Παλατινή Ανθολογία Βιβλίο 5ον (1η συνέχεια)


Αποτελείται από 310 επιγράμματα που μιλούν για τις ηδονές του έρωτα

και έχουν δημιουργηθεί μεταξύ 5ου π.Χ. και 6ου μ.Χ. αιώνα.


ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ ΔΙΑΦΟΡΩΝ ΠΟΙΗΤΩΝ

5.1 Νέοις ἀνάπτων καρδίας σοφὴν ζέσιν

ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι·

πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς λόγοις.

5.2 Τὴν καταφλεξίπολιν Σθενελαΐδα τὴν βαρύμισθον͵

τὴν τοῖς βουλομένοις χρυσὸν ἀμεργομένην͵

γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος

ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.

οὐκέτι γουνάσομαι τὴν βάρβαρον οὐδ΄ ἐπ΄ ἐμαυτῷ

κλαύσομαι ὕπνον ἔχων κεῖνα χαριζόμενον.

5.3 ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὄρθρος ἔβη͵ Χρύσιλλα͵ πάλαι δ΄ ἠῷος ἀλέκτωρ

κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.

ὀρνίθων ἔρροις φθονερώτατος͵ ὅς με διώκεις

οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.

γηράσκεις͵ Τιθωνέ. τί γὰρ σὴν εὐνέτιν Ἠῶ

οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;

5.4 ΦΙΛΟΔΗΜΟΥ

Τὸν σιγῶντα͵ Φιλαινί͵ συνίστορα τῶν ἀλαλήτων

λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου͵

ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν

ἔμπνουν· καὶ τυκτὴν κλεῖε͵ Φιλαινί͵ θύρην.

καὶ σὺ φίλει͵ Ξανθώ͵ με· σὺ δ΄͵ ὦ φιλεράστρια κοίτη͵

ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.

5.5 ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων

οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ͵

ἧς παρὰ νῦν λεχέεσσι μαραίνομ΄ ὁ τῆς ἐπιόρκου

παντοπαθῆ κούρης αἴσχεα δερκόμενος͵

Φλάκκε͵ σὲ δ΄ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·

ἄμφω δ΄ ἀλλήλων ἄνδιχα καιόμεθα.

5.6 ΚΑΛΛΙΜΑΧΟΥ

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ΄ ἐκείνης

ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.

ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα͵ τοὺς ἐν ἔρωτι

ὅρκους μὴ δύνειν οὔατ΄ ἐς ἀθανάτων.

νῦν δ΄ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί͵ τῆς δὲ ταλαίνης

νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ΄ ἀριθμός.

5.7 ΑΣΚΛΗΠΙΑΔΟΥ

Λύχνε͵ σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια

ἥξειν κοὐχ ἥκει· λύχνε͵ σὺ δ΄͵ εἰ θεὸς εἶ͵

τὴν δολίην ἀπάμυνον· ὅταν φίλον ἔνδον ἔχουσα

παίζῃ͵ ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.

5.8 ΜΕΛΕΑΓΡΟΥ

Νὺξ ἱερὴ καὶ λύχνε͵ συνίστορας οὔτινας ἄλλους

ὅρκοις͵ ἀλλ΄ ὑμέας͵ εἱλόμεθ΄ ἀμφότεροι·

χὠ μὲν ἐμὲ στέρξειν͵ κεῖνον δ΄ ἐγὼ οὔποτε λείψειν

ὠμόσαμεν· κοινὴν δ΄ εἴχετε μαρτυρίην.

νῦν δ΄ ὁ μὲν ὅρκιά φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι͵

λύχνε͵ σὺ δ΄ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.

5.9 ΡΟΥΦΙΝΟΥ

Ρουφῖνος τῇ ΄μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ

χαίρειν͵ εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.

οὐκέτι βαστάζω͵ μὰ τὰ σ΄ ὄμματα͵ τὴν φιλέρημον

καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·

ἀλλ΄ αἰεὶ δακρύοισι πεφυρμένος ἢ ΄πὶ Κορησσὸν

ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.

αὔριον ἀλλὰ πάτρη με δεδέξεται͵ ἐς δὲ σὸν ὄμμα

πτήσομαι͵ ἐρρῶσθαι μυρία σ΄ εὐχόμενος.

5.10 ΑΛΚΑΙΟΥ

Ἐχθαίρω τὸν Ἔρωτα. τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας

ὄρνυται͵ ἀλλ΄ ἐπ΄ ἐμὴν ἰοβολεῖ κραδίην;

τί πλέον͵ εἰ θεὸς ἄνδρα καταφλέγει; ἢ τί τὸ σεμνὸν

δῃώσας ἀπ΄ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;

5.11 ΑΔΕΣΠΟΤΟΝ

Εἰ τοὺς ἐν πελάγει σῴζεις͵ Κύπρι͵ κἀμὲ τὸν ἐν γᾷ

ναυαγόν͵ φιλίη͵ σῶσον ἀπολλύμενον.


