Πεκτορίου Επιγραφή


 

Πεκτόριος ή πεκτορίου επιγραφή είναι η ονομασία που δόθηκε σε χριστιανική επιγραφή γραμμένη στα ελληνικά.

Ανακαλύφθηκε το 1839 στη γαλλική πόλη Autun.

Ἰχθύος ο<ὐρανίου θεῖ>ον γένος ἤτορι σεμνῷ

Χρῆσε͵ λαβὼ<ν πηγὴ>ν ἄμβροτον ἐν βροτέοις

Θεσπεσίων ὑδάτ<ω>ν. τὴν σὴν͵ φίλε͵ θάλπεο ψυχ<ὴν>

Ὕδασιν ἀενάοις πλουτοδότου σοφίης.

Σωτῆρος ἁγίων μελιηδέα λάμβαν<ε βρῶσιν>͵

Ἔσθιε πινάων ἰχθὺν ἔχων παλάμαις.

Ἰχθύι χό<ρταζ΄> ἆρα͵ λιλαίω͵ δέσποτα σῶτερ.

Εὖ εὕδοι μ<ή>τηρ͵ σὲ λιτάζομε͵ φῶς τὸ θανόντων.

Ἀσχάνδιε <πάτ>ερ͵ τὠμῷ κε<χα>ρισμένε θυμῷ͵

Σὺν μ<ητρὶ γλυκερῇ καὶ ἀδελφει>οῖσιν ἐμοῖσιν͵

Ἰ<χθύος εἰρήνῃ σέο> μνήσεο Πεκτορίουο.