ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ: Διήγηση αλώσεως Θεσσαλονίκης


Διήγησις περὶ τῆς τελευταίας ἁλώσεως τῆς Θεσσαλονίκης συντεθεῖσα πρός τινα τῶν ἀξιολόγων

 

Πολλὰ μὲν ἡμῖν πολλάκις καὶ ἄλλα τὸ τῆς ψυχῆς σου φιλόπονον ἀριδήλως ἐγνώρισεν͵ ἀνδρῶν ἄριστε καὶ φιλομαθέστατε͵ οὐχ ἧττον δὲ καὶ ἡ πρὸς τὴν διήγησιν τῶν ἤδη τῇ περιφανεῖ τὸ πρότερον πόλει Θεσσαλονίκῃ συμβεβηκότων σπουδή σου καὶ τὸ λόγοις ἡμᾶς συνετῶς ἄγαν ἔχουσι διεγεῖραι͵ ταύτην ὡς ἂν ἐπίδηλόν σοι κατὰ δύναμιν θέσθαι τὴν ἡμετέραν σπουδάσωμεν καὶ ὥσπερ ὑπ΄ ὄψιν ἀγάγωμεν. Δείκνυσι γάρ σου περιφανῶς τὴν ψυχήν͵ περὶ τὴν τῶν ἀναγκαίων ὅπως μάθησιν ἔχει καὶ ὡς ἐκ τοῦ προσέχειν ἱστορίαις καὶ λόγοις͵ οἷς ἄνθρωποι πρὸς τὰ κρείττω σαφῶς μετατίθενται͵ τῶν μελλόντων ὅλη καὶ μὴ μεθισταμένων καθίσταται. Πλὴν ἀλλ΄ οὕτω θαυμασίας οὔσης γε τῆς σπουδῆς͵ ἐκεῖνο πᾶς ὁστισοῦν εὖ φρονῶν͵ οἶμαι͵ τῶν οὐκ ἐπαινουμένων ἂν οἰηθείη͵ ὅτι γε τοὺς εἰς ἄκρον δυνάμεως λόγων ἐληλακότας παραδραμὼν καὶ προὔργου παντὸς τὸ λογογραφεῖν ἀεὶ ποιουμένους͵ ἐμοὶ τὴν τοσαύτην ἐγχείρησιν ἀπερισκέπτως ἀνέθου͵ νωθρότητι διανοίας ἀμαθῶς ἀληθῶς ἔχοντι περὶ λόγους καὶ πρὸς πᾶσαν ἡντινοῦν ἀγαθῶν κτῆσιν ῥαθυμοῦντι καθάπαξ. Καὶ ταὐτόν͵ οἶμαι͵ πέπονθας ταῖς μελίσσαις͵ ὅτε τὰς ἀρχὰς ζητεῖν τοῦ μέλιτος κατεπείγονται· παρατρέχουσι μὲν γάρ͵ ὥς φασι͵ τῶν ἀνθέων τὰ εὔοσμα͵ ἐφίπτανται δὲ τῷ θύμῳ͵ φυτῷ δριμύτητος γέμοντι καὶ λίαν ἀνόσμῳ. Ἀλλὰ δεινὸν ἡ φιλία͵ πάντας ἁπλῶς τοὺς ἐνισχυμένους γε ταύτῃ πάντα καὶ λέγειν ὑπὲρ τῶν φίλων καὶ πράττειν πρὸς βίαν κινοῦσα͵ τὸν παρὰ τῶν πολλῶν ἔπαινον αὐτοῖς προξενεῖν εἰωθυῖα. Τοῦτο γὰρ ἦν τὸ καὶ σὲ τοσοῦτον ἡμᾶς ἀναπεῖσαι καταναγκάσαν͵ τὴν ἐκ τῶν ἀκουόντων ἡμῖν εὐφημίαν ἴσως προσγενέσθαι βεβουλημένον͵ κἀντεῦθεν τῇ φιλίᾳ χαρίσασθαι. Ἐγὼ μὲν οὗν βουλοίμην ἂν τὴν σιωπὴν ὡς ἀκίνδυνον μᾶλλον ἑλέσθαι καὶ τὴν παροῦσαν ὑπόθεσιν ὡς τὴν ἐμὴν ὑπερβαίνουσαν δύναμιν παραιτήσασθαι πάνυ δικαίως…