ια εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.
Τὸ σημεῖον τοίνυν͵ ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς͵ ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες͵ οἱ Στωικοί͵ βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου͵ φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον͵ ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν εἶναι λεκτὸν αὐτοτελὲς ἀποφαντὸν ὅσον ἐφ΄ ἑαυτῷ͵ ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος. τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές͵ οἷον εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν͵ ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος͵ οἷον εἰ πέταται ἡ γῆ͵ πτερωτή ἐστιν ἡ γῆ͵ ἢ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος͵ οἷον εἰ ἔστιν ἡ γῆ͵ πέταται ἡ γῆ͵ ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές͵ οἷον εἰ πέταται ἡ γῆ͵ ἔστιν ἡ γῆ. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν εἶναί φασιν͵ τὰ δ΄ ἄλλα ὑγιῆ. προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος͵ ἐπεὶ τὸ γάλα ἔχει αὕτη τοῦ κεκύηκεν αὕτη δηλωτικὸν εἶναι δοκεῖ ἐν τούτῳ τῷ συνημμένῳ εἰ γάλα ἔχει αὕτη͵ κεκύηκεν αὕτη. ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον͵ ὅτι ἄδηλόν ἐστιν͵ εἰ ἔστι τι λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπικούρειοί φασι μὴ εἶναί τι λεκτὸν͵ οἱ δὲ Στωικοὶ εἶναι͵ ὅταν λέγωσιν οἱ Στωικοὶ εἶναί τι λεκτόν͵ ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ΄ εἰ μὲν φάσει͵ ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν͵ ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται͵ ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις͵ ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι (ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει σύστημα λεκτῶν ὑπάρχειν;) διὰ τοῦ ζητουμένου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι΄ ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν͵ ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα· λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ΄ ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη͵ τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται͵ συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ εἰ ἡμέρα ἔστι͵ φῶς ἔστιν͵ ὅτε λέγω τὸ ἡμέρα ἔστιν͵ οὐδέπω ἔστι τὸ φῶς ἔστιν͵ καὶ ὅτε λέγω τὸ φῶς ἔστιν͵ οὐκέτι ἔστι τὸ ἡμέρα ἔστιν. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν͵ τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις͵ οὐχ ὑπάρξει τὸ ἀξίωμα. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν͵ τὸ ὑγιὲς συνημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος͵ οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ εἰ ἡμέρα ἔστιν͵ ἐγὼ διαλέγομαι͵ ὁ δὲ Διόδωρος͵ ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ΄ ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ͵ ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον ἐπὶ ψεῦδος καταλήξει͵ ἐκεῖνο δὲ ἀληθές εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα͵ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα εἰς ἀληθὲς καταλήξει κατ΄ αὐτὸν τὸ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα. οἱ δὲ τὴν συνάρτησιν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον͵ ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ΄ οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά͵ ἐκεῖνο δὲ ἀληθές εἰ ἡμέρα ἔστιν͵ ἡμέρα ἔστιν. οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές ἐστι συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ΄ οὓς τὸ εἰ ἡμέρα ἔστιν͵ ἡμέρα ἔστι καὶ πᾶν τὸ διαφορούμενον [ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται· αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ͵ ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ͵ οἷον οὕτως εἰ ἡμέρα ἔστιν͵ φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι͵ φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν. ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον͵ ὁ διάλληλος εὑρίσκεται τρόπος. ἵνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ͵ τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ͵ ὡς προειρήκαμεν· ἵνα δὲ πάλιν τοῦτο πιστευθῇ͵ δεῖ τὸ συνημμένον καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον. ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον͵ ὥς φασιν͵ ἐστὶ τὸ ἡγούμενον ἐν τοι ούτῳ συνημμένῳ͵ ὃ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές. εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον͵ ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον͵ οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται͵ ἀλλὰ συγκαταληφθήσεται αὐτῷ͵ καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν͵ διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον͵ ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως͵ ποῖα μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ͵ καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές͵ ἄδηλον ἔσται͵ εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν͵ οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος͵ εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειωτὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ τοῦ ἀριστεροῦ ὡς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύναται͵ οὐδὲ ἀνάπαλιν͵ καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι παραπλησίως͵ οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται. εἰ δ΄ οὐ προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ͵ οὐδὲ ἐκκαλυπτικὸν αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ΄ αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λεγομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ͵ πρὸς ᾧ φασιν αὐτὸ εἶναι͵ τοῦτο εἶναι λέγουσιν. ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ͵ συγκαταλαμβάνεσθαι πάντως ὀφείλει τῷ σημειωτῷ͵ καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα τὰ πρός τι. εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ σημειωτοῦ͵ προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει͵ ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος. ἀδύνατον δὲ ἐννοῆσαι πρᾶγμα μὴ δυνάμενον πρὸ ἐκείνου γνωσθῆναι͵ οὗ προκαταλαμβάνεσθαι ἀνάγκην ἔχει· ἀδύνατον ἄρα ἐπινοεῖν τι καὶ πρός τι ὂν καὶ ἐκκαλυπτικὸν ἐκείνου ὑπάρχον πρὸς ᾧ νοεῖται. τὸ δὲ σημεῖον καὶ πρός τι φασὶν εἶναι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ· ἀδύνατον ἄρα ἐστὶν ἐπινοῆσαι τὸ σημεῖον.
Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν͵ τῶν μὲν λεγόντων εἶναί τι σημεῖον ἐν δεικτικόν͵ τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόντων. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἁπλῶς ἐρεῖ καὶ ἀναποδείκτως͵ ψιλῇ φάσει χρώμενος͵ ἢ μετὰ ἀποδείξεως. ἀλλ΄ εἰ μὲν φάσει μόνῃ χρήσεται͵ ἄπιστος ἔσται͵ εἰ δὲ ἀποδεῖξαι βουλήσεται͵ τὸ ζητούμενον συναρπάσει. ἐπεὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι λέγεται͵ ἀμφισβητουμένου τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν͵ ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς͵ ὥσπερ καθ΄ ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον͵ ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄνθρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ΄ ἴσης ζητουμένου ἢ δι΄ ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι΄ ἀποδείξεως ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι͵ ὅτι ἔστι σημεῖον. εἰ δὲ μήτε ἁπλῶς μήτε μετὰ ἀποδείξεως οἷόν τέ ἐστι περὶ τοῦ σημείου διαβεβαιωτικῶς ἀποφαίνεσθαι͵ ἀδύνατόν ἐστι περὶ αὐτοῦ καταληπτικὴν ἀπόφασιν ποιήσασθαι· εἰ δὲ μὴ καταλαμβάνεται μετὰ ἀκριβείας τὸ σημεῖον͵ οὐδὲ σημαντικὸν εἶναι λεχθήσεταί τινος ἅτε δὴ μηδὲ αὐτὸ ὁμολογού μενον· διὰ δὲ τοῦτο οὐδὲ σημεῖον ἔσται. ὅθεν καὶ κατὰ τοῦτον τὸν ἐπιλογισμὸν ἀνύπαρκτον ἔσται τὸ σημεῖον καὶ ἀνεπινόητον. Ἔτι μέντοι κἀκεῖνο ῥητέον. ἤτοι φαινόμενα μόνον ἐστὶ τὰ σημεῖα ἢ ἄδηλα μόνον͵ ἢ τῶν σημείων τὰ μέν ἐστι φαινόμενα͵ τὰ δὲ ἄδηλα. οὐδὲν δὲ τούτων ἐστὶν ὑγιές· οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα τὰ σημεῖα͵ ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται͵ ὡς οἱ δογματικοί φασιν͵ ἀλλὰ δι΄ ἑτέρου ὑποπίπτει. καὶ τὸ σημεῖον οὖν͵ εἰ ἄδηλον εἴη͵ ἑτέρου δεήσεται σημείου ἀδήλου͵ ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν͵ κἀκεῖνο ἄλλου͵ καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται͵ μὴ δυνάμενον σημαίνειν τι καὶ σημεῖον εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι. εἰ δὲ πάντα τὰ σημεῖα φαινόμενά ἐστιν͵ ἐπεὶ καὶ πρός τι ἐστὶ τὸ σημεῖον καὶ πρὸς τῷ σημειωτῷ͵ τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις͵ τὰ σημειωτὰ εἶναι λεγόμενα σὺν τοῖς φαινομένοις καταλαμβανόμενα φαινόμενα ἔσται· ὥσπερ γὰρ ἅμα ὑποπιπτόντων τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ οὐ μᾶλλον τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἢ τὸ ἀριστερὸν τοῦ δεξιοῦ φαίνεσθαι λέγεται͵ οὕτω συγκαταλαμβανομένων τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ οὐ μᾶλλον τὸ σημεῖον ἢ τὸ σημειωτὸν φαίνεσθαι ῥητέον. εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν͵ οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν͵ οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται͵ ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον͵ εἴπερ φαινόμενα μόνα εἶναι λέγοι τις τὰ σημεῖα. λείπεται λέγειν͵ ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα͵ τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται͵ καθὰ προειρήκαμεν͵ καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει͵ ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται͵ μηδὲν σημαίνοντα· τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά͵ ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται͵ εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα͵ ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινομένων͵ φαινόμενα ἔσται σὺν τοῖς φαινομένοις αὐτῶν σημείοις καταλαμβανόμενα͵ διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα͵ ὃ καὶ ἄδηλόν ἐστι φύσει καὶ φαινόμενον͵ τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος͵ ἄδηλα ὑποτεθέντα͵ φαινόμενα εὑρέθη κατὰ τὴν περιτροπὴν τοῦ λόγου. εἰ οὖν μήτε πάντα τὰ σημεῖα φαινόμενά ἐστι μήτε πάντα ἄδηλα͵ μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα͵ τινὰ δὲ ἄδηλα͵ καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν͵ ὡς καὶ αὐτοί φασιν͵ ἀνύπαρκτα ἔσται τὰ λεγόμενα σημεῖα. Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἑξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα͵ ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων πα ραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν͵ πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου; εἰ δὲ σημαίνουσί τι͵ ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ΄ εἰ μὲν οὐκ ἀποδεικτικοί͵ οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί͵ ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν͵ ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος͵ ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἔστι τι σημεῖον͵ ἔστι σημεῖον͵ καὶ εἰ μὴ ἔστι σημεῖον͵ ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι΄ ἀποδείξεως͵ ἣ δή ἐστι σημεῖον͵ δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· ἔστιν ἄρα σημεῖον. τούτῳ δὲ τῷ λόγῳ παρά κειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον͵ οὐκ ἔστι σημεῖον· καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ σημεῖον εἶναι͵ οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ λόγος͵ κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμενον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ͵ ἀνύπαρκτον εὑρίσκεται͵ ὡς παρεστήσαμεν. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογματικοί͵ πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ οὐδὲν σημαίνουσιν͵ οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν͵ ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ μὴ εἶναι ση μεῖον͵ ὡς ὑπεμνήσαμεν͵ κατὰ τὴν τοῦ λόγου περιτροπήν. Πλὴν ἀλλ΄ οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων͵ οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον.