ΑΙΝΙΓΜΑ ΤΟΥ ΦΙΛΟΣΟΦΙΚΟΥ ΛΙΘΟΥ ΕΡΜΟΥ ΚΑΙ
ΑΓΑΘΟΔΑΙΜΟΝΟΣ
Ἐννέα γράμματ΄ ἔχω· τετρασύλλαβός εἰμι· νόει
με·
αἱ τρεῖς [γὰρ] αἱ πρῶται δύο γράμματ΄ ἔχουσιν
ἑκάστη·
ἡ λοιπὴ δὲ τὰ λοιπά· καὶ εἰσὶν ἄφωνα τὰ πέντε͵
τοῦ παντὸς δ΄ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς
ὀκτὼ͵
καὶ τρεῖς͵ τρισδεκάδες καὶ τέσσαρες· γνοὺς δὲ
τίς εἰμι͵
οὐκ ἀμύητος
ἔσῃ θείης παρ΄ ἐμοίγε σοφίης.