θ εἰ ἔστι τι φύσει ἀληθές.
Διαφωνίας τοίνυν οὔσης περὶ τοῦ ἀληθοῦς παρὰ τοῖς δογματικοῖς͵ ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές͵ τινὲς δὲ μηδὲν εἶναι ἀληθές͵ οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπικρῖναι͵ ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀποδείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν τε καὶ ἀπόδειξιν βούληται φέρειν͵ ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ͵ ἄπιστος ἔσται͵ ἀληθῆ δὲ τὴν ἀπόδειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ ἀπόδειξιν αἰτηθήσεται τοῦ ἀληθῆ αὐτὴν ὑπάρχειν͵ καὶ ἐκείνης ἄλλην͵ καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές. καὶ μὴν τό τι͵ ὅπερ φασὶν εἶναι πάντων γενικώτατον͵ ἤτοι ἀληθὲς ἢ ψεῦδός ἐστιν ἢ οὔτε ψεῦδος οὔτε ἀληθές͵ ἢ καὶ ψεῦδος καὶ ἀληθές. εἰ μὲν οὖν ψεῦδος αὐτὸ εἶναι φήσουσιν͵ ὁμολογήσουσιν͵ ὅτι πάντα ἐστὶ ψευδῆ. ὥσπερ γάρ͵ ἐπεὶ τὸ ζῷον ἔμψυχόν ἐστι͵ καὶ πάντα τὰ ζῷα τὰ κατὰ μέρος ἔμψυχά ἐστιν͵ οὕτως͵ εἰ τὸ γενικώτατον πάντων (τό τι) ψεῦδός ἐστι͵ καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ πάντα ἐστὶ ψευδῆ καὶ τὸ ἔστι τι ψεῦδος τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές ἐστι τό τι͵ πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές͵ εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν. εἰ δὲ καὶ ψεῦδός ἐστι καὶ ἀληθὲς τό τι͵ ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύ σει εἶναι ἀληθές· τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε ἀληθὲς εἶναι͵ πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ΄ οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθὲς τό τι͵ ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται͵ εἰ ἔστιν ἀληθές. πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ͵ ἢ ἄδηλα μόνον͵ ἢ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι͵ τὰ δὲ φαινόμενα· οὐδὲν δὲ τούτων ἐστὶν ἀληθές͵ ὡς δείξομεν· οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ͵ ἤτοι πάντα τὰ φαινόμενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα͵ περιτρέπεται ὁ λόγος· φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα͵ ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέγειν͵ ὅτι τάδε μέν ἐστιν ἀληθῆ͵ τάδε δὲ ψευδῆ͵ κριτηρίῳ δὲ χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς· μόνα γὰρ ὑπόκειται νῦν ἀληθῆ τὰ φαινόμενα. εἰ δὲ φαινόμενον͵ ἐπεὶ ζητεῖται͵ τίνα μὲν φαινόμενά ἐστιν ἀληθῆ͵ τίνα δὲ ψευδῆ͵ καὶ τὸ λαμβανόμενον φαινόμενον πρὸς τὴν κρίσιν τῶν φαινομένων πάλιν ἑτέρου δεήσεται κριτηρίου φαινομένου͵ κἀκεῖνο ἄλλου͵ καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἐπικρίνειν· ἀδύνατον ἄρα καταλαβεῖν͵ εἰ φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ. ὁμοίως δὲ καὶ ὁ λέγων τὰ ἄδηλα μόνον εἶναι ἀληθῆ πάντα μὲν οὐ λέξει εἶναι ἀληθῆ (οὐ γὰρ καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀληθὲς εἶναι λέξει ἢ τὸ περιττοὺς τούτους ὑπάρχειν)· εἰ δέ τινα͵ τίνι κρινοῦμεν͵ ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ͵ τάδε δὲ ψευδῆ; φαινομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ͵ ἐπεὶ ζητοῦμεν͵ τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ͵ δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό͵ κἀκεῖνο ἄλλου͵ καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα μόνον ἐστὶ τἀληθῆ. λείπεται λέγειν͵ ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα͵ τὰ δὲ ἄδηλα· ἔστι δὲ καὶ τοῦτο ἄτοπον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ͵ ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν πάντα͵ πάλιν περιτραπήσεται ὁ λόγος͵ ἀληθοῦς εἶναι διδομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές͵ λεχθήσεταί τε ἀληθὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς τούτους ὑπάρχειν. εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ͵ πῶς ἐπικρινοῦμεν͵ ὅτι τῶν φαινομένων τάδε μέν ἐστιν ἀληθῆ͵ τάδε δὲ ψευδῆ; εἰ μὲν γὰρ διὰ φαινομένου͵ εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος· εἰ δὲ δι΄ ἀδήλου͵ ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως͵ πάλιν τοῦτο τὸ ἄδηλον διὰ τίνος κριθήσεται; εἰ μὲν γὰρ διὰ φαινομένου ὁ διάλληλος εὑρίσκεται τρόπος͵ εἰ δὲ δι΄ ἀδήλου͵ ὁ εἰς ἄπειρον ἐκβάλλων. ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον· ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται͵ ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβάνων εἰς ἄπειρον͵ ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν εἶναι φαινόμενα τὰ δὲ ἄδηλα. εἰ οὖν μήτε τὰ φαινόμενά ἐστιν ἀληθῆ μήτε τὰ ἄδηλα μόνα͵ μήτε τινὰ μὲν φαινόμενα͵ τινὰ δὲ ἄδηλα͵ οὐδέν ἐστιν ἀληθές. εἰ δὲ μη δέν ἐστιν ἀληθές͵ τὸ δὲ κριτήριον δοκεῖ πρὸς τὴν κρίσιν τοῦ ἀληθοῦς χρησιμεύειν͵ ἄχρηστον καὶ μάταιόν ἐστι τὸ κριτήριον͵ κἂν δῶμεν αὐτῷ κατὰ συγχώρησιν ἔχειν τινὰ ὑπόστασιν. καὶ εἴγε ἐφεκτέον περὶ τοῦ εἰ ἔστι τι ἀληθές͵ ἀκόλουθόν ἐστι τοὺς λέγοντας ὡς διαλεκτική ἐστιν ἐπιστήμη ψευδῶν καὶ ἀληθῶν καὶ οὐδετέρων προπετεύεσθαι. Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος͵ οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων͵ ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν͵ ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι͵ οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν ταῦτα καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν͵ ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα͵ πῶς ἂν περὶ τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν; ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐν στησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ͵ διὰ βραχέων ὑπομνήσομεν͵ ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ.
ι περὶ σημείου.
Τῶν πραγμάτων τοίνυν κατὰ τοὺς δογματικοὺς τὰ μέν ἐστι πρόδηλα͵ τὰ δὲ ἄδηλα͵ καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα͵ τὰ δὲ πρὸς καιρὸν ἄδηλα͵ τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἶναί φασι τὰ ἐξ ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα͵ οἷόν ἐστι τὸ ἡμέραν εἶναι͵ καθάπαξ δὲ ἄδηλα͵ ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν͵ ὡς τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας͵ πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται͵ ὡς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις͵ φύσει δὲ ἄδηλα τὰ μὴ ἔχοντα φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν͵ ὡς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαίνονται͵ ἀλλ΄ εἰ ἄρα͵ ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν͵ οἷον τῶν ἱδρώτων ἤ τινος παραπλησίου. τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ΄ οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι͵ οὐ μὴν διὰ τῶν αὐτῶν͵ ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν͵ τὰ δὲ φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν. τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ΄ αὐτοὺς͵ τὰ δ΄ ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι΄ ἐναργείας ἅμα τῷ ὑποπεσεῖν͵ ἐκείνου ἀδηλουμένου͵ ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος͵ ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός. ἐνδεικτικὸν δέ ἐστι σημεῖον͵ ὥς φασιν͵ ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι΄ ἐναργείας͵ ἀλλ΄ ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς σημαίνει τὸ οὗ ἐστι σημεῖον͵ ὡσπεροῦν αἱ περὶ τὸ σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται τοῦτο τὸ σημεῖον οὕτως σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον͵ ἐκ καλυπτικὸν τοῦ λήγοντος. διττῆς οὖν οὔσης τῶν σημείων διαφορᾶς͵ ὡς ἔφαμεν͵ οὐ πρὸς πᾶν σημεῖον ἀντιλέγομεν͵ ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πεπίστευται ὑπὸ τοῦ βίου͵ ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα͵ τῷ μὲν ὑπ΄ αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμενοι͵ τοῖς δ΄ ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀνθιστάμενοι. Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σαφηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν͵ οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες͵ ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες.