κλέος͵ ὁ υἱὸς τοῦ Διός͵ ἤτοι ὁ ὅμοιος τῷ αἰθέρι• πυρώδεις γὰρ ἀμφότεροι.
ἐπέσχε δὲ σὺν τῷ Ἰολάῳ͵ ἤτοι τῷ τοῦ ἀέρος καιρῷ͵ καθ΄ ὃν πάρεστι λάειν καὶ
βλέπειν τοὺς λαοὺς τὰ ἴα. τῷ ἀρηιφίλῳ͵ καθ΄ ὃν εἰώθασιν οἱ πόλεμοι γίνεσθαι. ἐπέσχε
δὲ συνεπινευούσης τῆς Ἀθηνᾶς͵ ἤτοι τῆς γῆς τῆς πάντα θηλαζούσης͵ τῆς ἀγελείας͵
τῆς τὰς ἀγέλας τρεφούσης.
306. <τῇ δὲ Τυφάονα.> ἐντεῦθεν οὐκέτι περὶ ὧν ἔλεγε
διεξέρχεται͵ ἀλλὰ περὶ τὰ καθ΄ ἡμᾶς διατρίβη͵ καί φησιν͵ ὅτι τῇ Ἐχίδνῃ͵ ἤγουν τῇ
τῶν καρπῶν ἀφθόνῳ ἀπολαύσει͵ συνελθὼν ὁ Τυφών͵ ἤτοι ἡ θερμότης τοῦ ἔρωτος͵ ἡ ἐν
ἡμῖν οὖσα͵ (ἐτυμολογουμένου τοῦ ὀνόματος ἀπὸ τοῦ τύφω τὸ καίω)͵ ἐγέννησε πρῶτον
μὲν τὸν Ὄρθον͵ ἤγουν αὐτὴν τὴν κίνησιν τὴν εἰς τὰ πάθη͵ ὃν ὁ σοφώτατος Ὅμηρος ὀρόθυνσιν
λέγει͵ μετὰ ταῦτα γεννᾷ καὶ τὸν Κέρβερον͵ ἤτοι τὴν κάκωσιν καὶ τὸ βάρος τοῦ
κέαρος͵ ἤγουν τῆς ψυχῆς. <Ἀίδεω κύνα.> παρὰ τὸ σκότον ἐμποιεῖν τῇ ψυχῇ.
πεντηκοντακέφαλον. πολλὰς γὰρ ἀρχὰς κέκτηται. 313. <τὸ τρίτον Ὕδρην.> μετὰ
ταῦτα τὴν ὕδραν ἐγέννησεν͵ αὐτὸν δηλαδὴ τὸν ὑδαρὸν καὶ ἔκλυτον βίον τὸν κακὰ
ποιοῦντα͵ ὃν ἐξεθρέψατο ἡ ῞Ηρα͵ ἤτοι ὁ ἔρως ὁ ἀεὶ μαχόμενος τοῖς ἐρῶσι κλέους
βροτοῖς. ἀντίκειται γὰρ ὁ σεμνὸς βίος τῷ ὑδαρῷ καὶ ἐκλύτῳ. αὐτὴν μέν͵ τοῦτον τὸν
ἔκλυτον βίον͵ ἔκτεινεν͵ ἤγουν ἐνίκησεν ὁ Ἡρακλῆς͵ ὁ σεμνὸς δηλαδὴ καὶ κλέους ἐρῶν
ἄνθρωπος͵ ὁ υἱὸς τοῦ Διός͵ ὁ κουφιζόμενος τῷ Διί͵ ἤτοι τῷ νοΐ. ἐνίκησε δὲ
ταύτην σὺν τῷ Ἰολάῳ͵ ἤγουν σὺν ἰότητι καὶ βουλῇ͵ βουλαῖς τῆς Ἀθηνᾶς (ἤγουν τῆς
φρονήσεως). συμβαίνει γὰρ πολλάκις τινὰς τῶν καταπεσόντων ἀνίστασθαι καὶ μὴ ἀεὶ
νικᾶσθαι ὑπὸ τῆς ῥᾳθυμίας.
