Εἰσαγωγὴ κατὰ μέρος ἀστρονομίας
διὰ στίχου Ἰωάννου φιλοσόφου τοῦ Καματηροῦ
πρὸς βασιλέαν Ἐμμανουὴλ τὸν Κομνηνὸν
περὶ τὰ δώδεκα ζῴδια· περὶ πλανήτας͵ περὶ ἀπλανεῖς ἀστέρας͵ περὶ δεκανοὺς͵ περὶ τὰ ὅρια͵ περὶ μορφώσεις͵ περὶ τύχης καὶ δυστυχίας͵ περὶ γενεθλίου͵ περὶ θεματίου͵ περὶ χρόνων ζωῆς· περὶ σεισμοῦ͵ περὶ βροντῆς͵ περὶ κεραυνοῦ· περὶ τὰ κλίματα͵ περὶ σχηματισμῶν͵ περὶ κομήτας͵ καὶ ἕτερα εἰς πλάτος πολλὰ.
Πρὸς ὕψος τέχνης ὥρμησα μέγιστόν τε καὶ βάθος
καὶ πρὸς πέλαγος ἄπειρον͵ μικρὸν ἔχων τὸ πλοῖον
μηδ΄ ὅλως τὸ πηδάλιον ἰσχύων κυβερνῆσαι͵
ἀλλὰ τῇ εὐτυχίᾳ σου λευκὰ πετάσας͵ ἄναξ͵
συντόμως ἀπεσκάλωσα τὸν φόβον ἀπορρίψας.
ὅσον γὰρ πόλος ἤρτηται πρὸς ὕψος ἀπὸ γαίης͵
τοσοῦτον χθαμαλώτερος καὶ γνώσεως ἁπάσης
ὑπάρχω κατὰ σύγκρισιν πάντων τῶν ἐν ἀνθρώποις.
καὶ ταῦτα τὰ συγγράμματα τὰ μέλλοντα λεχθῆναι
ὡς ἐξ ἐρήμου δέδοξο καρπὸν μελισταγέα
καὶ ῥόδον ὡς ἐξ ἀκανθῶν ἢ δῶρον μονομάχου.
καὶ γὰρ ἡ τέχνης ἀπαρχὴ λαμβάνεται ῥᾳδίως
καὶ γίνεται καταληπτὴ πάνυ καὶ κρινομένη
τοῖς χρῄζουσι καὶ θέλουσι ταύτην καλῶς νοῆσαι.
Καὶ πρῶτον μὲν ἀπ΄ οὐρανοῦ ἡ τάξις ἀπαρχέσθω
αὐτοῦ τοῦ περιέχοντος τοῦ ἄστροις κοσμημένου·
οὗ γὰρ καὶ πόλος ὄνομα͵ στρογγυλώδης ὡς σφαῖρα͵
ἰσόμηκος͵ ἰσόπλατος τυγχάνει κατὰ μέρος͵
ἔχοντα καὶ τὴν κίνησιν τῇ τοῦ κτίστου προστάξει
τοῦ ταύτην καλλωπίσαντος ἐν ἀστράσι ποικίλοις͵
αὐτόμολον͵ αὐτόφορον κατ΄ ἰσότητα πάντα.
καὶ τὴν φορὰν ἀποτελεῖ μεταξὺ τῶν ὑδάτων
τῶν πέριξ τε καὶ γύροθεν ἐκτὸς συνυπαρχόντων.
μεμέρισται εἰς δώδεκα μέρη τὸ περιέχον͵
ἴσον καὶ μῆκος ἔχοντας τριακονταμοιρίας.
καὶ πλάτος μοίρας ἑκατὸν καὶ διπλὴν σαραντάδα·
ἡ μοῖρα δὲ συνίσταται διὰ λεπτῶν ἑξήντα
τῶν πρώτων κατὰ μέθοδον ἐν ταῖς ψηφοφορίαις͵
ἃ καὶ ταῦτα συνίστανται ἐξ ἄλλων ἑξηντάδων·
καλοῦνται δὲ τὰ πρώτιστα λεπτὰ τῶν ἐκ δευτέρων
ἀληθῶς ψηφιζόμενα τῶν ὄντων ἀπὸ τρίτων͵
ὡς ἐν κανόσι γέγραπται προχείρου Πτολομαίου.
ὅσα γὰρ ἀναβιβαστοῦν λεπτὰ πρὸς τοῖς ἑξήντα
ἢ καὶ πρὸς τοῖς ἑξήκοντα͵ μοίρας κρατοῦσι τάξιν.