5.12 ΡΟΥΦΙΝΟΥ

Λουσάμενοι͵ Προδίκη͵ πυκασώμεθα καὶ τὸν ἄκρατον

ἕλκωμεν κύλικας μείζονας αἰρόμενοι.

βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ

γῆρας κωλύσει͵ καὶ τὸ τέλος θάνατος.

5.13 ΦΙΛΟΔΗΜΟΥ

Ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας͵

ἀλλ΄ ἔτι κυανέων σύρμα μένει πλοκάμων͵

κἀν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν

ἕστηκεν͵ μίτρης γυμνὰ περιδρομάδος͵

καὶ χρὼς ἀρρυτίδωτος ἔτ΄ ἀμβροσίην͵ ἔτι πειθὼ

πᾶσαν͵ ἔτι στάζει μυριάδας χαρίτων.

ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ΄͵ ἐρασταί͵

δεῦρ΄ ἴτε͵ τῆς ἐτέων ληθόμενοι δεκάδος.

5.14 ΡΟΥΦΙΝΟΥ

Εὐρώπης τὸ φίλημα͵ καὶ ἢν ἄχρι χείλεος ἔλθῃ͵

ἡδύ γε͵ κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·

ψαύει δ΄ οὐκ ἄκροις τοῖς χείλεσιν͵ ἀλλ΄ ἐρίσασα

τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.

5.15 ΤΟΥ ΑΥΤΟΥ

Ποῦ νῦν Πραξιτέλης; ποῦ δ΄ αἱ χέρες αἱ Πολυκλείτου͵

αὐταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι;

τίς πλοκάμους Μελίτης εὐώδεας ἢ πυρόεντα

ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;

ποῦ πλάσται͵ ποῦ δ΄ εἰσὶ λιθοξόοι; ἔπρεπε τῇδε

μορφῇ νηὸν ἔχειν ὡς μακάρων ξοάνῳ.

5.16 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Μήνη χρυσόκερως͵ δέρκῃ τάδε͵ καὶ πυριλαμπεῖς

ἀστέρες͵ οὓς κόλποις Ὠκεανὸς δέχεται͵

ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετ΄ Ἀρίστη͵

ἑκταίην δ΄ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.

ἀλλ΄ ἔμπης αὐτὴν ζητήσομεν· ἦ ῥ΄ ἐπιπέμψω

Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.

5.17 ΓΑΙΤΟΥΛΙΚΟΥ

Ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε͵ σοὶ τάδε πέμπω

ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·

αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω͵
σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης.

οὔριος ἀλλ΄ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ͵

δεσπότι καὶ θαλάμων͵ Κύπρι͵ καὶ ἠιόνων.

5.18 ΡΟΥΦΙΝΟΥ

Μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα͵

οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.

ταῖς μὲν χρὼς ἀπόδωδε μύρου σοβαρόν τε φρύαγμα

καὶ μέχρι κινδύνου πεσσομένη σύνοδος·

ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος καὶ λέκτρον ἑτοῖμον͵

δώροι΄ ἐκ σπατάλης οὐκ ἀλεγιζόμενον.

μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος͵ ὃς προέκρινεν

Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.

5.19 ΤΟΥ ΑΥΤΟΥ

Οὐκέτι παιδομανὴς ὡς πρίν ποτε͵ νῦν δὲ καλοῦμαι

θηλυμανής͵ καὶ νῦν δίσκος ἐμοὶ κρόταλον͵

ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου

χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον·

βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος

καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.

5.20 ΟΝΕΣΤΟΥ

Οὔτε με παρθενικῆς τέρπει γάμος οὔτε γεραιῆς·

τὴν μὲν ἐποικτείρω͵ τὴν δὲ καταιδέομαι.

εἴη μήτ΄ ὄμφαξ μήτ΄ ἀσταφίς͵ ἡ δὲ πέπειρος

ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη.


5.21 ΡΟΥΦΙΝΟΥ

Οὐκ ἔλεγον͵ Προδίκη· «Γηράσκομεν»; οὐ προεφώνουν·

«῞"Ηξουσιν ταχέως αἱ διαλυσίφιλοι»;

νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες͵

καὶ στόμα τὰς προτέρας οὐκέτ΄ ἔχον χάριτας.

μήτις σοι͵ μετέωρε͵ προσέρχεται ἢ κολακεύων

λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.

5.22 ΤΟΥ ΑΥΤΟΥ

Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε͵ Βοῶπι͵

ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον͵

αὐτοθελῆ͵ πάνδουλον͵ ἑκούσιον͵ αὐτοκέλευστον͵

αἰτήσοντα πικρὴν μήποτ΄ ἐλευθερίην͵

ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ

μήποτ΄ ἐφ΄ ἡμετέραις ἐλπίσι βασκανίη.

5.23 ΚΑΛΛΙΜΑΧΟΥ

Οὕτως ὑπνώσαις͵ Κωνώπιον͵ ὡς ἐμὲ ποιεῖς

κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις·

οὕτως ὑπνώσαις͵ ἀδικωτάτη͵ ὡς τὸν ἐραστὴν

κοιμίζεις͵ ἐλέου δ΄ οὐδ΄ ὄναρ ἠντίασας.

