Ανωνύμου: ΕΤΥΜΟΛΟΓΙΑ ΤΟΥ ΑΛΦΑΒΗΤΟΥ


Α. Ἄλφα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ἄλφω τὸ εὑρίσκω• ἢ παρὰ τὸ Ἄλεφ ὃ δηλοῖ τὸ μάθε• ἢ παρὰ τὸ ἀλοφῶ τὸ μανθάνω• ἢ παρὰ τὸ ἄλ φᾶ Γεργεσινῶν͵ ὃ σημαίνει͵ ἆρον φᾶ• κατ΄ ἀρχᾶς προτρεπόμενον τὸν παῖδα ἆραι καὶ τραφῆναι γνῶσιν τὴν τῶν γραμμάτων. καὶ διάτι προτάσσει τὸ ἄλφα τῶν ἄλλων πάντων γραμμάτων; διότι ἡ γνῶσις τῶν γραμμάτων βρῶσις καὶ τροφὴ λέγεται• τὸ δὲ ἄλφα κατὰ Γεργεσαίους ἆρον καὶ τραφῆναι λέγεται. διὸ καὶ προτέτακται τῶν ἄλλων πάντων γραμμάτων• σημαίνει γὰρ τὸ Αλ τὸ ἆρον͵ γεύσου δὲ τὸ φάγε• καὶ πάλιν• διάτι προτάσσει τὸ Ἄλφα τῶν ἑτέρων εἴκοσι τριῶν γραμμάτων; διότι ἀφ΄ ἑαυτοῦ ἄρχεται͵ καὶ εἰς αὐτὸ καταλήγει• εἰ γὰρ ὁλογράφος• αὐτὸ τιθῇς͵ αὐτὸ μὲν ἄρχειν εὑρήσεις ὁμοίως καὶ λήγειν• ἐνκαρδίως δὲ κέκτηται τὸ φ.

Β. Βῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ βῶ τὸ βαίνω͵ ἐν τοῖς μαθήμασιν. καὶ ἄλλως. Βάττα τὸ ἴχνος͵ καὶ τροπῇ τοῦ ᾶ εἰς ἡ βῆτα• διὰ ταύτην γὰρ τὰ ἴχνη ἡμῶν προβαίνουσιν ἐν τοῖς γράμμασιν• καὶ ἄλλως• Βάσσα κατὰ Δωρυείους τὸ βυσσίον͵ ὃ λέγεται βυκιόν ͵ καὶ τροπῇ τοῦ σ εἰς τ͵ βάτα• καὶ αὖθις ἡμεῖς τατῶν Δωρυέων ἄλφα εἰς κάππα τρέπομεν͵ καὶ γίνεται βῆτα• βρύσιν ἔτες τὸ ἄλφα• τὸ βῆτα δὲ͵ καθὰ βυκκίον• καὶ τοῦτο͵ πρὸς τὴν βρύσιν εἰσερχόμενον͵ ἀντλεῖ ἡμῖν ὕδωρ τῆς γνώσεως. Τί ἐστι βῆτα; βάσις μαθήσεως τῶν γραμμάτων• τί ἐστιν βάσις; βάσις λέγεται καὶ ἡ ἀναβάθρα• ἤτουν ἡ ἀναβάταξις. βάσις δὲ λέγεται καὶ ἡ ἔμβασις τινὸς πρός τινα τέχνην͵ ἣν ἡ βῆτα σημαίνει• διὰ ταύτην γὰρ ἐμβαίνομεν πρὸς τὴν μάθησιν͵ παρελθόντες τὸ ᾶ.

Γ. Τί ἐστι γάμα;
Γάνωσις τῶν γραμμάτων ἡδύτητος͵ ἤγουν γλυκύτητος• πόθεν Γάμα;
παρὰ τὸ γαἲμ ͵ ὃ δηλοῖ τὴν γεῦσιν τῶν γραμμάτων γλυκύτητος.

Δ. Δέλτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ δὰλθ. Δὰλθ γὰρ λέγεται ὁ τέταρτος οὐρανὸς͵ διὸ καὶ τὸ τέταρτον στοιχεῖον δέλτα προσαγορεύεται.

