ΑΙΣΩΠΟΣ: Μύθοι με αλεπούδες

ΥΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

τὰς ὑαίνας φασὶ παρ΄ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως ποτὲ μὲν ἄρρενας͵ ποτὲ δὴ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτήν͵ ὅτι φίλην αὐτῇ γενέσθαι θέλουσαν οὐ προσίεται. κἀκείνη ὑποτυχοῦσα εἶπεν· ἀλλ΄ ἐμὲ μὴ μέμφου͵ τὴν δὲ σὴν φύσιν͵ δι΄ ἣν ἀγνοῶ͵ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι.

πρὸς ἄνδρα ἀμφίβολον

 

ΤΕΤΤΙΞ ΚΑΙ ΑΛΩΠΗΞ (τζίτζικας και αλεπού)

τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾖδεν. ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν καὶ παρεκάλει καταβῆναι λέγουσα͵ ὅτι ἐπιθυμεῖ θεάσασθαι͵ πηλίκον ζῷον τηλικαῦτα φθέγγεται. κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν φύλλον ἀποσπάσας καθῆκε. προσδραμούσης δὲ τῆς ἀλώπεκος ὡς ἐπὶ τὸν τέττιγα ἔφη· ἀλλὰ πεπλάνησαι͵ ὦ αὕτη͵ εἰ ὑπέλαβές με καταβήσεσθαι. ἐγὼ γὰρ ἀπ΄ ἐκείνου ἀλώπεκας φυλάττομαι͵ ἀφ΄ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην.

ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσιν.

 

ΥΣ ΑΓΡΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ (αγριόχοιρος και αλεπού)

ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν͵ δι΄ ἣν μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος τοὺς ὀδόντας θήγει͵ ἔφη· ἀλλ΄ οὐ ματαίως τοῦτο ποιῶ. ἐὰν γάρ με κίνδυνος καταλάβῃ͵ οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι͵ ἑτοίμοις δὲ οὖσι χρήσομαι.

ὁ λόγος διδάσκει͵ ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.

 

ὗς ἄγριος ἑστὼς ἐπί τινος δένδρου τοὺς ὀδόντας ἔθηγε. ἀλώπεκος δὲ ἐρομένης τὴν αἰτίαν ὅτι μηδεμιᾶς ἀνάγκης ἢ κινδύνου προκειμένου τοὺς ὀδόντας τί θήγεις; ἔφη· οὐ μάτην τοῦτο ποιῶ. ἐὰν γάρ με κίνδυνος παραλάβῃ͵ οὐ τότε ἀκονᾶν ἀσχοληθήσομαι͵ ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρήσομαι.

ὁ μῦθος δηλοῖ͵ ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖν.

 

μονιὸς καὶ ἀλώπηξ

μονιὸς ἄγριος ἐπί τινος ἑστὼς δένδρου τοὺς ὀδόντας ἔθηγεν. ἀλώπεκος δ΄ ἐρομένης τὴν αἰτίαν͵ ὅτι μηδεμιᾶς προκειμένης ἀνάγκης τοὺς ὀδόντας θήγει͵ ἔφη· οὐκ ἀλόγως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη͵ οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει͵ ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι.

ὁ μῦθος δηλοῖ͵ ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι.

 

ΚΥΩΝ͵ ΑΛΩΠΗΞ ΚΑΙ ΑΛΕΚΤΩΡ

κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. τῆς δὲ νυκτὸς καταλαβούσης ἐν τόπῳ ἀλσώδει ἐλθόντων ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν. ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε. τῆς δὲ νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταφαγεῖν ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν· ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις. κατάβηθι δέ͵ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ· ἄπελθε͵ φίλε͵ κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον͵ ὅπως κρούσῃ τὸ ξύλον. ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα πρὸς τὸ φωνῆσαι αὐτὸν ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος διεσπάραξεν αὐτήν.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτω καὶ οἱ φρόνιμοι τῶν ἀνθρώπων͵ ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθοι͵ ῥᾳδίως τοὺς ἐχθροὺς αὐτῶν τὰ ἀντάξια ἀποτίνονται.

 

κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. ἑσπέρας δὲ καταλαβούσης ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδε ἀναβάς͵ ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα͵ ὡς ἐκείνου ἀνοίξαντος κατελθεῖν͵ κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι͵ ὁ κύων αἴφνης πηδήσας αὐτὴν δι εσπάραξεν.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

 

ΛΕΩΝ ΚΑΙ ΛΥΚΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. παρῆσαν δ΄ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζῴων. ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος ἅτε δὴ παρ΄ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα καὶ διὰ ταῦτα μηδ΄ εἰς ἐπίσκεψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ΄ αὐτῆς ἐβρυχᾶτο. ἡ δ΄ ἀπολογίας καιρὸν αἰτήσασα· καὶ τίς͵ ἔφη͵ τῶν συνελθόντων τοσοῦτον ὠφέλησέν σε͵ ὅσον ἐγὼ πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπέρ σου παρ΄ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα; τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος ἐκείνη φησίν· εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. καὶ τοῦ λύκου [αὐτίκα νεκροῦ] κειμένου ἡ ἀλώπηξ γελῶσα εἶπεν· οὕτως οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν ἀλλὰ πρὸς εὐμένειαν.