319. <ἣ δὲ Χίμαιραν ἔτεκεν.> ἐγέννησε δὲ καὶ τὴν
Χίμαιραν͵ αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν͵ τὴν πῦρ πνέουσαν (ἡ γὰρ ἀναίδεια πυρὸς
δραστικωτέρα ἐστίν)͵ ἧς χιμαίρας͵ ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί͵ μία
δράκοντος͵ μία λέοντος͵ ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς εἶναι κεφαλὰς αὐτῆς
ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν͵ τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ
τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς ὃ ἂν βούλοιτο εὐκίνητον ὑποσημαίνει
(τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐκινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη͵ οἷον
καὶ τὸ ζῶόν ἐστι͵ καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα)͵ διὰ δὲ τοῦ δράκοντος εἰπεῖν
τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη ὅλως ἀνανεύειν ποτέ͵ ἀλλὰ κάτω
κεχηνέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό ἐστι͵ καὶ ἀλλ΄ ἄττα
διάφορα͵ ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ
πρὸς τὰ πάθη θερμόν͵ κεφάλαιον δὲ ἡ ἀναίδεια͵ ἢν χίμαιραν εἶπεν͵ ὄπισθεν δὲ ἡ
πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν͵ αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν͵ ἀνεῖλεν ὁ Πήγασος ὁ
Βελλεροφόντης͵ ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή͵ καὶ οἷον ὑπερπηδῶν.
Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται παρὰ
τοῖς Ἰταλοῖς)• ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ οἷον ὑπερπηδῶν τὴν γῆν
καὶ τὰ κακὰ ἀναιρῶν. ἀλλ΄ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον͵ εἴπερ καὶ ἄλλως
νοοῖντο. 319. <ἣ δὲ Χίμαιραν.> ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν͵ ἤτοι τὸν
χειμερινὸν καιρόν͵ οὗ τρεῖς εἰσι κεφαλαί͵ ἡ πρὸς τὸ θέρος ἐγγύτης͵ ἣν λέοντά
φησι διὰ τὸ μετέχειν θερμότητος͵ ἡ ἀκμὴ τοῦ χειμῶνος͵ ἣν δράκοντά φησι διὰ τὸ ῥαγδαίαν
καταφορὰν γίνεσθαι τῶν ὑδάτων͵ ἡ μεσότης τοῦ χειμῶνος͵ ἣν χίμαιραν εἶπε.
πνέουσαν πῦρ διὰ τὸ μᾶλλον ἡμᾶς ἐν ταύτῃ δέεσθαι τοῦ πυρὸς θερμαίνοντος• ἣν ὁ
Πήγασος͵ ἤγουν ὁ ἥλιος͵ ἀνεῖλε καὶ ὁ Βελλεροφόντης͵ ἡ δύναμις δηλαδὴ τοῦ ἡλίου͵
ἡ τὰ φερόμενα βέλη ἀναιροῦσα. 326. <ἣ δ΄ ἄρα.> αὕτη δὲ ἐγέννησε τὴν
Σφίγγα͵ ἤτοι τὴν σφίγξιν τὴν ἐπὶ τῷ κρύει γινομένην. ἐγέννησε δὲ εἰς ὄλεθρον τῶν
Καδμείων͵ ἤγουν τῶν καμνόντων ἀνθρώπων͵ συνελθοῦσα τῷ Ὄρθῳ͵ ἤτοι τῇ τῶν ὑδάτων
καταφορᾷ καὶ τῇ τῶν νεφῶν καὶ τῶν βροντῶν διεγέρσει. καὶ τὸν λέοντα τὸν Νεμεαῖον͵
ἤτοι τοὺς παγετούς͵ οὓς λέοντα μὲν διὰ τὸ ἰσχυρόν͵ Νεμεαῖον δὲ διὰ τὸ ἐπὶ πολὺ
νέμεσθαι εἶπεν. ὃν παγετὸν ἐποίησεν ὁ ἀὴρ εἰς βλάβην τῶν νεμομένων καὶ
διοικουμένων ἀνθρώπων͵ ὅπου ὁ παγετὸς ἀπατᾷ τοὺς ἀνθρώπους. πολλάκις γάρ τινες
οἰηθέντες ἀρραγῆ τοῦτον ἔχειν τὴν σύμπηξιν καὶ διαπερῶντες͵ διαρραγέντος τοῦ
παγετοῦ͵ εἰς τὸ βάθος κατέδυσαν. ποῖος δὲ παγετός; ὁ γινόμενος περὶ τὰ
κοιλώματα τῆς γῆς. ἀλλ΄ ὁ Ἡρακλῆς͵ ἤγουν ὁ ἥλιος͵ καὶ τοῦτον τὸν λέοντα͵ ἤτοι τὸν
παγετόν͵ νικήσας διέλυσε.