Ε. Ε πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ῆ τὸ ἔειν καὶ φωτίζειν τὰς πέντε αἰσθήσεις ἡμῶν͵ ἐξ οὗ καὶ ἕως τὸ φῶς.

Ζ. Ζῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ζεὶθ. ζεὶθ γὰρ λέγεται ὁ ἕβδομος οὐρανός. διὸ καὶ τὰ γεννώμενα βρέφη τῷ ἑβδόμῳ μηνὶ ζῶσι μὴ βλαβούμενα.

Η. ῏Ητα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ἣθ͵ ὃ δηλοῖ τὸ σχῆμα͵ ἐξ οὗ καὶ ἦθος καὶ εὐκοσμία.

Θ. Θῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Θώθ• Θὼθ δὲ λέγεται τὸ πέταλον τῶν παλαιῶν ἱερέων.

Ι. Ἰῶτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Ἰὼδ δὲ ἠλεῖ ὄτης τοῦ νοός• διὸ καὶ ἐν τῷ τελείῳ ἀριθμῷ τοῦ ψήφου τῶν γραμμάτων ἰῶτα προετέθη.

Κ. Κάππα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Καῦ• Καῦ δὲ ὁ αἰθὴρ λέγεται͵ ἤγουν τὸ οὐράνιον πῦρ• διὸ καὶ καῦμα ἡ θερινὴ θερμασία.

Λ. Λάμβδα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ λάβ• λὰβ δὲ τὸ διὰ μέσου τοῦ οὐρανοῦ καὶ τῆς γῆς χάσμα λέγεται.

Μ. Μῖ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Μᾶν ὃ σημαίνει τὴν οὐράνιον τροφήν.

Ν. Ν πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Νᾶν͵ ὃ δηλοῖ τὸν ἄρτον• καὶ γὰρ πέραι νᾶν τὸν ἄρτον λέγουσιν• διὸ καὶ ἱνιν ἐν τῷ ἀρότρῳ σιδήριον͵ ὡς ἱνεῦον͵ ἤτοι ἀρτόδουλον.

Ξ. Ξ πόθεν ἐτυμολογεῖται;
Παρὰ τοῦ ξιφιαίου ἀστέρος• κατὰ μίμησιν γὰρ ἐκείνου γράφεται.

Ο. Ο πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ὄειν κυκλοειδῶς. Ὀειδὸν γὰρ τὸν οὐρανὸν λέγομεν εἶναι͵ ἤτοι κυκλοειδῆ• διὸ καὶ τὸ ο οὕτως ἐκλήθη͵ ὡς κυκλοειδὲς καὶ αὐτὸ τυγχάνον.

Π. Π πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ πιάδας ἔχειν͵ ἤτοι ποιητικα κέντρα. Πιάδες γὰρ αἱ αὐτοῦ γραμμαὶ λέγονται.

Ρ. Ρῶ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ῥέειν τὴν αὐτοῦ γραμμὴν κάτω.

Σ. Σίγμα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ κεῖσθαι αὐτῷ ὡς περση μαίαν πλαγίας• ἤτοι ὡς φλάμουλον κείμενον.

Τ. Ταῦ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ τὼβ͵ ὃ δηλοῖ τὸ ἀγαθὸν.

Υ. Υ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ὑακὸς κεῖσθαι αὐτὸ͵ ἤγουν νεφελιακῶς͵ ὥσπερ ὕδατος πλῆρες.

Φ. Φ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ φαεινῶς γράφεσθαι αὐτὸ͵ ὥσπερ φωτὶ ὠπτόμενον παρά τινος.

Χ. Χ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ χέεσθαι αὐτὸ ἔνθεν κᾳκεῖθεν.

Ψ. Ψ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ψιακῶς γράφεσθαι αὐτὸ καὶ μιμεῖσθαι τὰς τοῦ αὐτοῦ ψιάς.

Ω. Ω δὲ ῶ τὸ μέγα͵ διπλασιασμὸς τοῦ ο τοῦ ο μικροῦ͵ διὸ καὶ μέγα ἐκλήθη. Ἐδιπλασιάσθη δὲ πρὸς ἀναπλήρωσιν τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ νυχθημέρου.