ΑΝΤΙΓΟΝΟΣ: Αναφορά για μέλισσες



Από το έργο του "Ιστοριών παραδόξων συναγωγή":

 

Τὰς δὲ μελίττας θυμιωμένας ὑπὸ τοῦ καπνοῦ καὶ κακοπαθούσας τότε μάλιστα μὲν μέλι ἐσθίειν͵ τὸν δὲ λοιπὸν χρόνον φείδεσθαι͵ ὡς τροφῆς χάριν ἀποτιθεμένας. Τοῖς ἀπὸ τῶν δένδρων δὲ δακρύοις διαχρίειν τὸ σμῆνος τῶν ἄλλων ἕνεκεν θηρίων. ἃς δὲ ἂν ἀποκτείνωσιν αἱ χρησταὶ μέλιτται͵ πειρᾶσθαι μὲν αὐτὰς ἔξω τοῦτο ποιεῖν· ἐὰν δὲ ἔσω τοῦ σμήνους ἀποκτείνωσιν͵ ἐκφέρειν. Τοὺς δὲ φῶρας καλουμένους κακουργεῖν͵ ἐὰν λάθωσιν παρεισελθόντες· εἰσέρχονται δὲ σπανίως· τηρεῖσθαι γὰρ αὐτοὺς καὶ ἐπὶ πασῶν φύλακας εἶναι. Εἶναι δὲ αὐτὰς τεταγμένας ἐφ΄ ἑκάστῳ τῶν ἔργων͵ καὶ τὰς μὲν ἀνθοφορεῖν͵ τὰς δὲ κατορθοῦν τὰ κηρία. Δυσχεραίνειν δ΄ αὐτὰς καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς καὶ τῷ μύρῳ͵ καὶ τὸ περίττωμα δὲ ἔξω ἀφιέναι. Καὶ τὰς μὲν πρεσβυτέρας εἴσω ἐργάζεσθαι .....