ΠΙΘΗΚΟΣ ΚΑΙ ΑΛΙΕΙΣ
πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας͵ παρετηρεῖτο τὰ ὑπ΄ αὐτῶν πραττόμενα. ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστουν͵ καταβὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον. ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη͵ ἔφη πρὸς ἑαυτόν· ἀλλ΄ ἔγωγε δίκαια πέπονθα. τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;
ὁ λόγος δηλοῖ͵ ὅτι ἡ τῶν μὴ προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος͵ ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν.
πίθηκος ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην ἐμβάλλοντας͵ παρετήρει τὰ ὑπ΄ αὐτῶν γινόμενα. καὶ δὴ τὴν σαγήνην ἐάσαντες μικρὸν ὑπεχώρησαν τοῦ φαγεῖν͵ καταβὰς δὲ αὐτὸς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο μιμεῖσθαι αὐτοὺς φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· ἀλλ΄ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τοῦτο ἐπεχείρουν;
ὁ μῦθος δηλοῖ͵ ὅτι ὁ τοῖς μηδὲν προσήκουσιν ἐπιχειρῶν οὐ μόνον ἀσύμφορον ἀλλὰ καὶ ἐπιβλαβὲς ποιεῖ.
ΑΛΙΕΥΣ ΚΑΙ ΜΑΙΝΙΣ
ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν͵ ἐπειδὴ μικρὰ τυγχάνει͵ ὕστερον δὲ αὐξηθεῖσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν͵ ὁ ἁλιεὺς εἶπεν· ἀλλ΄ ἔγωγε εὐηθέστατος ἂν εἴην͵ εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλον ἐλπίδα διώκοιμι.
ὁ λόγος δηλοῖ͵ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος͵ κἂν μικρὸν ᾖ͵ τοῦ προσδοκωμένου͵ κἂν μέγα ὑπάρχῃ.
(Η αρχαία μαινίς ή μαινίδα είναι ένα μικρό ψαράκι, σαν αθερίνα, που αλιεύεται στα έλη των ποταμών.
Την πρωτοαναφέρει ο Αίσωπος τον 6ο αι π.Χ. στον παραπάνω μύθο του «Αλιεύς και μαινίς» και ύστερα ο Αριστοφάνης, ο Αριστοτέλης, ο Λουκιανός)
ἁλιεὺς καὶ σμαρίς
ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν πρὸς τὸ παρὸν μὴ λαβεῖν αὐτήν͵ ἀλλ΄ ἐᾶσαι͵ ἐπειδήπερ σμικρὰ τυγχάνει· ἀλλ΄ ἐὰν αὐξηθῶ καὶ μεγάλη γένωμαι͵ συλλαβεῖν με͵ ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειάν ἐστι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ΄ ἔγωγε ἔξηχος ἂν εἴην͵ εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλα διώκοιμι.
ὁ μῦθος δηλοῖ͵ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν͵ κἂν μικρὸν ᾖ͵ ἢ τὸ προσδοκώμενον͵ κἂν μέγα ὑπάρχῃ.
ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάττῃ ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν͵ ἀλλ΄ ἐᾶσαι διὰ τὸ σμικρὰν τυγχάνειν. ἀλλ΄ ὅταν αὐξηθῶ καὶ μεγάλη͵ φησί͵ γένωμαι͵ συλλαβεῖν με δυνήσῃ͵ ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ΄ ἔγωγε ἄνους ἂν εἴην͵ εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος͵ κἂν σμικρὸν ᾖ͵ τὸ προσδοκώμενον͵ κἂν μέγα ὑπάρχῃ͵ ἐλπίζοιμι.
ὁ μῦθος δηλοῖ͵ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι΄ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
(Η σμαρίς, η γνωστή στους επιστήμονες ως Spicara smaris, είναι η νοστιμότατη μαριδούλα)
ΑΛΙΕΥΣ
ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα͵ προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ͵ ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο· ἀλλ΄ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται͵ ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.
οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται͵ ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.
ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαβὼν ἑκατέρωθεν͵ καλωδίῳ προσδήσας λίθον τὸ ὕδωρ ἔτυπτεν͵ ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. καὶ ὃς ἀπεκρίνατο· ἀλλ΄ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται͵ ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.
ὁ μῦθος δηλοῖ͵ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται͵ ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.
ΑΛΙΕΙΣ
ἁλιεῖς ἐπ΄ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον͵ καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.
οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε͵ ταῦτα τύχη διεβράβευσεν.
ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ μηδὲν τὸ πέρας δυνάμενοι ἀνύσαι͵ λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. καὶ ἰδοὺ θύννος διωκόμενος παρὰ μεγίστου ἰχθύος ἀναπηδήσας εἰσῆλθεν ἐν τῷ πλοίῳ αὐτῶν. λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.