333. <Κητὼ δ΄ ὁπλότατον.> ἡ δὲ Κητώ͵ φησίν͵ ἤτοι ἡ ὑγρότης
ἡ ὑδατώδης͵ μιγεῖσα τῷ Φόρκυνι͵ ἤγουν τῇ ὁρμῇ καὶ φορᾷ τῶν ὑδάτων͵ ἐγέννησε
δεινὸν ὄφιν ὑπο κάτω τῆς γῆς͵ δηλονότι τὰς τῶν δένδρων ῥίζας͵ ὃς ὄφις͵ ἤτοι τῶν
δένδρων ῥίζαι͵ φυλάσσει τὰ μῆλα͵ δηλονότι πάντας τοὺς καρπούς. μὴ θαυμάσῃς δέ͵
εἰ διὰ τῶν μήλων πάντας τοὺς καρποὺς περιείληφεν͵ ὅπου γε καὶ Ὅμηρος ἑκατόμβην
τὴν θυσίαν φάσκων δηλοῖ τὰ θρέμματα πάντα.
337. <Τηθὺς δ΄ Ὠκεανῷ.> ἡ Τηθὺς δέ͵ ἤγουν ἡ γῆ ἡ
τρέφουσα πάντα͵ συνελθοῦσα τῷ Ὠκεανῷ͵ ἤγουν τῇ ταχείᾳ φορᾷ τῶν ὑδάτων (παρὰ τὸ ὠκέως
νάειν)͵ τοὺς ποταμοὺς ἀπεγέννησε.
346. <τίκτε δὲ θυγατέρων.> ἐγέννησε δὲ καὶ θυγατέρας͵ ἤτοι
πηγάς͵ αἵ τινες κουρίζουσι καὶ νέους ποιοῦσι τοὺς ἀνθρώπους (ἐξ ὑγρότητος γὰρ
συνιστάμεθα καὶ θερμότητος)͵ ἢ κουρίζουσιν ἀντὶ τοῦ κουράς͵ ἤτοι τρίχας
βλαστάνειν ποιοῦσιν͵ αἴτιον τῆς ἡμῶν αὐξήσεως τὸ ὕδωρ εἶναι δηλούντων τῶν παλαιῶν.
ἡβήσασαι δέ τινες αἱ τρίχες τῷ κατὰ τὴν χώραν ποταμῷ ἀνετίθεντο. τρέφουσι δὲ σὺν
τῷ Ἀπόλλωνι͵ ἤγουν τῇ θερμότητι.