γείτονες οἰκτείρουσι͵ σὺ δ΄ οὐδ΄ ὄναρ· ἡ πολιὴ δὲ

αὐτίκ΄ ἀναμνήσει ταῦτά σε πάντα κόμη.

5.24 ΜΕΛΕΑΓΡΟΥ

Ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας͵

δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.

φησὶ μέν͵ ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς

αὐτὴ καὶ προλέγει καὶ προλέγουσα φιλεῖ.

5.25 ΦΙΛΟΔΗΜΟΥ

Ὁσσάκι Κυδίλλης ὑποκόλπιος͵ εἴτε κατ΄ ἦμαρ

εἴτ΄ ἀποτολμήσας ἤλυθον ἑσπέριος͵

οἶδ΄͵ ὅτι πὰρ κρημνὸν τέμνω πόρον͵ οἶδ΄͵ ὅτι ῥιπτῶ

πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.

ἀλλὰ τί μοι πλέον ἔστ΄; ἦ γὰρ θρασὺς ἠδ΄͵ ὅταν ἕλκῃ͵

πάντοτ΄ Ἔρως ἀρχὴν οὐδ΄ ὄναρ οἶδε φόβου.

5.26 ΑΔΕΣΠΟΤΟΝ

Εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις͵

εἴτε πάλιν ξανθαῖς εἶδον͵ ἄνασσα͵ κόμαις͵

ἴση ἀπ΄ ἀμφοτέρων λάμπει χάρις. ἦ ῥά γε ταύταις

θριξὶ συνοικήσει καὶ πολιῇσιν Ἔρως.


5.27 ΡΟΥΦΙΝΟΥ

Ποῦ σοι κεῖνα͵ Μέλισσα͵ τὰ χρύσεα καὶ περίοπτα

τῆς πολυθρυλήτου κάλλεα φαντασίης;

ποῦ δ΄ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν

καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;

νῦν πενιχρὴ ψαφαρή τε κόμη͵ παρὰ ποσσὶ τραχεῖα·

ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.

5.28 ΤΟΥ ΑΥΤΟΥ

Νῦν μοι Χαῖρε λέγεις͵ ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν

κεῖνο τὸ τῆς λύγδου͵ βάσκανε͵ λειότερον·

νῦν μοι προσπαίζεις͵ ὅτε τὰς τρίχας ἠφάνικάς

σου τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.

μηκέτι μοι͵ μετέωρε͵ προσέρχεο μηδὲ συνάντα·

ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.

5.29 ΚΙΛΛΑΚΤΟΡΟΣ

Ἁδὺ τὸ βινεῖν ἐστι. τίς οὐ λέγει; ἀλλ΄ ὅταν αἰτῇ

χαλκόν͵ πικρότερον γίνεται ἐλλεβόρου.


5.30 ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Πάντα καλῶς͵ τό γε μήν͵ χρυσῆν ὅτι τὴν Ἀφροδίτην͵

ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδης.

ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς͵ φίλος· οὔτε θυρωρὸς

ἐν ποσὶν οὔτε κύων· ἐν προθύροις δέδεται.

ἢν δ΄ ἑτέρως ἔλθῃς͵ καὶ ὁ Κέρβερος. ὦ πλεονέκται

οἱ πλούτου͵ πενίην ὡς ἀδικεῖτε μόνοι.

5.31 ΤΟΥ ΑΥΤΟΥ

Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε

πρόσθεν· παντοίη δ΄ ἡ Κυθέρεια τὰ νῦν·

καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ΄ ἐφίλησεν

καὶ τοὺς ἀργυρέους οὔ ποτ΄ ἀποστρέφεται.

Νέστωρ ἡ Παφίη. δοκέω δ΄͵ ὅτι καὶ Δανάῃ Ζεὺς

οὐ χρυσός͵ χρυσοῦς δ΄ ἦλθε φέρων ἑκατόν.

5.32 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ποιεῖς πάντα͵ Μέλισσα͵ φιλανθέος ἔργα μελίσσης·

οἶδα καὶ ἐς κραδίην τοῦτο͵ γύναι͵ τίθεμαι·

καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα͵

ἢν δ΄ αἰτῇς͵ κέντρῳ τύμμα φέρεις ἄδικον.

5.33 ΠΑΡΜΕΝΙΩΝΟΣ

Ἐς Δανάην ἔρρευσας͵ Ὀλύμπιε͵ χρυσός͵ ἵν΄ ἡ παῖς

ὡς δώρῳ πεισθῇ͵ μὴ τρέσῃ ὡς Κρονίδην.


5.34 ΤΟΥ ΑΥΤΟΥ

Ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ͵ κἀγὼ δὲ σὲ χρυσοῦ·

πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι.

5.35 ΡΟΥΦΙΝΟΥ

Πυγὰς αὐτὸς ἔκρινα τριῶν· εἵλοντο γὰρ αὐταὶ

δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.

καί ῥ΄ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις

λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·

τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σὰρξ

πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·

ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ͵

αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.

εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς͵

οὐκέτ΄ ἂν οὐδ΄ ἐσιδεῖν ἤθελε τὰς προτέρας.

5.36 ΤΟΥ ΑΥΤΟΥ

῎Ηρισαν ἀλλήλαις Ροδόπη͵ Μελίτη͵ Ροδόκλεια͵

τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην͵

καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι

ἔστησαν γυμναί͵ νέκταρι λειβόμεναι.

καὶ Ροδόπης μὲν ἔλαμπε μέσος μηρῶν πολύτιμος

οἷα ῥοδὼν πολλῷ σχιζόμενος ζεφύρῳ ...

τῆς δὲ Ροδοκλείης ὑάλῳ ἴσος ὑγρομέτωπος

οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.

ἀλλὰ σαφῶς͵ ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν͵ εἰδὼς

τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.

5.37 ΤΟΥ ΑΥΤΟΥ

Μήτ΄ ἰσχνὴν λίην περιλάμβανε μήτε παχεῖαν͵

τούτων δ΄ ἀμφοτέρων τὴν μεσότητα θέλε.

τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις͵ ἡ δὲ περισσὴν

κέκτηται· λεῖπον μὴ θέλε μηδὲ πλέον.


5.38 ΝΙΚΑΡΧΟΥ

Εὐμεγέθης πείθει με καλὴ γυνή͵ ἄν τε καὶ ἀκμῆς

ἅπτητ΄͵ ἄν τε καὶ ᾖ͵ Σιμύλε͵ πρεσβυτέρη.

ἡ μὲν γάρ με νέα περιλήψεται· ἢν δὲ παλαιή͵

γραῖά με καὶ ῥυσή͵ Σιμύλε͵ λειχάσεται.

5.39 ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει͵ ἤν τε ποδαγρὸς

ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω;

πολλοὶ γάρ μ΄ ἀροῦσιν· ἔα χωλόν με γενέσθαι.

τῶνδ΄ ἕνεκεν͵ Χάρι͵ σοὺς οὔποτ΄ ἐῶ θιάσους.


5.40 ΤΟΥ ΑΥΤΟΥ

Τῆς μητρὸς μὴ ἄκουε͵ Φιλουμένη· ἢν γὰρ ἀπέλθω

καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως͵

τῶν καταπαιζόντων μὴ σχῇς λόγον͵ ἀλλ΄ ἐς ἐκείνους

ἐμπαίξασ΄ ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν.

πάντα λίθον κίνει· σαυτὴν τρέφε καὶ γράφε πρός με͵

εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.

εὐτακτεῖν πειρῶ· τὸ δ΄ ἐνοίκιον͵ ἤν τι περισσὸν

γίνηται͵ καὶ ἐμοὶ φρόντισον ἠμάτιον.

ἢν ἐν γαστρὶ λάβῃς͵ τέκε͵ ναὶ τέκε· μὴ θορυβηθῇς·

εὑρήσει͵ πόθεν ἔστ΄͵ ἐλθὸν ἐς ἡλικίην.

5.41 ΡΟΥΦΙΝΟΥ

Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;

τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν;

μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών;

γινόμενον· πᾶσαι τοῦτο ποοῦσι͵ τέκνον.

πλὴν ἀπὸ νῦν͵ ὅταν ἐστὶν ἔσω͵ κεῖνος δ΄ ὅταν ἔξω͵

τὸ πρόθυρον σφήνου͵ μὴ πάλι ταὐτὸ πάθῃς.

5.42 ΤΟΥ ΑΥΤΟΥ

Μισῶ τὴν ἀφελῆ͵ μισῶ τὴν σώφρονα λίαν·

ἡ μὲν γὰρ βραδέως͵ ἡ δὲ θέλει ταχέως.

5.43 ΤΟΥ ΑΥΤΟΥ

Ἐκβάλλει γυμνήν τις͵ ἐπὴν εὕρῃ ποτὲ μοιχόν͵

ὡς μὴ μοιχεύσας͵ ὡς ἀπὸ Πυθαγόρου;

εἶτα͵ τέκνον͵ κλαίουσα καταδρύψεις τὸ πρόσωπον

καὶ παραριγώσεις μαινομένου προθύροις;

ἔκμαξαι͵ μὴ κλαῖε͵ τέκνον· χεὐρήσομεν ἄλλον͵

τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.

5.44 ΤΟΥ ΑΥΤΟΥ

Λέμβιον͵ ἡ δ΄ ἑτέρα Κερκούριον͵ αἱ δύ΄ ἑταῖραι

αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.

ἀλλά͵ νέοι͵ πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

φεύγεθ΄· ὁ συμμίξας καὶ καταδὺς πίεται.

5.45 ΚΙΛΛΑΚΤΟΡΟΣ

Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ͵

οὐκ ἀπὸ τᾶς τέχνας͵ ἀλλ΄ ἀπὸ τᾶς φύσιος.