ἔστι δὲ μοίρας μέγεθος Ἡλίου σελασφόρου
περίοδος καὶ κίνησις ὅλου τοῦ νυχθημέρου.
τὸ δὲ λεπτὸν ἑξηκοστὸν τὸ πρῶτον μέρος μοίρας.
τὸ δεύτερον δ΄ ἐλάχιστον ἑξηκοστοῦ τοῦ πρώτου.
ἔχει δ΄ ὁ πόλος μεταξὺ εὐθείας ὁριζούσας
τὸ δωδεκατημόριον ἐν τέσσαρσι ταῖς μοίραις·
ἡ μὲν ὡς ἀπ΄ ἀνατολῆς τέμνει δύσεως ἄχρις·
ἣ κατὰ μῆκος λέγεται ὁρίζουσα τὴν σφαῖραν͵
ἡ δὲ ἀπ΄ ἄρκτου φέρεται μέχρι καὶ μεσημβρίας͵
αἳ καὶ τὰ κέντρα λέγονται τῶν ἐπισήμων τόπων.
ὁ δ΄ ἅπας ὅλος ζῳδιακὸς κύκλος ὁ ἐν τῷ πόλῳ
δώδεκα τόποι λέγονται δωδεκατημορίων
ἀνὰ μοιρῶν τριάκοντα ἔχοντες κατὰ μῆκος͵
ὧν ἡ ποσότης φέρεται τριακοσίων ἑξήντα·
ἐπίθες ταύταις καὶ λεπτὰ͵ πρὸς μίαν ἑκάστην ἕναν͵
καὶ ἀποτελοῦσιν ἤματα πέντε σὺν τῷ τετάρτῳ͵
καὶ γίνεται ὁλόκληρος ἡμέρα τοῦ βισέκτου͵
ἥτις καὶ ὀνομάζεται ἐσχάτη Φεβρουαρίου͵
προστιθεμένη ταῖς λοιπαῖς τοῦδε μηνὸς ἡμέραις.
καὶ εἰσάγεται ἡ πενθήμερος ἐκ τῶν λεπτῶν εὐκόλως
καὶ μὴν ὁ τρισκαιδέκατος παρ΄ Αἰγυπτίοις καλεῖται͵
ὅστις καὶ πρὸς τὸ πρόχειρον Κλαυδίου Πτολεμαίου
εὐκατάληπτος γίνεται συντόμως καὶ ῥᾳδίως.
Καὶ πάλιν ἀναδράμωμεν ἐξ ἀρχῆς πρὸς τὴν θέσιν
τῶν τόπων τῶν εἰς δώδεκα μέρη προστετμημένων
καὶ λέξωμεν ὀνόματα ζῳδίων καλουμένων·
τὸ πρῶτον λέγεται Κριὸς͵ τὸ δεύτερον ὁ Ταῦρος͵
τὰ δ΄ ἐφεξῆς ἑπόμενα Δίδυμοι καὶ Καρκίνος͵
σὺν τούτοις Λέων͵ κόρη τις Παρθένος σταχυηφόρος͵
Ζυγὸς ἅμα Σκορπίος τε͵ Κένταυρος καὶ Τοξότης͵
Αἰγόκερος͵ Ὑδροχοὸς͵ τὸ ἔσχατον Ἰχθύες.
διαιροῦνται δὲ εἰς τέσσαρα μέρη τὰ τῶν σχημάτων·
τὸ πρῶτον μέρος λέγεται καιρὸς ἰσημερίας͵
τοῦτ΄ ἔστιν ὡς ἀπὸ Κριοῦ͵ Ταύρου καὶ τῶν Διδύμων.
ἔχει δὲ τριαντάμοιρον τὸ τριμερὲς τῶν ζῴδιων
καὶ γίνεται ἐνενήκοντα ποσότης πληρεστάτη.
τὸ δ΄ ἄλλο πάλιν δεύτερον͵ τέταρτον μέρος λέγω͵
ἐκ Καρκίνου καὶ Λέοντος͵ ἀλλὰ καὶ τῆς Παρθένου͵
καὶ τόδε συνιστάμενον ἐκ μοιρῶν ἐνενήντα͵
ὅπερ καλεῖται καὶ τροπὴ τῆς θερειτάτης ὥρας.