ὁ μῦθος δηλοῖ͵ ὅτι ὁ καθ΄ ἑτέρου μηχανώμενος καθ΄ ἑαυτοῦ τὴν πάγην περιτρέπει.

 

ΣΚΩΛΗΞ ΚΑΙ ΑΛΩΠΗΞ

ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· ἰατρός εἰμι φαρμάκων ἐπιστήμων͵ οἷός ἐστι ὁ τῶν θεῶν ἰατρὸς Παιών. καὶ πῶς͵ εἶπεν ἀλώπηξ͵ ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω;

ὁ μῦθος δηλοῖ͵ ὅτι͵ ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα͵ πᾶς λόγος ἀργὸς ὑπάρχει.

 

ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ

λέων γήρᾳ συσχεθεὶς νοσεῖν προσεποιεῖτο͵ ὡς διὰ ταύτης τῆς πλάνης τὰ λοιπὰ θηρία [ὡς] εἰς τὴν σύσκεψιν αὐτοῦ ἐρχόμενα κατεδαπάνα. τοιγ(α)ροῦν ἀλώπηξ κατὰ τὴν ἑαυτῆς ἀγχίνοιαν (ἐνό)ησε τὰς ἐνέδρας καὶ οὕτ(ω)ς ἑαυτὴν ἥρμοσεν͵ ἵνα καὶ τὴν χά(ριν) ἀναπληρώσῃ καὶ (τὸν) κ(ίνδυν)ον ἐκφύγῃ. ἐκτὸς τοῦ σ(πη)λαί(ου) ἑστῶσα ἠσπάσατο (τὸν) λέοντα (ἀλλ΄ οὐ π)ροσήρ(χετο). ἐπερωτ(η)θεῖσα (δὲ ὑ)πὸ τοῦ λέοντος διὰ ( τί) μὴ εἰσήρχετ(ο͵ εἶπε)ν· (τ)ὰ ἴχ(ν)η μὲν πάντων τῶν θηρίων εἰσερχομένων ὁρῶ͵ ἐξερχομένων (δ΄) οὐχ ὁρῶ.

διδάσκει ἡμᾶς ὁ μῦθος τὰ μέλλοντα προβλέπειν (ὁ)μοίως.

 

ΛΕΩΝ ΓΗΡΑΣΑΣ ΚΑΙ ΑΛΩΠΗΞ

λέων λιμῷ ἐκλιπὼν νοσεῖν προσεποιεῖτο καὶ διὰ ταύτης τῆς πλάνης τὰ λοιπὰ θηρία ἐπισκεψόμενα εἰσήρχοντο͵ ἃ ὁ λέων εὐθέως ἐδαπάνα. ἀλώπηξ δὲ ἔξωθεν τοῦ σπηλαίου ἐστάθη καὶ ἠσπάσατο αὐτόν. ἐπερωτηθεῖσα δὲ ὑπ΄ αὐτοῦ͵ διὰ τί οὐκ εἰσήρχετο͵ ἀπεκρίθη· ἐπειδὴ ὁρῶ εἰσερχομένων ἴχνη͵ ἐξερχομένων δὲ οὔ.

οὕτως τινῶν οἱ κίνδυνοι διδαχὴ ἡμῖν εἶναι ὀφείλουσιν τῆς ἡμετέρας σωτηρίας.

 

ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

κόραξ τυρὸν ἁρπάσας ἐπάνω δένδρου πετασθεὶς ἐκάθισεν. ἰδοῦσα δὲ αὐτὸν ἀλώπηξ προσῆλθεν καὶ ἐπαινεῖν ἤρ ξατο αὐτοῦ τὴν ἀνδρίαν͵ ἔψεγεν δὲ ὅτι τοιοῦτο ζῷον φω νὴν οὐκ ἔχει. πλανηθεὶς οὖν ὁ κόραξ ἤνοιξεν τὸ στόμα καὶ τὸν τυρὸν πεσόντα ἀλώπηξ ἁρπάσασα κατέφαγεν.

οὕτως οἱ πολλοί͵ ὅ τι δυνάμει οὐ δύνανται͵ φρονήσει ἐκπλέκουσιν.

 

ΑΛΩΠΕΚΕΣ ΠΑΡΑ ΜΑΙΑΝΔΡΩ

ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν πιεῖν ἐξ αὐτοῦ θέλουσαι. διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. μιᾶς δὲ αὐτῶν διεξιούσης ἐπὶ τῷ εὐτελίζειν ταῖς λοιπαῖς καὶ δειλίαν καταγελώσης ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν πρὸς αὐτὴν εἶπον· μὴ ἐάσῃς ἡμᾶς͵ ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον͵ δι΄ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν͵ ἐκείνη ἀπαγομένη ἔλεγεν· ἀπόκρισιν ἔχω εἰς Μίλητον καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν.

πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

 

ΑΛΩΠΗΞ ΠΡΟΣ ΜΟΡΜΟΛΥΚΕΙΟΝ (Μορμώ:μυθικό τέρας, μορμολύκειον:σκιάχτρο)

ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ͵ τοῦτο ἐπάρασα εἶπεν· οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.

ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι͵ κατὰ ψυχὴν δὲ ἀλόγιστον.

 

ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη εὗρε κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην. ἀναλαβοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· ὦ οἵα κεφαλὴ καὶ ἐγκέφαλον οὐκ ἔχει.

ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι͵ κατὰ ψυχὴν δὲ ἀλογίστους.

 

ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη εὗρε καὶ κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην͵ ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· ὦ οἵα κεφαλή͵ καὶ ἐγκέφαλον οὐκ ἔχει.

ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι͵ κατὰ δὲ ψυχὴν ἀλογίστους.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΚΥΩΝ

ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν. ἐρωτηθεῖσα δὲ ὑπὸ κυνός· τί τοῦτο ποιεῖς; τιθηνοῦμαι αὐτό͵ ἔφη͵ καὶ προσπαίζω. καὶ ὁ κύων ἔφη· καὶ νῦν͵ ἂν μὴ ἀφῇς τὸ ἀρνίον͵ τὰ κυνῶν σοι προσοίσω.

πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.

 

ΚΥΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν· ὡς δὲ ἐπιστραφεὶς ἐκεῖνος ἐβρυχήσατο͵ φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· ὦ κακὴ κεφαλή͵ σὺ λέοντα ἐδίωκες͵ οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας;

ὁ λόγος λεχθείη ἂν ἐπ΄ ἀνδρῶν αὐθάδων͵ οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες͵ ὅταν ἐκεῖνοι ἀντιστῶσιν͵ εὐθέως ἀναχαιτίζουσιν.

 

κύων θηρευτικὸς λέοντα ἰδὼν τοῦτον ἐδίωκεν. ἐπιστραφεὶς δὲ ὁ λέων καὶ βρυχησάμενος ὁ κύων φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη ἔφη· ὦ κακὴ κεφαλή͵ σὺ λέοντα ἐδίωκες͵ οὗτινος οὐδὲ τὸν βρυγμὸν ἤνεγκας;

ὁ μῦθος πρὸς ἄνδρας αὐθάδεις͵ οἵτινες πρὸς δυνάστας συκοφαντεῖν ἐπιχειροῦντες͵ ὅταν ἐκεῖνοι ἀναφανῶσιν͵ εὐθέως οὗτοι φεύγουσιν.

 

ΛΕΩΝ ΚΑΙ ΑΛΩΠΗΞ

λέων γηράσας καὶ μὴ δυνάμενος δι΄ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι΄ ἐπινοίας τοῦτο πρᾶξαι. καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. πολλῶν δὲ θηρίων καταναλωθέντων ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ͵ πῶς ἔχοι. τοῦ δὲ εἰπόντος· κακῶς καὶ τὴν αἰτίαν ἐρομένου͵ δι΄ ἣν οὐκ εἴσεισιν͵ ἔφη· ἀλλ΄ ἔγωγε εἰσῆλθον ἄν͵ εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη͵ ἐξιόντος δὲ οὐδενός.

οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσι.

 

λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι ἑαυτῷ εἰς τροφὴν ἔγνω δι΄ ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγενόμενα οὖν τὰ ἄλλα ζῷα πρὸς αὐτὸν ἐπισκέψεως χάριν συλλαμβάνων κατήσθιεν αὐτά. πολλῶν οὖν θηρίων ἀναλωθέντων ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ· πῶς ἔχεις; τοῦ δὲ εἰπόντος καλῶς͵ δι΄ ἣν δὲ αἰτίαν [φησὶ ὁ λέων]͵ ὦ σύντεκνε͵ οὐκ εἰσέρχῃ ἐνθάδε ἔσω; ἡ ἀλώπηξ ἔφη· ὅτι ὁρῶ͵ κύριέ μου͵ πολλῶν εἰσιόντων ἴχνη͵ ἐξιόντων δὲ οὐδενός.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

 

λέων γηράσας καὶ μὴ δυνάμενος διαρκέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι΄ ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμβάνων κατήσθιεν αὐτά. πολλῶν οὖν ζῴων ἀναλωθέντων ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἐπυνθάνετο͵ πῶς ἔχει. τοῦ δὲ εἰπόντος κακῶς καὶ τὴν αἰτίαν πυνθανομένου͵ δι΄ ἣν οὐκ εἰσέρχεται͵ ἡ ἀλώπηξ ἔφη· ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόν των͵ ὀλίγων δὲ ἐξιόντων.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

 

ΛΕΩΝ͵ ΟΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. πολλὴν δὲ θήραν αὐτῶν συλλαβόντων ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. τοῦ δὲ τρεῖς μοίρας ποιήσαντος καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος ὁ λέων ἀγανακτήσας [ἁλλόμενος] κατεθοινήσατο αὐτὸν καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. ἡ δὲ πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος͵ [καὶ] τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν͵ ἡ ἀλώπηξ εἶπεν· αἱ τοῦ ὄνου συμφοραί.