5.46 ΦΙΛΟΔΗΜΟΥ

Χαῖρε σύ. -«Καὶ σύ γε χαῖρε.» -Τί δεῖ σε καλεῖν; -«Σὲ δέ;» -Μήπω

τοῦτο· φιλόσπουδος. -«Μηδὲ σύ.» -Μή τιν΄ ἔχεις;

-«Αἰεὶ τὸν φιλέοντα.» -Θέλεις ἅμα σήμερον ἡμῖν

δειπνεῖν; -«Εἰ σὺ θέλεις.» -Εὖγε· πόσου παρέσῃ;

-«Μηδέν μοι προδίδου ...» -Τοῦτο ξένον. -«ἀλλ΄ ὅσον ἄν σοι

κοιμηθέντι δοκῇ͵ τοῦτο δός.» -Οὐκ ἀδικεῖς.

ποῦ γίνῃ; πέμψω ... -«Καταμάνθανε.» -Πηνίκα δ΄ ἥξεις;

-«῝"Ην σὺ θέλεις ὥρην.» -Εὐθὺ θέλω. -«Πρόαγε.»

5.47 ΡΟΥΦΙΝΟΥ

Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί͵ Θάλεια͵

πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·

νῦν δ΄͵ ὅτε μοι γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι͵

ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.

θυμὲ τάλας͵ τί πέπονθας; ἀνέγρεο μηδ΄ ἀπόκαμνε͵

ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.

5.48 ΤΟΥ ΑΥΤΟΥ

Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ

καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος͵

δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα

καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος·

εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι͵

τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.

5.49 ΤΟΥΔΙΚΙΟΥ ΓΑΛΛΟΥ

Ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη͵

τῷ μὲν ὑπὲρ νηδύν͵ τῷ δ΄ ὑπό͵ τῷ δ΄ ὄπιθεν͵

εἰσδέχομαι φιλόπαιδα͵ γυναικομανῆ͵ φιλυβριστήν.

εἰ σπεύδεις ἐλθὼν σὺν δυσί͵ μὴ κατέχου.

5.50 ΑΔΕΣΠΟΤΟΝ

Καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω

κούφως͵ πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.

5.51 ΑΔΕΣΠΟΤΟΝ

Ἠράσθην͵ ἐφίλουν͵ ἔτυχον͵ κατέπραξ΄͵ ἀγαπῶμαι.

τίς δὲ καὶ ἧς καὶ πῶς͵ ἡ θεὸς οἶδε μόνη.

5.52 ΔΙΟΣΚΟΡΙΔΟΥ

Ὅρκον κοινὸν Ἔρωτ΄ ἀνεθήκαμεν· ὅρκος ὁ πιστὴν

Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.

ἀλλ΄ ἡ μὲν ψευδής͵ κενὰ δ΄ ὅρκια· τῷ δ΄ ἐφυλάχθη

ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.

θρήνους͵ ὦ Ὑμέναιε͵ παρὰ κληῖσιν ἀκούσαις

Ἀρσινόης͵ παστῷ μεμψάμενος προδότῃ.

5.53 ΤΟΥ ΑΥΤΟΥ

Ἡ πιθανή μ΄ ἔτρωσεν Ἀριστονόη͵ φίλ΄ Ἄδωνι͵

κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.

εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν͵ ἢν ἀποπνεύσω͵

μὴ προφάσεις͵ σύμπλουν σύμ με λαβὼν ἀπάγου.

5.54 ΤΟΥ ΑΥΤΟΥ

Μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον

παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.

μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται

τῆς μὲν ἐρεσσομένης͵ σοῦ δὲ σαλευομένου.

ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ͵

τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.

5.55 ΤΟΥ ΑΥΤΟΥ

Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας

ἄνθεσιν ἐν χλοεροῖς ἀθάνατος γέγονα.

ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσὶν

ἤνυεν ἀκλινέως τὸν Κύπριδος δόλιχον͵

ὄμμασι νωθρὰ βλέπουσα· τὰ δ΄͵ ἠύτε πνεύματι φύλλα͵

ἀμφισαλευομένης ἔτρεμε πορφύρεα͵

μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν͵

καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.

5.56 ΤΟΥ ΑΥΤΟΥ

Ἐκμαίνει χείλη με ῥοδόχροα͵ ποικιλόμυθα͵

ψυχοτακῆ͵ στόματος νεκταρέου πρόθυρα͵

καὶ γλῆναι λασίαισιν ὑπ΄ ὀφρύσιν ἀστράπτουσαι͵

σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες͵

καὶ μαζοὶ γλαγόεντες͵ ἐύζυγες͵ ἱμερόεντες͵

εὐφυέες͵ πάσης τερπνότεροι κάλυκος.

ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρές εἰσι

τῆς ἀθυροστομίης οἱ Μίδεω κάλαμοι.

5.57 ΜΕΛΕΑΓΡΟΥ

Τὴν πυρὶ νηχομένην ψυχὴν ἂν πολλάκι καίῃς͵

φεύξετ΄͵ Ἔρως· καὐτή͵ σχέτλι΄͵ ἔχει πτέρυγας.