ὁ μῦθος δηλοῖ͵ ὅτι πολλάκις͵ ἃ μὴ τέχνη παρέσχε͵ τοῦτο τύχη διεβράβευσεν.
ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον͵ σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ΄ ἡδονῆς ἀνεχώρησαν.
ὁ μῦθος δηλοῖ͵ ὅτι πολλάκις͵ ἃ μὴ τέχνη παρέσχε͵ ταῦτα τύχη ἐδωρήσατο.
ΑΛΙΕΥΣ
ἁλιεὺς αὐλητικῆς ἔμπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας τὸ μὲν πρῶτον ᾖδε͵ νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο͵ ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τῶν δικτύων ἐπὶ τὴν ἠιόνα ὡς ἐθεάσατο σπαίροντας͵ ἔφη· ὦ κάκιστα ζῷα͵ ὑμεῖς͵ ὅτε μὲν ηὔλουν͵ οὐκ ὠρχεῖσθε͵ νῦν δέ͵ ὅτε πέπαυμαι͵ τοῦτο πράττετε.
πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.
ἁλιεὺς ἁλιευτικῆς ἄπειρος ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα παρεγένετο εἰς τὴν θάλασσαν. καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξάλλεσθαι. ὡς δὲ αὐτοῦ ἐπὶ πολὺ διατεινομένου οὐδὲν πέρας ἠνύετο͵ ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλατο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδεν αὐτοὺς πηδῶντας͵ ἔφη· ὦ κάκιστα ζῷα͵ ὅτε μὲν ηὔλουν͵ οὐκ ὠρχεῖσθε͵ νῦν δέ͵ ὅτε πέπαυμαι͵ τοῦτο πράττετε.
ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.
ἁλιεὺς ἁλιευτικῆς ἄπειρος λαβὼν αὐλοὺς καὶ δίκτυα παρεγένετο εἰς τὴν θάλατταν καὶ στὰς ἐπί τινος πέτρας τὸ μὲν πρῶτον ηὔλει νομίζων πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐφάλλεσθαι. ὡς δ΄ ἐπὶ πολὺ διατεινόμενος ἤνυεν οὐδέν͵ ἀποθέμενος τοὺς αὐλοὺς ἀναλαμβάνει τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ὡς εἶδε πηδῶντας͵ ἔφη· ὦ κάκιστα ζῷα͵ ὅτε ηὔλουν͵ οὐκ ὠρχεῖσθε͵ ὅτε δὲ πέπαυμαι͵ τοῦτο ποιεῖτε.
ὁ μῦθος πρὸς τοὺς παρὰ λόγον καὶ παρὰ καιρόν τι πράττοντας.
ΑΛΙΕΙΣ
ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο͵ πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον͵ λίθων δὲ καὶ ἄμμων μεστὴν τὴν σαγήνην͵ οὐ μετρίως ἐβαρυθύμουν͵ οὐχ οὕτω μᾶλλον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες͵ ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· ἀλλὰ παυσώμεθα͵ ὦ ἑταῖροι· χαρᾶς γάρ͵ ὡς ἔοικεν͵ ἀδελφή ἐστιν ἡ λύπη͵ καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως τι καὶ λυπηθῆναι.
ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς ἀεὶ πράγμασιν ἐπαγάλλεσθαι λογιζομένους͵ ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.
ἁλιεῖς σαγήνην εἷλκον. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ὠρχοῦντο πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν.
ὡς δὲ εἵλκυσαν αὐτήν͵ τῶν μὲν ἰχθύων εὗρον ὀλίγους͵ λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐβαρυθύμουν͵ οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι͵ ὅσον ὅτι καὶ τὰ ἐναντία προσειλήφασιν. εἷς δέ τις ἐξ αὐτῶν γεραιὸς εἶπε· μὴ ἀχθώμεθα͵ ὦ ἑταῖροι. χαρᾶς γάρ͵ ὡς ἔοικεν͵ ἀδελφή ἐστιν ἡ λύπη͵ καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως καί τι λυπηθῆναι.
ὁ μῦθος δηλοῖ͵ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀτυχίαις γινώσκοντας τὸ τοῦ βίου ἄστατον.
ἁλιεῖς εἷλκον σαγήνην. βαρείας δὲ αὐτῆς οὔσης ἔχαιρον καὶ ἐσκίρτων πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. ὡς δὲ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους͵ λίθον δ΄ ἐν αὐτῇ παμμεγέθη͵ ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν͵ οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι͵ ὅσον ὅτι καὶ τἀναντία προυπειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· μὴ ἀχθώμεθα͵ ὦ ἑταῖροι. τῇ γὰρ ἡδονῇ͵ ὡς ἔοικεν͵ ἀδελφή ἐστιν ἡ λύπη.
καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.
ὁ μῦθος δηλοῖ͵ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.