ὁ λόγος δηλοῖ͵ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

 

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλὴν οὖν θήραν συλλαβόντες προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτήν. τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος ἐκλέξασθαι παρῄνει αὐτοῖς. ὁ δὲ λέων ἀγανακτήσας κατεθοινήσατο τὸν ὄνον· εἶτα προσέταξε τῇ ἀλώπεκι μοιράσαι. ἡ δὲ εἰς μίαν μερίδα ἅπαντα συνῆξε καταλιποῦσα μικρὰν καὶ οὐδαμινὴν μερίδα ἑαυτῇ. ὁ δὲ λέων ἔφη· ὦ αὕτη͵ τίς σε οὕτως διανέμειν ἐδίδαξεν; ἡ δὲ ἀλώπηξ ἔφη· ἡ τοῦ ὄνου συμφορά.

ὁ μῦθος δηλοῖ͵ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα.

 

λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλῆς οὖν θήρας συλληφθείσης προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων ἐκλέξασθαι τούτους προὐτρέπετο. καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. ἡ δ΄ εἰς μίαν μερίδα πάντα σωρεύσασα ἑαυτῇ βραχύ τι κατέλιπεν. καὶ ὁ λέων πρὸς αὐτήν· τίς σε͵ ὦ βελτίστη͵ διαιρεῖν οὕτως ἐδίδαξεν; ἡ δ΄ εἶπεν· ἡ τοῦ ὄνου συμφορά.

ὁ μῦθος͵ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

 

ΛΕΑΙΝΑ ΚΑΙ ΑΛΩΠΗΞ

λέαινα ὀνειδιζομένη ὑπ΄ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν ἔφη· ἀλλὰ λέοντα.

ὁ λόγος δηλοῖ͵ ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει͵ ἀλλ΄ ἐν ἀρετῇ.

 

λέαινα ὀνειδιζομένη ὑπ΄ ἀλώπεκος ἐπὶ τοῦ διὰ παντὸς ἕνα τίκτειν ἔφη· ἀλλὰ λέοντα.

ὁ μῦθος δηλοῖ͵ ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει͵ ἀλλ΄ ἐν ἀρετῇ.

 

ΛΑΓΩΟΙ ΚΑΙ ΑΛΩΠΕΚΕΣ

λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· ἐβοηθήσαμεν ἂν ὑμῖν͵ εἰ μὴ ᾔδειμεν͵ τίνες ἦτε καὶ τίσι πολεμεῖτε.

ὁ λόγος δηλοῖ͵ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

 

λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφασαν· ἐβοηθήσαμεν ἂν ὑμῖν͵ εἰ μὴ ᾔδειμεν͵ τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ τοῖς κρείττοσι φιλονεικοῦντες τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

 

ΔΕΛΦΑΞ ΚΑΙ ΑΛΩΠΗΞ (δέλφαξ: μικρό γουρουνάκι)

ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παρ΄ ὅλην τὴν ὁδὸν κεκραγότος ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν͵ δι΄ ἣν τῶν λοιπῶν μεθ΄ ἡσυχίας φερομένων μόνος αὐτὸς βοᾷ. ὁ δὲ ὑποτυχὼν ἔφη· ἀλλ΄ ἔγωγε οὐ μάτην ὀδύρομαι. εὖ γὰρ οἶδα͵ ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ γάλα ὁ δεσπότης λαμβάνων ἀφέξεται͵ ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους. ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι πάντως με θύσει.

οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσίν͵ ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.

 

ΟΝΟΣ͵ ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. λέοντος δὲ αὐτοῖς περιτυχόντος ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον͵ ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον πρῶτον τὴν ἀλώπεκα συνέλαβεν͵ εἶθ΄ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.

 

ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν. λέοντος δ΄ αὐτοῖς περιτυχόντος ἡ ἀλώπηξ τὸν ἐπηρτημένον ὁρῶσα κίνδυνον προσελθοῦσα τῷ λέοντι παραδώσειν αὐτῷ τὸν ὄνον ὑπέσχετο͵ ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος ἐκείνη παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον πρώτην τὴν ἀλώπεκα συνέσχεν͵ εἶθ΄ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ αὑτοὺς προσαπολλύντες.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ΄ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον͵ ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν͵ ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο͵ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε καὶ παρῄνει αὐτῷ λαβεῖν. τοῦ δὲ ἀμελετήτως ἐπελθόντος καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ ἐκείνη ἔφη· ὦ πίθηκε͵ σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις;

οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες πρὸς τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.

 

ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ΄ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτὸν φθονήσασα ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον͵ ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν͵ ὡς εὑροῦσα θησαυρὸν αὐτὴ οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν καὶ παρῄνει αὐτὸν τοῦτον αὐτὸς λαβεῖν. τοῦ δὲ ἀμεταμελήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος ᾐτιᾶτο τὴν ἀλώπεκα ὡς δελεάσασαν αὐτόν. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· ὦ πίθηκε͵ τοιαύτην μωρὰν ψυχὴν ἔχων τῶν ἀλόγων βασιλεύεις;

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλήσουσιν.