5.58 ΑΡΧΙΟΥ

Νήπι΄ Ἔρως͵ πορθεῖς με͵ τὸ κρήγυον· εἴς με κένωσον

πᾶν σὺ βέλος͵ λοιπὴν μηκέτ΄ ἀφεὶς γλυφίδα͵

ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων

ἄλλον ὀιστεῦσαι μηκέτ΄ ἔχοις ἀκίδα.

5.59 ΤΟΥ ΑΥΤΟΥ

Φεύγειν δεῖ τὸν Ἔρωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω

πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.

5.60 ΡΟΥΦΙΝΟΥ

Παρθένος ἀργυρόπεζος ἐλούετο͵ χρύσεα μαζῶν

χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·

πυγαὶ δ΄ ἀλλήλαις περιηγέες εἱλίσσοντο͵

ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι·

τὸν δ΄ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ

οὐχ ὅλον Εὐρώταν͵ ἀλλ΄ ὅσον ἠδύνατο.

5.61 ΤΟΥ ΑΥΤΟΥ

Τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ

ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν·

«Δώδεκά σοι βέβληκα καὶ αὔριον ἄλλα βαλῶ σοι

ἢ πλέον ἠὲ πάλιν δώδεκ΄ ἐπιστάμενος.»

εἶτα κελευομένη ἦλθεν· γελάσας δὲ πρὸς αὐτήν·

«Εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.»

5.62 ΤΟΥ ΑΥΤΟΥ

Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν͵ ἀλλ΄ ἔτι πολλὰ

λείψανα τῆς προτέρης σῴζεται ἡλικίης͵

καὶ χάριτες μίμνουσιν ἀγήραοι͵ οὐδὲ τὸ καλὸν

τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν.

ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος͵

[ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων].

5.63 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἀντιγόνη͵ Σικελὴ πάρος ἦσθά μοι· ὡς δ΄ ἐγενήθης

Αἰτωλή͵ κἀγὼ Μῆδος ἰδοὺ γέγονα.

5.64 ΑΣΚΛΗΠΙΑΔΟΥ

Νεῖφε͵ χαλαζοβόλει͵ ποίει σκότος͵ αἶθε͵ κεραύνου͵

πάντα τὰ πορφύροντ΄ ἐν χθονὶ σεῖε νέφη·

ἢν γάρ με κτείνῃς͵ τότε παύσομαι· ἢν δέ μ΄ ἀφῇς ζῆν͵

καὶ διαθεὶς τούτων χείρονα͵ κωμάσομαι.

ἕλκει γάρ μ΄ ὁ κρατῶν καὶ σοῦ θεός͵ ᾧ ποτε πεισθείς͵

Ζεῦ͵ διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.

5.65 ΑΔΕΣΠΟΤΟΝ

Αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπ΄ ἀντίθεον Γανυμήδην͵

κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.

οὕτως ἀμφότερ΄ ἐστὶν ἀσύγκριτα· τῶν δύο δ΄ αὐτῶν

ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον͵ ἐμοὶ τὰ δύο.

5.66 ΡΟΥΦΙΝΟΥ

Εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον͵

καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων·

«Σῶσον»͵ ἔφην͵ «ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν͵

καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.»

ταῦτα λέγοντος ἔκλαυσεν· ἀποψήσασα δὲ δάκρυ͵

ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.

5.67 ΚΑΠΙΤΩΝΟΣ

Κάλλος ἄνευ χαρίτων τέρπει μόνον͵ οὐ κατέχει δέ͵

ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.

5.68 ΛΟΥΚΙΛΛΙΟΥ͵ οἱ δὲ ΠΟΛΕΜΩΝΟΣ ΤΟΥ ΠΟΝΤΙΚΟΥ

῍Η τὸ φιλεῖν περίγραψον͵ Ἔρως͵ ὅλον ἢ τὸ φιλεῖσθαι

πρόσθες͵ ἵν΄ ἢ λύσῃς τὸν πόθον ἢ κεράσῃς.

5.69 ΡΟΥΦΙΝΟΥ

Παλλὰς ἐσαθρήσασα καὶ ῞Ηρη χρυσοπέδιλος

Μαιονίδ΄ ἐκ κραδίης ἴαχον ἀμφότεραι·

«Οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·

οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.»

5.70 ΤΟΥ ΑΥΤΟΥ

Κάλλος ἔχεις Κύπριδος͵ Πειθοῦς στόμα͵ σῶμα καὶ ἀκμὴν

εἰαρινῶν Ὡρῶν͵ φθέγμα δὲ Καλλιόπης͵

νοῦν καὶ σωφροσύνην Θέμιδος καὶ χεῖρας Ἀθήνης·

σὺν σοὶ δ΄ αἱ Χάριτες τέσσαρές εἰσι͵ Φίλη.

5.71 ΤΟΥ ΑΥΤΟΥ͵ οἱ δὲ ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς

θυγατέρα͵ Ζήνων͵ ἔνδον ἔχεις πόλεμον.

ζήτει Λυσίμαχον μοιχὸν φίλον͵ ὅς σ΄ ἐλεήσας

ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.

