Στιχηρὸν ψαλλόμενον τῷ ἁγίῳ καὶ μεγάλῳ σαββάτῳ·
ποιηθὲν παρὰ τοῦ κυροῦ μεγάλου λογοθέτου τοῦ Ἀκροπολίτου.
ἦχος πλάγιος β. εἰς τὸν ἐπιτάφιον ἀσπασμῶν.
Τὸν ἥλιον κρύψαντα
τὰς ἰδίας ἀκτῖνας͵
καὶ τὸ καταπέτασμα
τοῦ ναοῦ διαρραγὲν
τῷ τοῦ σωτῆρος θανάτῳ
ὁ Ἰωσὴφ θεασάμενος͵
προσῆλθε τῷ Πιλάτῳ
καὶ ἱκέτευε λέγων·
«Δός μοι τοῦτον τὸν ξένον͵
τὸν ἐκ βρέφους ὡς ξένον
Αἰγύπτῳ ξενωθέντα·
Δός μοι τοῦτον τὸν ξένον͵
ὃν ὁμόφυλοι μισοῦντες
μαστιγοῦσιν ὡς ξένον·
Δός μοι τοῦτον τὸν ξένον͵
οὐ ξενίζομαι βλέπειν
τὸν θάνατον τοῦ ξένου·
Δός μοι τοῦτον τὸν ξένον͵
ὃς παρῆν εἰς ξενίζειν
τοὺς πτωχοὺς καὶ ξένους.
Δός μοι τοῦτον τὸν ξένον͵
ὃν Ἰούδας δολίως
ἀπεξένωσε κόσμου.
Δός μοι τοῦτον τὸν ξένον͵
ὃν ὁ φίλος ἀρνεῖται
μὴ εἰδέναι ὡς ξένον.
Δός μοι τοῦτον τὸν ξένον͵
[ἵνα κρύψω ἐν τάφῳ͵]
ὅτι οὐκ ἔχει ὁ ξένος
τὴν κεφαλὴν ὅπου κλίναι.
Δός μοι τοῦτον τὸν ξένον͵
ὃν ἡ μήτηρ ὡς ζῶντα
καθικετεύει βοῶσα·
Εἰ καὶ τὰ σπλάγχνα σπαράττομαι
καὶ τὴν καρδίαν τιτρώσκομαι
νεκρὸν ἄπνουν σε βλέπουσα͵
ἀλλὰ τῇ σῇ ἀναστάσει
μεγαλυνθῆναι θαρρῶ.»
Τούτοις δυσωπήσας
τὸν Πιλᾶτον τοῖς λόγοις͵
ὁ εὐσχήμων λαμβάνει
τὸ σῶμα τοῦ σωτῆρος͵
καὶ εὐσχημόνως εἰλύσας
ἐν σινδόνι καὶ μύροις
κατέθετο μνημείῳ͵
τοῖς πιστοῖς παρεχόμενος
ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.