 

ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ΄ αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δ΄ αὐτῷ φθονήσασα ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο͵ τὸν πίθηκον λαβοῦσα ἐνταῦθα ἤγαγεν͵ ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον͵ μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι. καὶ προὐτρέπετο αὐτόν͵ ἅτε δὴ βασιλέα͵ τὸν θησαυρὸν ἀνελέσθαι. ὁ δ΄ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. ἡ δὲ πρὸς αὐτόν· ὦ πίθηκε͵ τοιαύτην σὺ μωρίαν ἔχων τῶν ἀλόγων βασιλεύσεις;

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ πράξεσίν τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι.

 

ΕΧΙΣ ΚΑΙ ΑΛΩΠΗΞ (έχις: φίδι)

ἔχις ἐπὶ δέσμῃ ἀκανθῶν εἴς τινα ποταμὸν ἐφέρετο. ἀλώπηξ δὲ θεασαμένη αὐτὴν εἶπεν· ἄξιος τῆς νηὸς ὁ ναύκληρος.

πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.

 

ΖΕΥΣ ΚΑΙ ΑΛΩΠΗΞ

Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. βουλόμενος δὲ γνῶναι͵ εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα͵ φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη͵ ἐπειδὴ περιίπτατο τῷ φορείῳ͵ ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. καὶ ὁ Ζεὺς ἀγανακτή σας κατ΄ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀπεκατέστησεν.

ὁ λόγος δηλοῖ͵ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων͵ κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσι͵ τὴν γοῦν φύσιν οὐ μετατίθενται.

 

ΚΑΡΚΙΝΟΣ ΚΑΙ ΑΛΩΠΗΞ (καρκίνος: κάβουρας)

καρκίνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ ἐνέμετο. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο αὐτὸν [ἀποροῦσα τροφῆς]͵ προσδραμοῦσα συνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· ἀλλ΄ ἔγωγε δίκαια πέπονθα͵ ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι.

οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

 

καρκίνος ἀπὸ τῆς θαλάττης ἀναβὰς ἐπί τινος ἐνέμετο τόπου. ἀλώπηξ δὲ λιμώττουσα ὡς ἐθεάσατο͵ προσελθοῦσα ἀνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· ἀλλ΄ ἔγωγε δίκαια πέπονθα͵ ὃς θαλάττιος ὢν χερσαῖος ἐβουλήθην γενέσθαι.

ὁ μῦθος δηλοῖ͵ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλείποντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπι χειροῦντες εἰκότως δυστυχοῦσιν.

 

ΚΟΡΑΞ ΚΑΙ ΑΛΩΠΗΞ

κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν͵ λέγουσα καὶ ὅτι πρέπει αὐτὸν μάλιστα ὀρνέων βασιλεύειν͵ καὶ τοῦτο πάντως ἂν γένοιτο͵ εἰ φωνὴν εἶχεν. ὁ δὲ παραστῆσαι αὐτῇ θέλων͵ ὅτι καὶ φωνὴν ἔχει͵ ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· ὦ κόραξ͵ καὶ φρένας εἰ εἶχες͵ οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων βασιλεῦσαι.

πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

 

κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι στᾶσα κάτωθεν ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν͵ εἰ φωνὴν εἶχες. ἀλλ΄ ὦ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις. ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὰ κρέα μεγάλα ἐκεκράγει. ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαβε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· ἔχεις͵ κόραξ͵ ἅπαντα͵ νοῦς δέ σε λείπει.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάβος αὐτοῖς ἐκ τούτων γίνεται.

 

ΑΛΩΠΗΞ ΕΞΟΓΚΩΘΕΙΣΑ ΤΗΝ ΓΑΣΤΕΡΑ

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα͵ ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν͵ ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν͵ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· ἀλλὰ μενετέον σοι ἐνταῦθα͵ ἕως ἂν τοιαύτη γένῃ͵ ὁποία οὖσα εἰσῆλθες͵ καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.

ὁ λόγος δηλοῖ͵ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

 

ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέας καὶ ἄρτον ὑπ΄ αὐτοῦ καταλειφθέντα· εἰσελθοῦσα δὲ ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα καὶ μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο͵ δι΄ ἣν αἰτίαν τοῦτο ποιεῖ. μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ἀλλὰ μένε τέως σὺ ἐνταῦθα͵ ἕως ἂν τοιαύτη γένῃ͵ ὁποία οὖσα εἰσῆλθες.

ὁ μῦθος δηλοῖ͵ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΔΡΥΤΟΜΟΣ (δρυτόμος: ξυλοκόπος)

ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον͵ τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ΄ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων͵ εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν͵ ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι͵ τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν͵ ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων͵ οἷς δὲ ἔλεγε πιστευσάντων͵ ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου͵ εἴ γε διασωθεῖσα ὑπ΄ αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν͵ ἔφη· ἀλλ΄ ἔγωγε ηὐχαρίστησα ἄν σοι͵ εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους͵ δι΄ ἔργων δὲ φαῦλα δρῶντας.

 

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολὺν δρόμον ἀνύουσα αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα͵ ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην. ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν τῇ γωνίᾳ. τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι͵ τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας͵ ἐξῆλθεν οὐ προσφωνοῦσα. ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος λέγων· δι΄ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος͵ ἀλλ΄ ἔγωγε ηὐχαρίστησα ἄν σοι͵ εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.