349. <Πειθώ τ΄ Ἀδμήτη τε.> τὰ ὀνόματα τῶν πηγῶν τινες ἐξ
ἀνέμων ἐπεχείρησαν ἐτυμολογῆσαι ταῦτα. οὐκ ἕχει δὲ τοῦτο λόγον͵ ἀλλὰ μᾶλλον ἐκ
τῶν ἐπισυμβαινόντων τοῖς ὕδασιν ἐτυμολογηθεῖεν ἄν. ἡ Πειθὼ ἀπὸ τοῦ ποθῶ͵ τὸ γὰρ
ὕδωρ ἄριστον καὶ ποθούμενον πᾶσιν͵ ὡς ἕφη Πίνδαρος• ἄριστον μὲν ὕδωρ. ἢ ἀπὸ τοῦ
μὴ πείθεσθαί τινι͵ ἄσχετον γὰρ τὸ ὕδωρ ἐστίν. Ἀδμήτη διὰ τὸ ἰσχυρόν͵ Ἰάνθη διὰ
τὸ τῶν ὑδάτων εὐφραντικόν͵ Ἠλέκτρα διὰ τὸ καθαρὰ καὶ δίκην ἠλέκτρου φαεινὰ
τυγχάνειν τὰ ὕδατα͵ Δωρὶς διὰ τὰ ἐκ τῶν ὑδάτων γινόμενα δῶρα τοῖς πλέουσι͵
Πρυμνὼ διὰ τὸ πρὸς τῇ πρύμνῃ ὄντος ἀνέμου πλέειν τοὺς ναύτας͵ Οὐρανίη διὰ τὸ ἐκ
τῶν οὐρανῶν τὰ ὕδατα κατάγεσθαι͵ Ἱππὼ διὰ τὸ ταχύ (ταχὺς γὰρ ὁ ἵππος ἐστί)͵
Κλυμένη διὰ τὸν ἀποτελούμενον ἦχον ἐκ τῶν ὑδάτων͵ Ρόδεια διὰ τὸ τὰ ῥόδα αὔξειν͵
ἢ ἀπὸ τοῦ ῥέω͵ Καλλιρρόη ἀπὸ τοῦ καλῶς ῥέειν͵ Ζευξὼ διὰ τὸ μετὰ τὸ τοῦ ὕδατος ἐμφορηθῆναι
τὸ ὑποζύγιον ζεύγνυσθαι͵ Κλυτίη δὲ διὰ τὸ ἔνδοξον͵ Εἰδυῖα διὰ τὸ χρῆν εἶναι τοὺς
πλέοντας ἐπιστήμονας πάντων͵ Πασιθόη διὰ τὸ πανταχοῦ θέειν͵ Πληξαύρη διὰ τὸ
πλήττεσθαι ὑπὸ τῶν ἀνέμων͵ Γαλαξαύρη διὰ τὸ ὑπὸ τῶν ἀνέμων λευκαίνεσθαι καὶ οἷον
ἐκγαλακτοῦσθαι͵ Ἐρατὼ διὰ τὸ ἐπιθυμητικόν͵ Διώνη διὰ τὴν ἐκ τῶν ὑδάτων ὠφέλειαν͵
Μηλόβοσις διὰ τὸ θρεπτικὸν τῶν προβάτων εἶναι τὸ ὕδωρ͵ Θόη διὰ τὸ ταχύ͵
Πολυδώρη διὰ τὸ πολλὰ δωρήματα ἔχειν τοὺς ναύτας ἐξ αὐτῆς͵ Κερκηὶς διὰ τὸ ἠχητικόν͵
Πλουτὼ διὰ τὸν ἐπιγινόμενον πλοῦτον͵ Περσηὶς διὰ τὸ ἀπὸ τόπου εἰς τόπον περᾶν͵ Ἰάνειρα
διὰ τὸ εὐφραντικόν͵ Ἀκάστη διὰ τὸ θεραπευτικόν͵ Ξάνθη διὰ τὸ τῶν ὑδάτων ξανθόν͵
Πετραίη διὰ τὸ ἐκ πετρῶν βλαστάνειν τὰ ὕδατα͵ Μενεστὼ διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ
μένειν͵ Εὐρώπη διὰ τὸ πλατὺ τοῦ πελάγους͵ Μῆτις διὰ τὸ βουλευτικοὺς δεῖν εἶναι
τοὺς πλέοντας͵ Εὐρυνόμη διὰ τὸ πλατεῖαν νομὴν ἔχειν͵ Τελεστὼ διὰ τὸ αὐξητικόν͵
Κρυσηὶς διὰ τὸ κρυερόν͵ Ἀσίη διὰ τὴν ἄσιν καὶ τὸν ῥύπον͵ ὃν φέρει͵ ἢ παρὰ τὸ τοὺς
ῥύπους καθαίρειν͵ Καλυψὼ διὰ τὸ βαθύ͵ Εὐδώρη διὰ τὸ εὐδωρεῖσθαι τοὺς πλέοντας͵
Τύχη διὰ τὸ τύχαιον καὶ ἄστατον τῶν ὑδάτων͵ Ἀμφιρρὼ διὰ τὸ πανταχοῦ ῥέειν͵ Στὺξ
δὲ διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῶν πλεομένων ὑδάτων.