ιγ εἰ ἔστιν ἀπόδειξις.
Ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις͵ ἀπ΄ αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν͵ ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων͵ τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν͵ ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ͵ ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων͵ τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα͵ οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν͵ τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει͵ ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα͵ τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλήλοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει. χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας͵ ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος͵ ὡς ἐν τῷ περὶ σημείου λόγῳ ὑπεμνήσαμεν͵ καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται. οἵ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν͵ ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν͵ ὡς ὁ τοιοῦτος εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· Δίων ἄρα περιπατεῖ. παρὰ δὲ παρολκήν͵ ὅταν εὑρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγωγήν͵ οἷον εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν͵ ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν. παρὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι͵ ὅταν μὴ ᾖ τὸ σχῆμα τοῦ λόγου συνακτικόν͵ οἷον ὄντων συλλογιστικῶν͵ ὡς φασί͵ τούτων εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν͵ εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν͵ ὁ λόγος ἀσύνακτός ἐστιν οὗτος εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν φῶς ἔστιν· ἡμέρα ἄρα ἔστιν. ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον͵ εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον͵ καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον͵ ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον͵ ἀλλὰ τῷ ἡγουμένῳ τὸ λῆγον μόνον. διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται͵ καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος͵ ὡς ὁ προειρημένος͵ παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει͵ ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι συνημμένον ἀληθές ἐστιν͵ καὶ ἡ ἀλλὰ μὴν φῶς ἔστι πρόσληψις͵ ἡ δὲ ἡμέρα ἄρα ἔστιν ἐπιφορὰ ψευδής. κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λόγος͵ ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος͵ ὡς οἴονται͵ τοῦ λόγου τούτου ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφορος· ἀγαθὸς ἄρα ἐστίν͵ φαῦλός ἐστι παρὰ ἔλλειψιν οὗτος ὁ λόγος ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν. ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ΄ αὐτοὺς ἀπὸ τῶν συνακτικῶν͵ ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος͵ ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν παρ΄ αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως. Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου͵ ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον͵ ὡς ἐπελογισάμην͵ ἀδιάκριτος ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος. καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον͵ φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμένην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνὺς δὲ διὰ λόγου ἀκούσεται͵ ὅτι δεῖ τὸν λόγον τοῦ τον πρότερον συνακτικὸν εἶναι͵ εἶθ΄ οὕτως ἀποδεικνύειν͵ ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός͵ μὴ ἔχον τες συνημμένου σύμφωνον κρίσιν͵ ᾗ κρινοῦμεν εἰ ἀκολουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λεγόμενον. τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν εἶναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν͵ οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι΄ οὗ δυνήσεται συνάγειν ὅ φησιν. δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους παρ΄ ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς καὶ ἀπηρτισμένος ἀδιάκριτός ἐστι͵ καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον͵ μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην͵ δι΄ ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὑπ΄ αὐτοῦ λεγομένου λόγου͵ οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν. ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι ἀσύνακτοι εὑρεθήσονται͵ ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν͵ ἀποδεικτικοὺς δὲ ὑπάρχειν διὰ τοῦ καὶ τοὺς ἄλλους συνάγειν λόγους. ὅτι δὲ παρέλκουσιν͵ ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων. Πολλοὺς μὲν οὖν ἀναποδείκτους ὀνειροπολοῦσιν͵ πέντε δὲ τούτους μάλιστα ἐκτίθενται͵ εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦσιν͵ πρῶτον τὸν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγοντα͵ οἷον εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. δεύτερον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγοντα͵ οἷον εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς· οὐκ ἄρα ἡμέρα ἔστιν. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα͵ οἷον οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν. τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα͵ οἷον ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα͵ οἷον ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· οὐχὶ δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν. Οὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι͵ πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν͵ ἵνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα͵ ἤτοι ὁμολογεῖται ὅτι ἀκολουθεῖ τὸ φῶς ἔστιν τῷ ἡμέρα ἔστιν ἡγουμένῳ αὐτῷ ἐν τῷ εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν συνημμένῳ͵ ἢ ἄδηλόν ἐστιν. ἀλλ΄ εἰ μὲν ἄδηλόν ἐστιν͵ οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ ἡμέρα ἔστιν ἐξ ἀνάγκης ἔσται καὶ τὸ φῶς ἔστιν͵ εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν͵ συνάγεται καὶ τὸ φῶς ἔστιν͵ ὡς ἀρκεῖν τὸν τοιοῦτον λόγον ἡμέρα ἔστι͵ φῶς ἄρα ἔστιν͵ καὶ παρέλκειν τὸ εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν συνημμένον. ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον͵ ἢ οὐκ ἐνδέχεται. ἀλλ΄ εἰ μὲν ἐνδέχεται͵ οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ δὲ οὐκ ἐνδέχεται͵ ἅμα τῷ τεθῆναι τὸ οὐχὶ τὸ λῆγον τίθεται καὶ τὸ οὐχὶ τὸ ἡγούμενον͵ καὶ παρέλκει πάλιν τὸ συνημμένον͵ τῆς συνερωτήσεως τοιαύτης γινομένης οὐχὶ φῶς ἔστιν͵ οὐκ ἄρα [ὅτι] ἡμέρα ἔστιν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν͵ ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις͵ ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον͵ οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον͵ ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν͵ καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς͵ οὕτως ἡμῶν ἐρωτώντων ἡμέρα ἔστιν͵ οὐκ ἄρα νὺξ ἔστιν. τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν͵ ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας͵ ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον͵ ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον͵ οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον͵ τεθέντος ἑνὸς ἀπ΄ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν͵ καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν͵ ὡς ἀρκεῖν συνερωτᾶν οὕτως ἡμέρα ἔστιν͵ οὐκ ἄρα νὺξ ἔστιν͵ οὐχὶ ἡμέρα ἔστιν͵ νὺξ ἄρα ἔστιν͵ καὶ παρέλκειν τὸ διεζευγμένον. Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν͵ οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἷον γοῦν ἐν τούτῳ τῷ λόγῳ τὸ δίκαιον καλόν͵ τὸ καλὸν δὲ ἀγαθόν͵ τὸ δίκαιον ἄρα ἀγαθόν ἤτοι ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν͵ ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ΄ εἰ μὲν ἄδηλόν ἐστιν͵ οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν͵ καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν͵ τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν͵ ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι͵ ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν «τὸ δίκαιον καλόν͵ τὸ δίκαιον ἄρα ἀγαθόν»͵ καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν εἶναι ἐλέγετο. ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ «Σωκράτης ἄνθρωπος͵ πᾶς ἄνθρωπος ζῷον͵ Σωκράτης ἄρα ζῷον»͵ εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν͵ ὅτι πᾶν ὅ τι περ ἂν ᾖ ἄνθρωπος͵ τοῦτο καὶ ζῷόν ἐστιν͵ οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις͵ οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἶναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν͵ καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ «πᾶς ἄνθρωπος ζῷον» πρότασις͵ ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἶναι͵ ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν «Σωκράτης ἄνθρωπος͵ Σωκράτης ἄρα ζῷον»͵ καὶ παρέλκειν τὴν «πᾶς ἄνθρωπος ζῷον» πρότασιν. παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν͵ ἵνα μὴ νῦν ἐνδιατρίβωμεν. Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται͵ ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική͵ μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν. εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμά τους εἶναι͵ οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου͵ ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει. Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν δέοιτο τοῦ διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι΄ ἑαυτοῦ προσπίπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον͵ ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται͵ καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν͵ διόπερ καὶ ἀκατάληπτά ἐστιν͵ ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἶναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν͵ οὐ γνωσόμεθα͵ πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν͵ πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής͵ καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς λόγος. ἵνα δὲ καὶ ταῦτα παρῶμεν͵ ὁ διὰ προδήλων ἄδηλον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά͵ τὸ δ΄ ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον͵ τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις͵ ὡς παρεστήσαμεν͵ εἰ μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα͵ ἄδηλα ἔσται καὶ τὰ λήμματα͵ εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα͵ πρόδηλον ἔσται καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προδήλοις οὖσιν͵ ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι. διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά͵ ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη͵ ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν͵ τουτέστι συνακτικός͵ διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον͵ ὑπεμνήσαμεν δὲ ἡμεῖς͵ ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος͵ φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις. Καὶ κατ΄ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ΄ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν͵ ὡς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν οὐκ ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὡς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν. ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει͵ οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα͵ ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν͵ εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις. ἀλλ΄ οὐδὲ εἰδική. ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν͵ ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις͵ ὡς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις. τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς οὔκ ἐστιν ἀπόδειξις͵ πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον͵ τουτέστι τὴν ἐπιφοράν͵ ἄδηλος ἔσται͵ ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις͵ αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική. εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν͵ τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται͵ ὡς αὐτοί φασιν͵ ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀπο δείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον͵ οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς· ἀλλ΄ εἰ μὲν συμβάλλεται͵ ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν͵ εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει͵ οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται͵ ἐπεὶ κἀκείνην κατὰ παρολκὴν ἐροῦμεν εἶναι μοχθηράν. ἀλλ΄ οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν [φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρ τίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική͵ παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν͵ ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις. Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔν εστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις͵ ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τού των ἐκκαλυπτικὴ δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα ἐστίν. εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν͵ ἔσται τὸ ἐκκαλυπτόμενον ἅμα φαινόμενόν τε καὶ ἄδηλον͵ φαινόμενον μέν͵ ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη͵ ἄδηλον δέ͵ ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου͵ αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων͵ ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως. διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ΄ οὐδὲ πρόδηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν͵ τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται͵ συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται͵ ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου͵ παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν͵ λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν. Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν͵ ὡς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες͵ οἱ δὲ εἶναι͵ ὡς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ εἶναι φαμέν. καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει͵ περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν͵ ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν συνομολογεῖται͵ δῆλον ὅτι οἱ ἀμφισβητοῦν τες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων͵ ὧν εἰσιν αἱ ἀποδείξεις͵ ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν. ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς (τὰ γὰρ διάφωνα͵ καθὸ διαπεφώνηται͵ ἄδηλά ἐστιν)͵ οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ΄ ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι΄ ἧς κατασκευάζεται ἡ ἀπόδειξις͵ ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται (ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως)͵ διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης͵ κἀκείνη ἄλλης͵ καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις. ἀλλ΄ οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι. ζητουμένου γὰρ τοῦ εἰ ἔστι σημεῖον͵ καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν͵ ὁ δι΄ ἀλλήλων εὑρίσκεται τρόπος͵ τῆς μὲν ἀποδείξεως σημείου δεομένης͵ τοῦ δὲ σημείου πάλιν ἀποδείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι τὴν περὶ τῆς ἀποδείξεως διαφωνίαν͵ ἐπεὶ χρῄζει μὲν κριτηρίου ἡ ἐπίκρισις͵ ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον͵ ὡς παρεστήσαμεν͵ καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον͵ ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν. εἰ οὖν μήτε δι΄ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις͵ ἀλλ΄ οὐδ΄ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν͵ ὡς παρεστήσαμεν͵
ἀκατάληπτον ἔσται εἰ ἔστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι͵ ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται. Ταῦτα μὲν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευάζοντές φασιν͵ ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀποδείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί͵ οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν͵ αὐτοὶ οὗτοι τὴν ὑπόστασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν. ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· «εἰ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξις». ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λόγον· «τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν͵ ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις ¨ἔστιν ἀπόδειξις- οὐκ ἔστιν ἀπόδειξις¨͵ ὧν ἑκατέρῳ ἀκολουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξις». ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν͵ οἷον γοῦν͵ ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν͵ καὶ τοὺς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἶναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν (ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀληθεῖς δέ εἰσι λόγοι δι΄ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη «οὐκ ἔστιν ἄρα ἀπόδειξις»· ἀληθὲς ἄρα ἔστι τὸ «οὐκ ἔστιν ἀπόδειξις» ἐκ περιτροπῆς. δύνανται δὲ οἱ λόγοι͵ καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει͵ οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτοὺς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον͵ ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ οὐδέν ἐστιν ἀληθές οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀναιρεῖ͵ ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λόγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος εἰ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα͵ καὶ διὰ πλειόνων μέν͵ ὡς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπιχειρήματος. εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο εἰ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις͵ δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος͵ τουτέστι τὸ οὐκ ἔστιν ἀπόδειξις͵ μάχεσθαι τῷ ἔστιν ἀπόδειξις· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ΄ αὐτοὺς συνημμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον͵ τὰ δὲ μαχόμενα τοὐναντίον͵ ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου εἰ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις οὐ δύναται ὑγιὲς εἶναι τοῦτο τὸ συνημμένον εἰ οὐκ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις. πάλιν δ΄ αὖ συγχωρούντων ἡμῶν καθ΄ ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον εἰ οὐκ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις͵ δύναται συνυπάρχειν τὸ εἰ ἔστιν ἀπόδειξις τῷ οὐκ ἔστιν ἀπόδειξις. εἰ δὲ δύναται αὐτῷ συνυπάρχειν͵ οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ εἰ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ͵ ὥστε οὐκ ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον͵ ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου. μὴ μαχομένου δὲ τοῦ οὐκ ἔστιν ἀπόδειξις τῷ ἔστιν ἀπόδειξις οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ἤτοι ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι͵ τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον͵ πάλιν φαῦλον εὑρίσκεται τὸ εἰ οὐκ ἔστιν ἀπόδειξις͵ ἔστιν ἀπόδειξις συνημμένον͵ ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος. ἀλλ΄ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι͵ μὴ ἔχοντες κριτήριον ἀκολουθίας͵ ὡς ἐπελογισάμεθα. Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ)͵ πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις͵ ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως͵ μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας.