ΑΡΙΣΤΟΤΕΛΗΣ: Αναφορές για πτηνά




Ἀριστοτέλης͵ ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν...

 

 

Φησὶν ὁ Ἀριστοτέλης͵ ὁ κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος. ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος. Μάχεται δὲ καὶ τῷ ἀετῷ αὐτὸς μάχης μὴ προαρξάμενος. Εἰσὶ δ΄ ᾠδικοί͵ καὶ μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἔστι δὲ τῶν στεγανοπόδων καὶ ποιηφάγων.

 

Ἀριστοτέλης δέ φησιν ὁ ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων· νεοττιὰν δ΄ οὐ ποιεῖ ἀλλὰ κονίστραν͵ καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας͵ ἐν ᾗ ἐπῳάζει.

 

Φησὶ δ΄ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος͵ σχιδανόπους. Ζῇ δὲ ἔτη πεντεκαίδεκα͵ ἡ δὲ θήλεια καὶ πλείονα· πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκ τρέφει͵ καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται͵ προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι ἐξαπατᾶτε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί͵ εἶτα καὶ αὐτὸς ἐξίπταται. ἔστι δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον͵ ἔτι δὲ ἀφροδισιαστικόν· διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει. ἐκ τοῦ περὶ φύσεως ζῴων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος ... λέγεται δὴ τὸ ζῷον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος ἵνα αὐτὸν περισπάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῷον͵ πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκ΄ ἂν στοχάσηται περιεσπακέναι τὸν θηρευτὴν καὶ τὰ νεοττὰ πεφευγέναι͵ τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῷον πάνυ ἀκάθαρτον͵ ὥστε τοὺς ἄρρενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄρρενα ἄρρενος ἐπιβαίνειν.

 

Ἀριστοτέλης φησὶ περιστερῶν μὲν εἶναι ἓν γένος͵ εἴδη δὲ πέντε͵ γράφων οὕτως περιστερά͵ οἰνάς͵ φάψ͵ φάσσα͵ τρυγών. ... ἡ μὲν οὖν οἰνάς͵ φησὶν ὁ Ἀριστοτέλης͵ μείζων ἐστὶ τῆς περιστερᾶς͵ χρῶμα δ΄ ἔχει οἰνωπόν͵ ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος͵ ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος͵ χρῶμα δὲ σποδιόν͵ ἡ δὲ τρυγὼν πάντων ἐλάττων͵ χρῶμα δὲ τεφρόν. Αὕτη δὲ θέρους φαίνεται͵ τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ ἀεὶ φαίνονται͵ ἡ δ΄ οἰνὰς φθινοπώρῳ μόνῳ. Πολυ χρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ΄ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας͵ ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. Τὸ δ΄ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί. ἐπῳάζει δ΄ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος͵ καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο͵ ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ͵ τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν͵ ἐν Αἰγύπτῳ δὲ δωδεκάκις· τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.

 

Πορφυρίων ... Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον͵ σκέλη μακρά͵ ῥύγχος ἠργμένον ἐκ τῆς κε φαλῆς φοινικοῦν͵ μέγεθος ἀλεκτρυόνος. στόμαχον δ΄ ἔχει λεπτόν͵ διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. Κάπτων δὲ πίνει͵ πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον.

 

...Καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν ὁ στρουθός͵ ὥς φησιν Ἀριστοτέλης͵ καὶ μέχρι ὀκτώ. ... Ἀριστοτέλης δέ φησι τοὺς ἄρρενας τῷ χειμῶνι ἀφανίζεσθαι͵ διαμένειν δὲ τὰς θηλείας͵ τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων ἀπολευκαινομένων κατὰ καιρούς.

 

ὁ ταώς͵ φησὶν ὁ Ἀριστοτέλης͵ σχιδανόπους ἐστὶ καὶ ποιολόγος͵ καὶ τίκτει τριετὴς γενόμενος͵ ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει. ἐπῳάζει δὲ πρὸς ἡμέρας τριάκοντα. Τίκτει δὲ ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα͵ ταῦτα δὲ οὐκ εἰς ἅπαξ ἀλλὰ παρ΄ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. Τίκτει δὲ καὶ ὑπηνέμια ᾠὰ ὡς ἡ ἀλεκτορίς͵ οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς.

ὁ δὲ ταὼς τίκτει μὲν ἅπαξ τοῦ ἔτους͵ τίκτει δὲ ᾠὰ δώδεκα͵ ταῦτα δὲ οὐκ εἰς ἅπαξ ἀλλὰ παρ΄ ἡμέραν· αἱ δὲ πρωτοτόκοι τίκτουσιν ὀκτώ. τίκτουσι δὲ καὶ ὑπηνέμια͵ καθάπερ αἱ ἀλεκτορίδες͵ ὑποτίθεται δὲ καὶ ἀλεκτορίδι οὐ πλείω δύο τῶν τοῦ ταώ.

Τῶν πτηνῶν αἱ αἴθυιαι καὶ ὁ χαραδριὸς κωφά ἐστιν· οὔτε γὰρ φθέγγεται οὔτε ἀκούει.

 

ἡ χελιδὼν ... σαρκοφάγος γάρ ἐστι (μὴ γαμψώνυχος) καὶ μάλιστα τοὺς τέττιγας ἱεροὺς καὶ μου σικοὺς ὄντας ἀποκτίννυσι καὶ σιτεῖται. καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης͵ ὥς φησιν Ἀριστοτέλης.

 

Γράφει δὲ περὶ αὐτῶν (τῶν ὤτων͵ ὠτίδων) Ἀριστοτέλης οὕτως ὅτι ἔστι μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων͵ μέγεθος ἀλεκτρυόνος μεγάλου͵ χρῶμα ὄρτυγος͵ κεφαλὴ προμήκης͵ ῥύγχος ὀξύ͵ τράχηλος λεπτός͵ ὀφθαλμοὶ μεγάλοι͵ γλῶσσα ὀστώδης͵ πρόλοβον δ΄ οὐκ ἔχει ... φασὶ δ΄ αὐτὸν καὶ τὴν τροφὴν ἀναμηρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο͵ θηρεύσει ὅσους ἂν θέλῃ· προσίασι γάρ.

ὁ γὰρ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν͵ καὶ τὰς ὠτίδων πρὸς ἵππους ὅτι χαίρουσι προσπελάζουσαι καὶ δια σκάλλουσαι τὸν ὄνθον.

 

ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης ὁ ὦτος ἐστὶ μὲν παρόμοιος τῇ γλαυκί͵ οὐκ ἔστι δὲ νυκτερινός. ἔχει τε περὶ τὰ ὦτα πτερύγια͵ διὸ καὶ ὦτος καλεῖται͵ μέγεθος περιστερᾶς͵ μιμητὴς ἀνθρώπων· ἀντορ χούμενος γοῦν ἁλίσκεται.