5.72 ΤΟΥ ΑΥΤΟΥ

Τοῦτο βίος͵ τοῦτ΄ αὐτό· τρυφὴ βίος· ἔρρετ΄͵ ἀνῖαι.

ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος͵

ἄρτι χοροὶ στέφανοί τε φιλανθέες͵ ἄρτι γυναῖκες.

σήμερον ἐσθλὰ πάθω͵ τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.

5.73 ΡΟΥΦΙΝΟΥ

Δαίμονες͵ οὐκ ᾔδειν͵ ὅτι λούεται ἡ Κυθέρεια͵

χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.

ἱλήκοις͵ δέσποινα͵ καὶ ὄμμασιν ἡμετέροισι

μήποτε μηνίσῃς θεῖον ἰδοῦσι τύπον.

νῦν ἔγνων· Ροδόκλεια καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος

τοῦτο πόθεν; σύ͵ δοκῶ͵ τὴν θεὸν ἐκδέδυκας.

5.74 ΤΟΥ ΑΥΤΟΥ

Πέμπω σοι͵ Ροδόκλεια͵ τόδε στέφος͵ ἄνθεσι καλοῖς

αὐτὸς ὑφ΄ ἡμετέραις πλεξάμενος παλάμαις.

ἔστι κρίνον ῥοδέη τε κάλυξ νοτερή τ΄ ἀνεμώνη

καὶ νάρκισσος ὑγρὸς καὶ κυαναυγὲς ἴον.

ταῦτα στεψαμένη͵ λῆξον μεγάλαυχος ἐοῦσα·

ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.

5.75 ΤΟΥ ΑΥΤΟΥ

Γείτονα παρθένον εἶχον Ἀμυμώνην Ἀφροδίτην͵

ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.

αὕτη μοι προσέπαιζε καί͵ εἴ ποτε καιρός͵ ἐτόλμων.

ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο.

ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν͵ ὅτι τίκτει.

ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;

5.76 ΤΟΥ ΑΥΤΟΥ

Αὕτη πρόσθεν ἔην ἐρατόχροος͵ εἰαρόμασθος͵

εὔσφυρος͵ εὐμήκης͵ εὔοφρυς͵ εὐπλόκαμος.

ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι͵

καὶ νῦν τῶν προτέρων οὐδ΄ ὄναρ οὐδὲν ἔχει·

ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες <τὸ> πρόσωπον͵

οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.

5.77 ΤΟΥ ΑΥΤΟΥ

Εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν͵

οὐκ ἄν τοι χρονέεσκεν ἀνὴρ ἀλόχῳ συνομιλῶν.

πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.

5.78 ΠΛΑΤΩΝΟΣ

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·

ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

5.79 ΤΟΥ ΑΥΤΟΥ

Τῷ μήλῳ βάλλω σε· σὺ δ΄ εἰ μὲν ἑκοῦσα φιλεῖς με͵

δεξαμένη τῆς σῆς παρθενίης μετάδος.

εἰ δ΄ ἄρ΄͵ ὃ μὴ γίγνοιτο͵ νοεῖς͵ τοῦτ΄ αὐτὸ λαβοῦσα

σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

5.80 ΤΟΥ ΑΥΤΟΥ

Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ΄ ἐπίνευσον͵

Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

5.81 ΔΙΟΝΥΣΙΟΥ ΣΟΦΙΣΤΟΥ

Ἡ τὰ ῥόδα͵ ῥοδόεσσαν ἔχεις χάριν. ἀλλὰ τί πωλεῖς;

σαυτὴν ἢ τὰ ῥόδα ἠὲ συναμφότερα;

5.82 ΑΔΕΣΠΟΤΟΝ

Ὦ σοβαρὴ βαλάνισσα͵ τί μ΄ οὕτως ἔκπυρα λούεις;

πρίν μ΄ ἀποδύσασθαι͵ τοῦ πυρὸς αἰσθάνομαι.

5.83 ΑΔΕΣΠΟΤΟΝ

Εἴθ΄ ἄνεμος γενόμην͵ σὺ δὲ δὴ στείχουσα παρ΄ αὐλὰς

στήθεα γυμνώσαις καί με πνέοντα λάβοις.

5.84 ΑΛΛΟ

Εἴθε ῥόδον γενόμην ὑποπόρφυρον͵ ὄφρα με χερσὶν

ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.

5.85 ΑΣΚΛΗΠΙΑΔΟΥ

Φείδῃ παρθενίης. καὶ τί πλέον; οὐ γὰρ ἐς Ἅιδην

ἐλθοῦσ΄ εὑρήσεις τὸν φιλέοντα͵ κόρη.

ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ΄ Ἀχέροντι

ὀστέα καὶ σποδιή͵ παρθένε͵ κεισόμεθα.

5.86 ΚΛΑΥΔΙΑΝΟΥ

Ἵλαθί μοι͵ φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων

ἐβλήθης ὑπ΄ Ἔρωτος ὑπωκυτέροισιν ὀιστοῖς.

5.87 ΡΟΥΦΙΝΟΥ

Ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς͵ ἀλλὰ τὸ σῶμα

κέκραγεν ὡς βελέων δεξάμενον φαρέτρην͵

καὶ φάσις ἀστατέουσα καὶ ἄστατος ἄσθματος ὁρμὴ

καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.

