Τα 7 αποσπάσματα που
έχουν σωθεί από τους διθυράμβους του Μελανιππίδη:
1) οὐ γὰρ ἀνθρώπων
φόρευν μορφὰν ἐνεῖδος
οὐδὲ τὰν αὐτὰν
γυναικείαν ἔχον͵
ἀλλ΄ ἐν ἁρμάτεσσι
διφρού-
χοις ἐγυμνάζοντ΄ ἀν΄ εὐ-
ήλι΄ ἄλσεα πολλάκις
θήραις φρένα
τερπόμεναι͵
αἱ δ΄ ἱερόδακρυν
λίβανον εὐώ-
δεις τε φοίνικας κασίαν
τε ματεῦσαι
τέρενα Σύρια σπέρματα
2) ἁ μὲν Ἀθάνα
τὤργαν΄ ἔρριψέν θ΄ ἱερᾶς
ἀπὸ χειρὸς
εἶπέ τ΄• ἔρρετ΄ αἴσχεα͵
σώματι λύμα•
ἐμὲ δ΄ ἐγὼ κακότατι
δίδωμι.
3) καλεῖται δ΄ ἐν κόλποισι
γαίας
ἀχεοῖσι προχέων Ἀχέρων.
4) πάντες δ΄ ἀπεστύγεον
ὕδωρ
τὸ πρὶν ἐόντες ἀίδριες
οἴνου•
τάχα δὴ τάχα τοὶ μὲν οὖν
ἀπωλλύοντο͵
τοὶ δὲ παράπληκτον χέον
ὀμφάν.
5) ἐπώνυμον δέσποτ΄ οἶνον
Οἰνέως
6) κλῦθί μοι ὦ πάτερ͵
θαῦμα βροτῶν͵
τᾶς ἀειζώου ψυχᾶς
μεδέων.
7) γλυκὺ γὰρ θέρος ἀνδρὸς
ὑποσπείρων πραπίδων πόθωι.