ὁ μῦθος πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων͵ δι΄ ἔργων δὲ φαῦλα δρῶντας.

 

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολλῇ τὸν δρόμον ἀνύουσα αὐτίκα εὑρίσκει ἄνδρα δρυοτόμον͵ ὃν κατελιπάρει τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην͵ εἰσελθοῦσα δὲ ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγῶν ἐλθόντων τὸν ἄνδρα ἠρώτων καὶ τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἶναι͵ νεύσει δὲ ὑπεδείκνυ τὸν τόπον. αὐτοὶ δὲ μὴ προσσχόντες παραχρῆμα ἀπῆλθον. ὡς οὖν εἶδεν αὐτοὺς ἀπελθόντας͵ ἡ ἀλώπηξ ἦλθεν οὐ προσφωνοῦσα. ἐμέμφετο αὐτὴν ὁ ἄνθρωπος λέγων ὡς δι΄ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἐπιστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος͵ ἀλλ΄ ἔγωγε ηὐχαρίστησα ἄν σοι͵ εἰ τοῖς λόγοις ὁμοίως καὶ τοὺς τρόπους εἶχες τῆς σῆς χειρός.

ὁ μῦθος [δηλοῖ] πρὸς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους͵ δι΄ ἔργων δὲ φαύλοις χρωμένους.

 

ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὗρε͵ ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι͵ τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας͵ ἐξῆλθεν οὐ προσφωνοῦσα. μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν δι΄ αὐτοῦ͵ χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν͵ ἡ ἀλώπηξ ἐπιστραφεῖσα ἔφη· ὦ οὗτος͵ ἀλλ΄ ἔγωγε ᾔδειν ἄν σοι χάριτας͵ εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.

ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις͵ ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΒΑΤΟΣ

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε͵ βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα ᾐτιᾶτο αὐτήν͵ εἴ γε καταφυγοῦσαν ἐπ΄ αὐτὴν ὡς ἐπὶ βοηθὸν χεῖρον αὐτῇ ἐχρήσατο καὶ αὐτοῦ τοῦ προκειμένου. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· ἀλλ΄ ἐσφάλης τῶν φρενῶν͵ ὦ αὕτη͵ ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα͵ ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν͵ ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν͵ οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

 

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε͵ βάτου ἐπελάβετο πρὸς βοήθειαν. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· αἲ ἐμέ. καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν χεῖρόν μοι ἐχρήσω. ἀλλ΄ ἐσφάλης͵ ὦ αὕτη͵ φησὶν ἡ βάτος͵ ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα͵ ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν͵ ὅσοι βοηθοῖς προστρέχουσιν͵ οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

 

ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν͵ ἐπελάβετο πρὸς βοήθειαν βάτου. καὶ δὴ τοὺς πόδας ἐπὶ τοῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. ἀλλ΄ ἐσφάλης͵ ὦ αὕτη͵ φησὶν ἡ βάτος͵ ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι͵ ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι͵ ὅσοι βοηθοῖς προστρέχουσιν͵ οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΚΡΟΚΟΔΕΙΛΟΣ

ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος͵ ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων͵ ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· ἀλλὰ κἂν σὺ μὴ εἴπῃς͵ ἀπὸ τοῦ δέρματος φαίνῃ͵ ὅτι ἀπὸ πολλῶν εἶ γυμνασμάτων.

οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.

 

ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη· ὦ οὗτος͵ ἀλλὰ κἂν σὺ μὴ εἴπῃς͵ ἀπὸ τοῦ δέρματος φαίνῃ͵ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.

ὁ λόγος δηλοῖ͵ ὅτι τῶν ψευδομύθων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

 

ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας. πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος ὡς γεγυμνασιαρχηκότων ἡ ἀλώπηξ ὑπολαβοῦσα· ὦ τάν͵ εἶπεν͵ ἀλλὰ κἂν μὴ σὺ λέγης͵ ἀλλ΄ ἀπὸ τοῦ δέρματός γε φαίνῃ͵ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος.

ὁ μῦθος δηλοῖ͵ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

 

ΑΛΩΠΗΞ ΚΟΛΟΥΡΟΣ

ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα ἐπειδὴ δι΄ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν͵ ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν͵ ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν͵ λέγουσα͵ ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο͵ ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη· ὦ αὕτη͵ ἀλλ΄ εἰ μή σοι τοῦτο συνέφερεν͵ οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας.

οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους͵ οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι΄ εὔνοιαν ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

 

ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο ἔχειν. ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν͵ ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν λέγουσα͵ ὡς οὐκ ἀπρεπὲς τοῦτο μόνον ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. τούτων δέ τις ὑπολαβοῦσα ἔφη· ὦ αὕτη͵ ἀλλ΄ εἴ σοι οὐ τοῦτο συνέφερεν͵ οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους͵ οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι΄ εὔνοιαν ἀλλὰ διὰ τὸ αὐτοῖς συμφέρον.