ἀλλά͵ Πόθοι͵ πρὸς μητρὸς ἐυστεφάνου Κυθερείης͵

φλέξατε τὴν ἀπιθῆ͵ μέχρις ἐρεῖ· «Φλέγομαι.»

5.88 ΤΟΥ ΑΥΤΟΥ

Εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα͵ πυρφόρε͵ καῦσαι͵

τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.

5.89 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Οὐκ ἔσθ΄ οὗτος ἔρως͵ εἴ τις καλὸν εἶδος ἔχουσαν

βούλετ΄ ἔχειν͵ φρονίμοις ὄμμασι πειθόμενος·

ἀλλ΄ ὅστις κακόμορφον ἰδών͵ πεφορημένος ἰοῖς͵

στέργει͵ μαινομένης ἐκ φρενὸς αἰθόμενος͵

οὗτος ἔρως͵ πῦρ τοῦτο. τὰ γὰρ καλὰ πάντας ὁμοίως

τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.

5.90 ΑΔΕΣΠΟΤΟΝ

Πέμπω σοι μύρον ἡδύ͵ μύρῳ τὸ μύρον θεραπεύων͵

ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.

5.91 ΑΔΕΣΠΟΤΟΝ

Πέμπω σοι μύρον ἡδύ͵ μύρῳ παρέχων χάριν͵ οὐ σοί.

αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι.

(Σου στέλνω άρωμα γλυκό.. Σ' αυτό κάνω την χάρη

αφού μπορεί, από εσέ, μοσχοβολιά να πάρει..)

5.92 ΡΟΥΦΙΝΟΥ

Ὑψοῦται Ροδόπη τῷ κάλλεϊ· κἤν ποτε «Χαῖρε»

εἴπω͵ ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο·

ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι͵

ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσι.

ὦ ῥυτίδες καὶ γῆρας ἀνηλεές͵ ἔλθετε θᾶσσον·

σπεύσατε͵ κἂν ὑμεῖς πείσατε τὴν Ροδόπην.

5.93 ΤΟΥ ΑΥΤΟΥ

Ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν͵

οὐδέ με νικήσει͵ μοῦνος ἐὼν πρὸς ἕνα͵

θνατὸς δ΄ ἀθανάτῳ συστήσομαι. ἢν δὲ βοηθὸν

Βάκχον ἔχῃ͵ τί μόνος πρὸς δύ΄ ἐγὼ δύναμαι;

5.94 ΤΟΥ ΑΥΤΟΥ

Ὄμματ΄ ἔχεις ῞Ηρης͵ Μελίτη͵ τὰς χεῖρας Ἀθήνης͵

τοὺς μαζοὺς Παφίης͵ τὰ σφυρὰ τῆς Θέτιδος.

εὐδαίμων ὁ βλέπων σε͵ τρισόλβιος ὅστις ἀκούει͵

ἡμίθεος δ΄ ὁ φιλῶν͵ ἀθάνατος δ΄ ὁ γαμῶν.

5.95 ΑΔΕΣΠΟΤΟΝ

Τέσσαρες αἱ Χάριτες͵ Παφίαι δύο καὶ δέκα Μοῦσαι·

Δερκυλὶς ἐν πάσαις· Μοῦσα͵ Χάρις͵ Παφίη.

5.96 ΜΕΛΕΑΓΡΟΥ

Ἰξὸν ἔχεις τὸ φίλημα͵ τὰ δ΄ ὄμματα͵ Τιμάριον͵ πῦρ·

ἢν ἐσίδῃς͵ καίεις· ἢν δὲ θίγῃς͵ δέδεκας.


5.97 ΡΟΥΦΙΝΟΥ

Εἰ μὲν ἐπ΄ ἀμφοτέροισιν͵ Ἔρως͵ ἴσα τόξα τιταίνεις͵

εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος͵ οὐ θεὸς εἶ.

5.98 ΑΔΗΛΟΝ͵ οἱ δὲ ΑΡΧΙΟΥ

Ὠμίζευ͵ Κύπρι͵ τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ

ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.

5.99 ΑΔΗΛΟΝ

῎Ηθελον͵ ὦ κιθαρῳδέ͵ παραστάς͵ ὡς κιθαρίζεις͵

τὴν ὑπάτην κροῦσαι τήν τε μέσην χαλάσαι.

5.100 ΑΔΗΛΟΝ

Εἴ μοί τις μέμψαιτο δαείς͵ ὅτι λάτρις Ἔρωτος

φοιτῶ θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων͵

εἰδείη καὶ Ζῆνα καὶ Ἄϊδα τόν τε θαλάσσης

σκηπτοῦχον μαλερῶν δοῦλον ἐόντα Πόθων.

εἰ δὲ θεοὶ τοιοίδε͵ θεοῖς δ΄ ἐνέπουσιν ἕπεσθαι

ἀνθρώπους͵ τί θεῶν ἔργα μαθὼν ἀδικῶ;