τὸ δὲ τρίτον φθινόπωρον͵ ἰσόμοιρον τῶν ἄλλων͵
τυγχάνον ὡς ἐκ τοῦ Ζυγοῦ͵ Σκορπίου καὶ Τοξότου.
τὸ δ΄ ἔσχατον καὶ τέταρτον͵ ὅπερ χειμὼν καλεῖται͵
καὶ τοῦτο κατ΄ ἰσότητα τῶν ἄλλων συνυπάρχον͵
ἐκ ζῴδιων συνιστάμενον καθύγρων ψυχροτάτων
ἐχόντων ἐκ τριάκοντα μοιρῶν ἴσων τῶν πρώτων͵
ἐξ Αἰγοκέρου͵ Ὑδροχοῦ καὶ τῶν νηκτῶν Ἰχθύων͵
ἃ τελοῦσιν ἐνιαυτὸν καὶ μέθοδον Ἡλίου.
τετρὰς γὰρ ἐνενήκοντα τριακόσια ἑξήντα πέλει͵
μῆκος ἀνακυκλούμενον πανδαμάτορος ὅλον.
καὶ ταῦτα μὲν τὰ δώδεκα μὴ δόξῃς εἶναι ζῴδια.
τόπων γὰρ ὡς προείπομεν τὸ γνώρισμα τυγχάνει.
ἔχουσι δὲ τὸ ὄνομα ἐξ ἀστέρων γνωρίμων
καὶ ἐξ ἄλλων ἔξωθεν αὐτῶν ζῴδιων ἐστηριγμένων͵
ἃ καὶ παρανατέλλοντα ζῴδια δὲ καλοῦνται.
καὶ πρόσεχε τὴν δύναμιν ἑνὸς ἑκάστου ζῴδιου·
ἐγὼ δ΄ ὡς ἀμαθέστατος τὰ πάντα καταλέξω.
σοφός τις ἐκ τῶν παλαιῶν ῥήτωρ πεπυκνωμένος͵
Ρητόριος Αἰγύπτιος οὕτως ὠνομασμένος͵
πρὸς ἐπιστήμην ἔμπειρος τῆς τῶν ἄστρων πορείας͵
ἐνέγραψεν ἐπίσημα ἐν τῷ προχείρῳ λόγῳ
πρῶτον περὶ τὴν κίνησιν τῶν δώδεκα ζῳδίων·
ὁ δὲ κύκλος ζῳδιακὸς ἐστὶ τὸ περιέχον͵
εἰς δώδεκα τεμνόμενος ἀπ΄ ἄκρας ἕως ἄκρας͵
καὶ πόλοι δύο λέγονται πρὸς βορρᾶν τε καὶ νότον·
ὁ μὲν καλεῖται ἀρκτικὸς͵ ὁ δ΄ ἐναντίον τούτου
ἀνταρκτικὸς πρὸς ἄξονα καλούμενος ἐκ μέρους͵
ὃς κρύπτεται ἐν τῷ βυθῷ τῶν ἔξωθεν ὑδάτων͵
μὴ φαινόμενος πώποτε͵ ἀλλ΄ ἀφανὴς τυγχάνων.
ὁ δ΄ ἄλλος πάντα φαίνεται κατερχόμενος μήπω
ἐντὸς ὑδάτων καὶ βυθοῦ ῥείθρων ὠκεανέων͵
ὃν καὶ κόσμον οἱ παλαιοὶ κατ΄ ἐπιστήμην λέγουν.
πᾶσαν γὰρ τὴν διάμετρον πρὸς λογισμὸν εἰ λάβῃς͵
ὡς ἔξω κύκλος ἀρκτικὸς ....
ἀειφανὴς πρὸς ἄξονα καλούμενος ἐκ μέρους͵
.. ἕνα περίστροφον εὑρήσεις μέχρις ἄκρας.
τὰ δὲ πέρατα ἄξονος πόλοι λέγονται κόσμου·
τὸν μὲν γὰρ βορειότερον͵ τὸν δ΄ ἐκ νότου καλοῦσιν.
καὶ βόρειος μὲν λέγεται ὁ τοὺς ἀστέρας ἔχων
τῆς Ἄρκτου τῆς Κυνοσούρας͵ ἣν ἅμαξαν καλοῦσιν͵
ὡς ὁ σοφὸς Ησίοδος ἐνέγραψε προθύμως·
καὶ τὴν μὲν κυνὸς τὴν οὐρὰν͵ ἣν ἅμαξαν καλοῦσι.
