ΙΑΜΒΛΙΧΟΣ : Βαβυλωνιακά


1 codd. Laurentianus 57,12 et Vaticanus

Περὶ προόδου τοῦ Βαβυλωνίων βασιλέως

Τὸ ἅρμα͵ ἐφ΄ ᾧ φέρεται ὁ βασιλεύς͵ ἅπαν ἐλέφαντός ἐστιν εἰργασμένον ἐγγύτατα ἀπήνης Ἑλληνικῆς· αἱ δὲ ἡνίαι τῶν ἵππων εἰσὶ πορφυραῖ ταινίαι. ἐφέστηκε δὲ ὁ βασιλεὺς σκευὴν ἐσκευασμένος ἐξαίρετον͵ ἐν ᾗ μήτε θηρᾷ μήτε δικάζει μήτε θύει͵ ἀλλὰ πομπεύει μόνον. ἔστι δὲ ἁλουργὶς χρυσῆ· ἐξ ἴσου γὰρ ὁ χρυσὸς ὕφανται τῇ πορφύρᾳ. φέρει δὲ καὶ σκῆπτρον ἐλεφάντινον͵ ᾧ τὴν χεῖρα τὴν δεξιὰν μετέωρον ἐρείδεται. Ἡγοῦνται δ΄ ἱππεῖς σκηπτοῦχοί τε καὶ σατράπαι καὶ ἱππάρχαι καὶ χιλιάρχαι͵ οἷς τι μέτεστι τοῦ ἔργου· οἱ μὲν πεζοὶ ἀργυράσπιδες͵ ἔτι δὲ ἀργυροθώρακες καὶ χρυσοθώρακες͵ ψελλίοις μὲν τὰς χεῖρας͵ στρεπτοῖς δὲ τοὺς τραχήλους κεκοσμημένοι· περὶ δὲ ταῖς κεφαλαῖς οὐ κράνη περιτίθενται͵ ἀλλὰ ἐπάλξεων σημεῖα καὶ πύργων στεφανοῦντα τὴν κεφαλὴν καὶ σκέποντα. καὶ ταῦτα μὲν ἀργύρου καὶ χρυσοῦ πεποιημένα· ἔστι δὲ ἄλλα καὶ λιθοκόλλητα τοῖς κρείττοσιν͵ ὀλίγοι δὲ καὶ στεφάνοις χρυσοῖς ἀναδέδενται͵ οἷς ἂν ἐκ βασιλέως δοθῇ. οἱ δ΄ ἐφ΄ ἵππων ἐλαύνουσι Νισαίων͵ τῶν μὲν τὸν πολεμικὸν τρόπον ἐσκευασμένων προμετωπιδίοις τε καὶ στερνιδίοις καὶ παραπλευριδίοις καὶ παραμηρίδια τοῖς ἱππεῦσι περίκειται͵ τῶν δὲ εἰς πομπὴν ἠσκημένων χρυσοχαλίνων πάντων ὥσπερ εὐδαιμόνων γυναικῶν. ζωστῆρές τε καὶ τελαμῶνες καὶ ἔφιππα οὐδὲν οὐδὲ τούτων ἐστίν͵ ὃ μὴ χρυσήλατόν ἐστιν ἢ χρυσόπαστον. Τρίχες δὲ τῶν ἵππων οὐραῖαι διαπλέκονται καθάπερ πλόκαμοι γυναικῶν καὶ διαδοῦνται καὶ περισφίγγονται πορφυραῖς τε καὶ ποικίλαις ζώναις͵ αἱ δὲ ἐν ταῖς ἱππολοφίαις ἔνθεν τε καὶ ἔνθεν αἰωροῦνται καὶ καθίενται κατὰ τῶν αὐχένων͵ αἱ μὲν ἁπαλαί͵ αἱ δὲ ὀρθαί͵ αἱ δὲ οὖλαι͵ αἱ μὲν φύσει πεφυκυῖαι͵ αἱ δὲ διὰ τέχνης ἠναγκασμέναι. Πλάττουσι δὲ αὐτῶν καὶ βαδίσματα καὶ βλέμματα καὶ νεύματα καὶ φρονήματα͵ ἐνίων δὲ καὶ τὰ φρυάγματα καὶ χρεμετίσματα. πομπευτὴς γὰρ ἵππος πάντα διδάσκεται. πρῶτον μὲν γὰρ αὐτόματος ἐκτείνας εἰς τὸ ἔδαφος τοὺς πόδας καὶ χαμαιπετὴς γενόμενος ἀναβάτην λαμβάνει καὶ τρυφῶντα καὶ λάμποντα· ὁ δὲ ἐπὶ τὸ σοβαρώτερον πεπαιδευμένος οὐκ εἰς γαστέρα καθίεται͵ ἀλλ΄ εἰς γόνατα πίπτει͵ ἵνα δοκῇ τὸν ἱππέα δέχεσθαι καὶ προσκυνεῖν· ἔπειτα παρέχει ὑγρὰν τὴν ῥάχιν καὶ κραδαινομένην ἐν τῷ δρόμῳ δίκην ἑρπετοῦ͵ διδάσκεται δὲ καὶ ῥυθμίζειν ἑαυτὸν καὶ σχηματίζειν καὶ ἀπὸ νεύματος ταῖς ῥισὶν ἐμπνεῖν καὶ τοῖς ὀφθαλμοῖς ἐμβλέπειν καὶ ὑψαυχενεῖν καὶ σοβεῖν καὶ γαυριᾶν καὶ πάντα͵ ὅσα καὶ ἀθλητὴς ἐπιδείκνυσι τῷ θεάτρῳ. ἐκ δὲ τούτων ὁ μὲν ἵππος εὐειδέστερος φαίνεται͵ ὁ δὲ ἱππεὺς σοβαρώτερος γίνεται.