 

ἀλώπηξ παγίδι ληφθεῖσα καὶ ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα ἀβίωτον ὑπ΄ αἰσχύνης ἡγεῖτο τὸν βίον. ἔγνω οὖν τὰς ἄλλας ἀλώπεκας τοῦτ΄ αὐτὸ νουθετῆσαι͵ ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν͵ ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὂν ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. ὑπολαβοῦσα δέ τις αὐτῶν εἶπεν· ὦ αὕτη͵ ἀλλ΄ εἰ οὐ σοὶ τοῦτο προσέφερεν͵ οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι΄ εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμβουλίας͵ διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΠΙΘΗΚΟΣ

ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ ἑκατέρου διεξιόντος ἐπειδὴ ἐγένοντο κατά τινας τύμβους͵ ἐνταῦθα ἀποβλέψας ἀν εστέναξεν ὁ πίθηκος. τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα εἶπεν· ἀλλ΄ οὐ μέλλω κλαίειν ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; κἀκείνη πρὸς αὐτὸν ἔφη· ἀλλὰ ψεύδου͵ ὅσα βούλει. οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε.

οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται͵ ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσι.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΒΟΤΡΥΣ (βότρυς: τσαμπί σταφυλιού)

ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους͵ ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· ὄμφακές εἰσιν.

οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι΄ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΜΥΣ (μυς: ποντικός)

ἀλώπηξ ἐν κρεβαττίνῃ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν͵ ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· οὐδὲν τρώγεις. ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι πρὸς τοῦ μυὸς ἔφη· ὄμφακές εἰσιν.

ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθειν τὸν λόγον ὁ μῦθος ἐλέγχει.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΠΑΡΔΑΛΙΣ (πάρδαλις: πάνθηρας)

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ΄ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω͵ ἥτις οὐ τὸ σῶμα͵ τὴν δὲ ψυχὴν πεποίκιλμαι;

ὁ λόγος δηλοῖ͵ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

 

ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ΄ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ἀποτυχοῦσα εἶπεν· καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω͵ ἥτις οὐ τὸ σῶμα͵ τὴν δὲ ψυχὴν πεποικιλμένην ἔχω;

ὁ μῦθος δηλοῖ͵ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

 

ΑΕΤΟΣ ΚΑΙ ΑΛΩΠΗΞ

ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο͵ ἡ δὲ εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν ὁ ἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν͵ οὐ μᾶλλον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη͵ ὅσον ἐπὶ τῆς ἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρρωθεν στᾶσα͵ ὃ μόνον τοῖς ἀσθενέσιν καὶ ἀδυνάτοις ὑπολείπεται͵ τῷ ἐχθρῷ κατηρᾶτο. συνέβη δὲ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν. θυόντων γάρ τινων αἶγα ἐπ΄ ἀγροῦ καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιὰν σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοὶ ἐπὶ τὴν γῆν κατέπεσον. καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

ὁ λόγος δηλοῖ͵ ὅτι οἱ φιλίαν παρασπονδοῦντες͵ κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν͵ ἀλλ΄ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

 

ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν͵ βεβαίωσιν φιλίας τὴν συνήθειαν καὶ ἐν ταὐτῷ ἅμα εἶναι ἡγούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπὶ μήκιστον δένδρον ἐνεοττοποίησεν͵ ἡ δὲ εἰσελθοῦσα κάτωθεν εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθούσης τῆς ἀλώπεκος ἐπὶ νομὴν ὁ ἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας μετὰ τῶν ἑαυτοῦ νεοττῶν ἐθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν͵ οὐ τοσοῦτον ἐπὶ τῷ θανάτῳ τῶν νεοττῶν ἐλυπήθη͵ ὅσον ἐπὶ τῆς ἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν οὐκ ἠδύνατο. διόπερ πόρρωθεν στᾶσα͵ ὃ τοῖς ἀδυνάτοις καὶ ἀσθενέσι ὑπάρχει ἔργον͵ τὸν ἐχθρὸν κατηρᾶτο. συνέβη οὖν ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἔχθραν μεταξὺ ἐσχηκέναι. θυόντων δέ τινων αἶγα ἐπ΄ ἀγρῷ ὁ ἀετὸς καταπτὰς μέρος τι τῆς αἰγὸς μετὰ καὶ ἐμπύρων ἀνθράκων ἐπὶ τὴν καλιὰν ἀνήγαγεν. σφοδρὸς οὖν ἄνεμος ἐμπνεύσας͵ ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου οὖσα ἡ καλιά͵ λαμπρὰν φλόγα ἀνήγαγεν. καταφλεχθέντες δὲ οἱ νεοττοί καὶ γὰρ ἦσαν ἔτι πτηνοὶ ἀτελεῖς ἐπὶ τὴν γῆν κατέπεσον. ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

ὁ λόγος δηλοῖ͵ ὅτι οἱ φιλίαν παρασπονδοῦντες͵ κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι΄ ἀσθένειαν͵ ἀλλ΄ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

 

ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. ὁ μὲν οὖν ἐφ΄ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο͵ ἡ δ΄ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης ὁ ἀετὸς τροφῆς ἀπορῶν καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. ἡ δ΄ ἀλώπηξ ἐπανελθοῦσα καὶ τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. διὸ καὶ πόρρωθεν στᾶσα͵ τοῦθ΄ ὃ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον͵ τῷ ἐχθρῷ κατηρᾶτο. οὐ πολλῷ δ΄ ὕστερον αἶγά τινων ἐπ΄ ἀγροῦ θυόντων καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα καὶ φλογὸς ἀναδοθείσης οἱ ἀετιδεῖς ἄπτηνες ἔτι τυγχάνοντες ὀπτηθέντες εἰς γῆν κατέπεσον. ἡ δ΄ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.

ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φιλίαν παρασπονδοῦντες͵ κἂν τὴν ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν͵ ἀλλὰ τήν γε θείαν δίκην οὐ διακρούσονται.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΤΡΑΓΟΣ

ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ͵ θεασάμενος αὐτὴν ἐπυνθάνετο͵ εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε λέγουσα ὡς χρηστὸν εἴη καὶ δὴ καὶ αὐτὸν καταβῆναι παρῄνει. τοῦ δὲ ἀμελετήτως καθαλλομένου διὰ τὸ μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι ἀναδῦναι μετὰ τῆς ἀλώπεκος σκοποῦντος χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινε νοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερείσας ἐγκλῖναι καὶ τὰ κέρατα͵ ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀνασπάσω. τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος ἡ ἀλώπηξ ἀναλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη καὶ ἀπ΄ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη ἐπὶ τὸ στόμα τοῦ φρέατος ηὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἡ ἀλώπηξ ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος͵ ἀλλ΄ εἰ τοσαύτας φρένας εἶχες͵ ὅσας ἐν τῷ πώγωνι τρίχας͵ οὐ πρότερον ἂν καταβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω.

οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν͵ εἶθ΄ οὕτως αὐτοῖς ἐγχειρεῖν.

 

ἀλώπηξ καὶ τράγος ἐν φρέατι ἐνέπεσον. τοῦ δὲ τράγου σκοπουμένου τὴν ἄνοδον ἡ ἀλώπηξ χρήσιμόν τι͵ ἔφη͵ θάρσει͵ ἐπινενόηκα εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ὁ τράγος ἔφη· πῶς; ἡ ἀλώπηξ εἶπε· τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσερείσας καὶ ὀρθῶς σταθεὶς ἔγκλινον καὶ τὰ κέρατα. ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν εὐθέως καὶ παραχρῆμα ἀναγάγω σε ἔνθεν. τοῦ δὲ ἑτοίμως πρὸς τὴν παραίνεσιν ὑπηρετήσαντος ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέβη καὶ ἀπ΄ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη καὶ γενναίως ἐκτιναχθεῖσα ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης ὁ τράγος μεμφόμενος αὐτὴν καὶ ὀνειδίζων ὡς τὰς ὁμολογίας παραβαίνουσαν ἐπιστραφεῖσα εἶπεν· ὦ οὗτος͵ ἀλλ΄ εἰ τοσαύτας φρένας εἶχες͵ ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας͵ οὐ πρότερον καταβέβηκας͵ πρὶν τὴν ἄνοδον ἂν ἐσκέψω.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν͵ εἶθ΄ οὕτως αὐτοῖς ἐγχειρεῖν.

 

ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν. μετὰ δὲ τὸ πιεῖν τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον ἡ ἀλώπηξ ἔφη· θάρσει͵ χρησιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς͵ ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο ὡς παραβαίνουσαν τὰς συνθήκας. ἡ δὲ ἀλλ΄ εἰ τοσαύτας͵ εἶπε͵ φρένας ἐκέκτησο͵ ὁπόσας ἐν τῷ πώγωνι τρίχας͵ οὐ πρότερον ἂν κατέβης πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι.

ὁ μῦθος δηλοῖ͵ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνδρα δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων͵ εἶθ΄ οὕτως αὐτοῖς ἐγχειρεῖν.

 

ΑΛΩΠΗΞ ΚΑΙ ΛΕΩΝ

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε͵ τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως ἐξεταράχθη͵ ὡς μικροῦ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ ἐπιτυχοῦσα ἐφοβήθη μέν͵ ἀλλ΄ οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διαλέγεσθαι.

ὁ λόγος δηλοῖ͵ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

 

ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ͵ τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν͵ ἀλλ΄ οὐχ ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσελθοῦσα αὐτῷ διαλεχθῆναι.

ὁ μῦθος δηλοῖ͵ ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

 

ἀλώπηξ μήπω θεασαμένη λέοντα ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε͵ τὸ μὲν πρῶτον οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἔπειτα τὸ δεύτερον θεασαμένη ἐφοβήθη μέν͵ οὐ μὴν ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι.

ὁ μῦθος δηλοῖ͵ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

 

ΚΟΛΟΙΟΣ ΚΑΙ ΑΛΩΠΗΞ (κολοιός:κοράκι)

κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν. εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν͵ ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ΄ αὐτοῦ μαθοῦσα ἔφη· ἀλλὰ πεπλάνησαι͵ ὦ οὗτος͵ ἐλπίδι προσέχων͵ ἥτις βουκολεῖν μὲν οἶδε͵ τρέφειν δὲ οὐδαμῶς.

[πρὸς ἄνδρα φιλόνεικον.]