ἔχει ἀστέρας ἀμαυροὺς ἐν ἑκάστῳ ὠτίῳ͵
δύο μικροὺς νεφελωδεῖς πλησίον ἑστηκότας͵
ἐν δὲ τῇ ὠμοπλάτῃ της ἕναν λαμπρὸν καὶ μέγαν͵
ἐπὶ τῆς ῥάχης ἕτερον͵ ἐπὶ τοῦ στήθους ἄλλον͵
ἐπὶ τοῦ σκέλους ἔμπροσθεν ἀστέρας ἄλλους δύο͵
καὶ ἐπὶ τὴν οὐρίτζαν της͵ ἣν λέγουσι καὶ κέρκον͵
τοὺς ἄλλους τρεῖς͵ μὴ λάθων σε͵ καὶ γνώριμος ὑπάρχεις.
εἰ τάχα γὰρ καὶ γέγραπται περὶ τὸν νότου τόπον
ὡς ἀφανῆ τυγχάνοντα βεβυθισμένον ὅλως͵
μὴ δόξῃς τοῦτο γίνεσθαι πάντοθεν ἐν τῷ κόσμῳ͵
ἀλλὰ πρὸς ἰδιώματα κλιμάτων οἰκουμένης.
τὰ γὰρ ἄνωθεν ζῴδια ἔχουσιν ἐξουσίας͵
ἀνατολὰς͵ ἐπιτολὰς͵ δυνάμεις͵ βασιλείας͵
ὑψώματα καὶ λαμπηνὰς͵ ταπεινώσεις καὶ οἴκους
καὶ τὸ μεγαλοδύναμον͵ ὅρια Πτολεμαίου.
ἐκ τούτου δὲ τὴν ἄρρενος φέρουσιν φύσιν ὅλως͵
ἄλλα δὲ τὴν τοῦ θήλεος͵ ἄλλα δὲ καὶ ἀνθρωπώδη·
ἐκ τούτων δὲ τετράποδα͵ τὰ δὲ καὶ ἄποδα φύσει͵
τὰ δὲ λατρευτικά εἰσι͵ τὰ δ΄ ἐξ ἡγεμονίας͵
τὰ δὲ στερεὰ τυγχάνουσι͵ τὰ δὲ διφυῆ τῇ φύσει.
τινὰ δ΄ ἐκ τούτων λέγουσιν ἀμφίβια τυγχάνειν͵
τοῦτ΄ ἔστιν ἀναστρέφεσθαι θάλασσάν τε καὶ γαῖαν·
ὧν μέν εἰσι πολύσπερμα͵ τὰ δὲ ἄγονα πάλιν͵
πέφυκαν ὀλιγόγονα͵ ἄλλα δ΄ αἰνιγματώδη͵
τὰ μέν εἰσι κυρτοειδῆ͵ τὰ δὲ στεῖρα ἐκ τούτων͵
τὰ δὲ καὶ τριγωνίζουσι͵ τὰ δ΄ ἄλλα ἑξαγωνίζουν͵
ἄλλα δὲ πρὸς τετράγωνον φέρουσί τε τὸ σχῆμα͵
τὰ δὲ κατὰ διάμετρον͵ τοῦτ΄ ἔστιν ἐναντίον.
καὶ χάριν ἐπισχήματος λέξομέν σοι προθύμως·
καὶ γὰρ ὁ δωδεκάπυργος κύκλος ὁ τῶν ζῳδίων
πρῶτον μὲν ἔχει τὸν Κριὸν͵ ἕβδομον δὲ τὸν τόπον͵
ὃς καὶ Ζυγὸς πρὸς τὰ λοιπὰ προάγεται Σκορπίῳ·
ὡς εἴρηται γὰρ ἄνωθεν͵ ἔχει ἀνὰ τριάντα
μοίρας ἕκαστον ζῴδιον τῶν δώδεκα τμημάτων.
τὸ δὲ τριχῶς μερίζεται ἐκ μοιρῶν ἀνὰ δέκα͵
καὶ λέγεται τὸ τριμερὲς δεκανὸς τοῦ ζῳδίου͵
ἐν δέκα συνιστάμενον μοιρῶν περιφερείας͵
καὶ καθεξῆς καὶ τὰ λοιπὰ ὑπόλαβε ζῳδίων.
πρὸς τούτοις δὲ προσθήσομεν καὶ τὰς λοιπὰς δυνάμεις.