ιδ περὶ συλλογισμῶν.
Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι͵ τοῦτο μὲν συμπεριτρεπομένων αὐ τῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει)͵ τοῦτο δὲ καὶ δυνά μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν πρὸς αὐτούς͵ ὅτε περὶ τῆς παρολκῆς διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι΄ ἧς ἐνδέχεται δεικνύναι͵ ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες. ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν͵ ἐπεὶ μάλιστα ἐπ΄ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν ἔστι λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται͵ τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ΄ αὐτῶν ἔχοντες.
Ἡ πρότασις τοίνυν αὕτη «πᾶς ἄνθρωπος ζῷον» ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σωκράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι͵ καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος͵ δυνατὸν εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν͵ ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις͵ οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις͵ οἷον γοῦν͵ ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ͵ μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω͵ οὔκ ἐστιν ἀληθὴς ἡ «πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ» πρότασις. ὅταν οὖν λέγωσι «πᾶς ἄνθρωπος ζῷον͵ Σωκράτης δ΄ ἄνθρωπος͵ Σωκράτης ἄρα ζῷον»͵ ἐκ τῆς καθόλου προτάσεως τῆς «πᾶς ἄνθρωπος ζῷον» τὴν κατὰ μέρος πρότασιν συνάγειν βουλόμενοι͵ τὴν «Σωκράτης ἄρα ζῷον»͵ ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεώς ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον͵ ὡς ὑπεμνήσαμεν͵ εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον͵ τὴν μὲν καθολικὴν πρότασιν δι΄ ἑκάστης τῶν κατὰ μέρος ......
ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου «Σωκράτης ἄνθρωπος͵ οὐδεὶς δὲ ἄνθρωπος τετράπους͵ Σωκράτης ἄρα οὔκ ἐστι τετράπους» τὴν μὲν «οὐδεὶς ἄνθρωπος τετράπους» πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν͵ ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς «οὐδεὶς ἄνθρωπος τετράπους» συ λογίζεσθαι θέλοντες͵ τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσιν. ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τοὺς τοιούτους «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν»· τό τε γὰρ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι» συνακτικόν ἐστιν͵ ὡς φασί͵ τοῦ «φῶς ἔστι»͵ τό τε «φῶς ἔστι» μετὰ τοῦ «ἡμέρα ἔστι» βεβαιωτικόν ἐστι τοῦ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν». οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι͵ εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ «τὸ φῶς ἔστι» τῷ «ἡμέρα ἔστιν». εἰ οὖν δεῖ προκατειληφέναι͵ ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς͵ εἰς τὸ συνθεῖναι τὸ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι» συνημμένον͵ διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν͵ τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι» συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναποδείκτῳ͵ τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν προειρημένων βεβαιούσης͵ κἀνταῦθα ὁ διάλληλος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν». ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι» συνημμένον͵ ὡς εἴγε καθ΄ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ͵ φῶς δὲ μή͵ ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ «εἰ ἡμέρα ἔστι͵ φῶς ἔστι» συνάγεται͵ ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι͵ ἵνα δι΄ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον. ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά͵ οἷον ἡμέραν͵ εἰ τύχοι͵ καὶ νύκτα͵ τό τε ἀποφατικὸν τῆς συμπλοκῆς͵ τὸ «οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἔστι»͵ καὶ τὸ διεζευγμένον͵ τὸ «ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν»͵ ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ μὴ συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι διά τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου͵ λέγοντες «οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν»· «ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν»͵ ἢ «οὐχὶ δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν». ὅθεν ἡμεῖς πάλιν ἐπιλογιζόμεθα͵ ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι͵ ὅτι τὰ ἐν αὐτοῖς περιεχόμενα ἀξιώματά ἐστιν ἀσυνύπαρκτα͵ τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ͵ ὁ δι΄ ἀλλήλων εἰσάγεται τρόπος͵ μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων ἀξιωμάτων καταλαβεῖν͵ μήτε τὸ ἀσυνύπαρκτον αὐ τῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν τροπικῶν συνερωτήσεως. διόπερ οὐκ ἔχοντες͵ πόθεν ἀρξόμεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον͵ λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναποδείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν. Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.
ιε περὶ ἐπαγωγῆς.
Εὐπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βούλονται δι΄ αὐτῆς τὸ καθόλου͵ ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ΄ εἰ μὲν τινά͵ ἀβέβαιος ἔσται ἡ ἐπαγωγή͵ ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα͵ ἀδύνατα μοχθήσουσιν͵ ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ΄ οὕτως ἑκατέρωθεν͵ οἶμαι͵ συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν.