Περὶ τῶν δώδεκα ζῳδίων.
Κριός.
Ὁ πρῶτος μὲν τοῦ ζῳδιακοῦ τόπος Κριὸς καλεῖται͵
ἀρρενικὸν͵ βασιλικὸν͵ ἀνωφερὲς͵ τετράπουν͵
χερσαῖον͵ ὀλιγόγονον͵ εὐμετάβλητον λίαν
θυμικόν τε καὶ τροπικὸν͵ ἐαρινὸν τυγχάνον͵
ἰσημερίας καταρχὴ κατὰ Μάρτιον μῆνα·
εἰσέρχεται ὁ ῞Ηλιος ἐν τῇ πρὸς ἑνδεκάτῃ
πρὸς πρώτην μοῖραν τοῦ Κριοῦ͵ εἰς οἵαν ὥραν λάχῃ͵
μέχρι καὶ τῆς τριακοστῆς μοίρας τοῦδε ζῳδίου
εἰς τὸν Ἀπρίλλιον πληροῖ͵ ἕως οὗ νὰ πληρώσῃ·
κόσμου δὲ μεσουράνισμα͵ κἂν ἀσελγὲς τυγχάνον·
οἶκος γὰρ πέλει Ἄρεος͵ ὕψωμα Σελασφόρου
εἰς μοίρας ἐννεακαίδεκα͵ κοίλωμα δὲ τοῦ Κρόνου
κατὰ δύναμιν γίνεται ἐν εἰκοστῇ τῇ μοίρᾳ.
καὶ πρὸς ἡμέραν τρίγωνον Ἡλίου σελασφόρου͵
πρὸς δὲ τῇ νυκτὶ τῷ Διὶ τερπικεραύνῳ πέλει͵
τὰ δ΄ ἄλλα τῶν κακώσεων τῇ Ἀφροδίτῃ νέμει.
Τὰ δὲ παρανατέλλοντα τῷ Κριῷ ζῴδια ταῦτα·
Κηφεύς τε Κασσιέπεια͵ Περσεὺς καὶ Ἀνδρομέδα͵
Ἀθηνᾶ τε καὶ Δελτωτὸν͵ σὺν τούτοις καὶ τὸ Κῆτος͵
ἀλλὰ καὶ ὁ Κυνοκέφαλος καὶ ὁ τὰ Λύχνα φέρων
καὶ Ἀνδρομέδα καὶ Γοργὼ φοβερὸν προσωπεῖον.
Ἔχουσι δὲ γνωρίσματά τινά τινων ἀστέρων·
ὁ μὲν Περσεὺς ἀνάσκελα ἑφ΄ ἕκατέρων ὤμων
ἕναν λαμπρὸν καὶ μέγιστον ἀστέρα φέρει πάντως͵
ἐπὶ δὲ τῆς δεξιᾶς χειρὸς καὶ τῆς λαιᾶς ὁμοίως
πρὸς ἕναν μέγιστον λαμπρὸν͵ ἄλλον εἰς τὴν κοιλίαν͵
ἐπὶ δὲ τὸ προσάγκωνον ὃν καλοῦσιν ἰσχίον͵
τοῦ δεξιοῦ τοῦ γόνατος͵ ἀλλὰ τῆς ἀντικνήμης͵
ἐφ΄ ἑκατέρου μηρίου ὁμοίως ἓν πρὸς ἕνα͵
καὶ πρὸς τὸν πόδα κάτωθεν ἕναν λαμπρὸν ἀστέρα͵
εἰς τὸν εὐώνυμον μηρὸν ἄλλον πάλιν ἀστέρα͵
εἰς δὲ τὸ τούτου γόνατον μεγάλους πρώτους πέντε͵
δύο εἰς τὸ ἀντικνήμιον͵ πρὸς τὴν λαιὰν δὲ χεῖρα
ἕνα͵ παρ΄ ὃ ἡ τῆς Γοργῶ κεφαλὴ κλῆσιν φέρει͵
τοὺς πάντας ὀκτωκαίδεκα πρώτους τε καὶ δευτέρους͵
ὄντας περὶ τὸ μέγεθος τῶν πλανήτων ἀστέρων.
καὶ κάτωθεν ὁ Αἴλουρος ὁ τῆς δωδεκαώρου.
τὰ γὰρ δώδεκα τμήματα σφαῖραν ἀποτελοῦσι͵
τὰ πάντα μοιρῶν τριάκοντα͵ ἐκ βορρᾶ τε πρὸς νότον.
καὶ τὸ σχῆμα πρὸς λογισμὸν εἰ καλῶς φέρειν θέλεις͵
ὡς δάφνης ἂν εἰκάσειας ἓν τῶν τμήματων φύλλῳ͵
μέσον μὲν εὖρος ἔχοντα͵ πρὸς δὲ τὰς δύο ἄκρας
ὀξύγωνον͵ στενούτζικον͵ ὧν τοῦ ἑνὸς ἡ κλῆσις
δωδεκάωρον λέγεται τῶν κατηστερισμένων.
Τὰ δὲ δώδεκα ζῴδια δεκανοὺς ὑποτάσσουν͵
καθὼς καὶ προειρήκαμεν· τὸ ἓν τῶν ἀνὰ τρίων
δεκάμοιρον τοῦ ζῳδίου τυγχάνει κατὰ μέρος·
καὶ ἀπὸ πρώτου τοῦ Κριοῦ μέχρι μοίρας δεκάτης
ὁ πρῶτός ἐστι δεκανὸς Ἄρεος σχῆμα φέρων͵
ὁ δ΄ ἄλλος ἕως εἰκοστῆς Ἡλίου τάξιν ἔχων͵
ὁ τρίτος τῆς τριακοστῆς κράσεως Ἀφροδίτης.
καὶ ὁ μὲν πρῶτος ὄνομα ἐξ Ἀγάρων Χοντάρε͵
Χοντάχρε δὲ ὁ δεύτερος καὶ Σικετὸν ὁ τρίτος.
καὶ τάδε φέρει πρόσωπα ὁ πρῶτος ἀνατέλλων
ἐξ ὡροσκόπου κέντρου γῆς ἀρχαίας φαινομένου
ὥσπερ ἀνίσχων ῞Ηλιος ἐκ μέρους τῆς ἑῴας·
παρανατέλλει Ἀθηνᾶ καὶ ἡ οὐρὰ τοῦ Κήτους͵
τὸ τρίτον δὲ τοῦ Δελτωτοῦ καὶ ὁ τὰ Λύχνα φέρων͵
ἀλλὰ καὶ Κυνοκέφαλος καὶ κεφαλὴ Αἰλούρου.
ἐκ γῆς γὰρ ἐξερχόμενος καὶ πέλων ὡροσκόπος
τοὺς γεννωμένους ἐξ αὐτοῦ ἄνδρας τε καὶ γυναῖκας
τὸν γάμον δυσανάρεστον ἐν πρώτῃ φέρει ἥβῃ͵
ἐν δὲ ὑστάτῃ εὐγαμεῖ καὶ καλὸν ἔχει τέλος·
λεπτὰ τὰ στήθη καὶ ξηρὰ μήτε σεσαρκωμένα͵
κνῆμαι γυμναὶ καὶ ἄσαρκοι͵ ἔχοντας καὶ σημεῖα
τινὰ εἰς τὰ τοῦ σώματος μέρη τῶν εὐωνύμων.
κλιμακτῆρες δ΄ ὑπόκεινται καὶ κίνδυνοι μεγάλοι
συμβαίνουσι καὶ γίνονται ἐν ἔτεσιν ἀφύκτοις
πρὸς τέταρτον καὶ ἔννατον καὶ πρὸς διπλὴν ἑξάδα
καὶ πρῶτον πρὸς τὸν εἰκοστὸν τριακοστόν τε τρίτον͵
σαράντ΄ ἐννεὰ͵ πενήντα δυὸ͵ ἑξήντα͵ ἑβδομήντα͵
ἂν προστιθῇς καὶ τέσσαρα πάλιν πρὸς τὰ ἑξήντα·
γίνεται τοῦτο πάλιν δὲ καὶ πρὸς τοῖς ἑβδομήντα͵
κακὸν ἔχουσι κίνδυνον ὡς ἐκ τοῦ ὡροσκόπου.
Ταῦτα τοῦ πρώτου δεκανοῦ· θέλει καὶ τοῦ δευτέρου·
τοῦδε γὰρ ἀνατέλλοντος τοὺς γεννωμένους τότε
πλουσίους μὲν τραφήσεσθαι͵ κακοπαθεῖν δὲ τούτους
ἐκ νόσων καὶ συμπτώματος ἐν ἡλικίᾳ πρώτῃ͵
φρονίμους δὲ καὶ ταπεινοὺς͵ ἀλλὰ καὶ παιδευμένους͵
προίστασθαι δὲ καὶ πολλῶν͵ καλὸν δὲ τέλος ἔχειν͵
τάδε σημεῖα πέλουσι τούτοις καὶ ἠκριβωμένως·
μεσήλικες͵ εὐόφθαλμοι ἴσοι τε κατὰ μέτρον͵
ὀξύθυμοι ὀλιγούτζικον͵ ἀλλ΄ ὑποτάσσουν φρένα.
πρὸς ἔτος δὲ τὸ δεύτερον ἕβδομόν τε κινδύνους
καὶ πρὸς ἑπτακαιδέκατον καὶ μετὰ δύο πάλιν͵
τοῦτ΄ ἔστιν ἐννεακαίδεκα τυγχάνειν κατὰ ψῆφον͵
πρὸς εἴκοσι καὶ τέταρτον καὶ πρὸς τριάντα τρίτον͵
πρὸς τοὺς σαράντα πρώτιστον͵ δεύτερον τῶν πενήντα͵
πρὸς τοὺς ἑξήντα τέταρτον͵ πρῶτον πρὸς ἑβδομήντα͵
τὸ τέλος δὲ τὸ ἄφυκτον ἕκτον πρὸς ὀγδοήντα.
Τοὺς δ΄ ἐν τῷ τρίτῳ δεκανῷ τοὺς ταπεινοὺς δὲ πάλιν
κακοπαθεῖν τὰ μέγιστα͵ πολλὰ καὶ ξενιτεύειν͵
χωρίζεσθαι καὶ τοὺς γονεῖς τῷ δυστυχεῖ θανάτῳ͵
λυπεῖσθαι δὲ τὰ μέγιστα πρὸς τὸν πρώτιστον γάμον.
εἰ δὲ καὶ πάλιν ὕστερον λάβῃ κανεὶς γυναῖκα͵
οὐδ΄ ὅλως οἱ παμφύρατοι βλέπουσι παρθενείαν͵
καὶ πάντων τὸ δεινότατον͵ ἔχουσι καὶ παιδίτζια.
τὸ δ΄ εἶδος τούτων πέφυκε λευκὸν͵ ξανθὸν καὶ σγοῦρον͵
πρὸς δὲ τὸ μῆκος εὐπρεπεῖς καὶ μέγιστοι τὴν θέαν.
κίνδυνοι δὲ πεφύκασιν ἐν τοῖς ἔτεσι τούτων
πρὸς τὰς ἑπτὰ καὶ ἕνδεκα καὶ πρὸς δεκαεννέα
εἴκοσι ὀκτὼ καὶ τριάντα τρεῖς͵ ἀλλὰ καὶ τριάντα πέντε͵
σαράντα͵ πενήντα δυὸ͵ ἑξήντα͵ ἑβδομήντα͵
πρὸς τούτοις καὶ τὸν ἕβδομον ἀπὸ τῆς ἑξηντάδος͵
πρόσθες δὲ καὶ τὸ τέταρτον ἐπὶ τοὺς ἑβδομήντα͵
εἰς δὲ τοὺς ὀγδοήντα ὀκτὼ͵ πρὸς τούτοις ἐνενήντα͵
εἰ προστιθῇς καὶ τοὺς ἑπτὰ͵ μεγάλως κινδυνεύουν.
τὸ δὲ χωρίζον μεταξὺ Κριοῦ τε καὶ τοῦ Ταύρου͵
ὅπερ καὶ μεσεμβόλημα͵ ὡροσκοποῦν εἰ λάχοι͵
κωφοὺς͵ ἀλάλους καὶ σαλοὺς μέχρι θανάτου φέρει.
Ὁ δὲ Κριὸς τὸ ζῴδιον τριαντάμοιρος ὑπάρχων
εἰς ὅρια μεμέρισται τῶν πέντε πλανωμένων·
ἀπὸ μὲν πρώτης τοῦ Κριοῦ μέχρι τε καὶ τῆς ἕκτης
ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ͵ καὶ φέρουσι τὴν κλῆσιν
ἄρμα τε καὶ ἀκρίβεια τοῦ γεννωμένου ὧδε͵
ἐκ ταπεινώσεως ὑψοῖ τύχης τε καὶ πρὸς δόξαν·
μεγίστων ὄχλων ἀστικῶν γίνεται ἀρχηγέτης.
ἀπὸ δ΄ ἑβδόμης ἔμπροσθεν καὶ μέχρι δωδεκάτης
τῆς Ἀφροδίτης τῆς καλῆς τῆς ἐπιχάρμου λέγω͵
ἔρως τε καὶ ὑψώματα καὶ ἄνεσις καλοῦνται.
ἔχει φιλίας συμπλοκὰς πρὸς ἐνδόξους γυναῖκας.
ὁ δ΄ Ἑρμῆς ἄρχει παντελῶς ἀπὸ τρισκαιδεκάτης͵
καλεῖται δὲ καὶ προκοπὴ ἢ καὶ φιλοπονία͵
τὸ κάλλιστον καὶ μέγιστον͵ εὐτυχία καὶ δόξα.
ὁ δ΄ Ἄρης πάλιν δύναται ἐξ εἰκοστῆς καὶ πρώτης
καὶ μέχρι πέμπτης εἰκοστῆς͵ καλεῖται δ΄ ἀκρασία.
ἀποτελεῖ δ΄ ἐξορισμοὺς͵ φυγὰς καὶ κατακρίσεις͵
μοιχοὺς καὶ κλέπτας καὶ κακοὺς καὶ βλαπτικοὺς ἀνθρώπους.
Κρόνος δὲ πάλιν ὁ ψυχρὸς καὶ ξηρότατος φύσει
ἐκ μοίρας εἰκοστῆς ἕκτης ἕως καὶ τῆς τριαντάδος
ἐπέχει τε καὶ δύναται͵ αἳ καὶ ἰδιοπροσωπίαι
τὴν κλῆσιν ἐπιφέρουσιν͵ πρὸς τὰς ἀποτελέσεις
ἐπιτρόπους καὶ παιδευτὰς͵ ἐν ὄχλοις τασσομένους.
Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλει πάλιν
ἡ Ἀνδρομέδα καὶ Γοργὼ καὶ τὰ μέσα τοῦ Κήτους
καὶ τοῦ Περσέως τὸ δρέπανον͵ τὸ μέσον τῆς Αἰλούρου͵
σὺν τούτοις καὶ τὸ Δελτωτὸν ἀνίσχει μέχρι μέσης.
ἐν δὲ τῷ τρίτῳ δεκανῷ ἡ κεφαλὴ τοῦ Κήτους͵
τὸ ὑπόλοιπον Δελτωτοῦ καὶ κέρκις τῆς Αἰλούρου͵
Περσεὺς δὲ κατακέφαλα καὶ ἄλλη καλὴ γυνίτζα͵
ἥτις καὶ Κασσιέπεια ἐν θρόνῳ καθημένη.
Ὁ δὲ Κριὸς ὁλόκληρος ἐπάνω τῶν κλιμάτων
ἐπίκειται καὶ δύναται εἰς χώρας τε καὶ τόπους
Περσίαν Βρεταννίαν τε͵ ἀλλὰ καὶ Γαλατίαν͵
Παλαιστίνην͵ Γερμανικὴν͵ Ἑβραίους͵ Ἰδουμαίους.
Τῶν δὲ τοῦ σώματος μερῶν μεγάλως κυριεύει
κεφαλήν τε καὶ πρόσωπον καὶ τῶν αἰσθητηρίων͵
κεφαλικῶν ἐπισκιασμῶν͵ ἀλλὰ καὶ ἐκπληξίας͵
λεπρῶν͵ λειχήνων μαδαρῶν͵ ἀναισθήτων τραυμάτων͵
ὅσα περὶ τὰς ἀκοὰς͵ ἀλλὰ καὶ τοὺς ὀδόντας
εἰώθασί τε γίνεσθαι ἐκ κεφαλῆς ῥευμάτων·
προσεκυρώθη δ΄ ὁ Κριὸς πᾶσαν δύναμιν ἔχων
ἐν κεφαλῇ καὶ κέρασιν ἐξ ἅπαντος τοῦ μέρους
πρὸς Βαβυλῶνα δεξιᾷ ἐπάνω κεῖσθαι ταῦτα
καὶ Περσίδα τὴν ἔσωθεν͵ ἀριστερᾷ Συρίαν.
Ἡλίου ὄντος ἐν αὐτῷ ἐὰν συμβῇ τοῦ σεῖσαι͵
πρὸς μὲν Ἀσίαν ἅπασαν καὶ Συρίαν τὴν Κοίλην͵
Ἰουδαίαν Ἰδουμαίαν τε͵ ἀλλὰ καὶ Παλαιστίνην
πολλὰ σημαίνει τὰ κακὰ͵ πρὸς δὲ χώρων Εὐρώπης
Βαστέρναις καὶ Βρεταννικοῖς͵ ἀλλὰ καὶ Γαλατίοις.
στρατεύσωσι δ΄ οἱ βασιλεῖς κατὰ τῶν πολεμίων͵
ἀλλ΄ οὐδὲν εὐτυχήσουσιν ἰδεῖν τῶν ποθουμένων.
ἐλαττωθέντων γὰρ αὐτῶν ἴσως τῶν στρατευμάτων
οἱ στρατηγοὶ ἀναζεύξουσιν ἄπρακτοι πρὸς οἰκίας.
βλάβη δὲ κατ΄ ἀνατολὰς ἀρρένων φύσει πέλει·
καὶ γὰρ ἀρσενικός ἐστιν ὁ Κριὸς τόδε ζῴδιον.
Σελήνης δ΄ οὔσης ἐν αὐτῷ εἰ βροντήσει συμβαίη͵
ἡμέρας οὔσης͵ τὴν φυγὴν Ἀράβοις ἐπινεύει͵
λιμὸν δὲ Πέρσαις ἀπειλεῖ· ἐν δὲ νυκτὶ͵ Ἀσίαν
Εὐρώπην τε ταράξωσι πόλεμοί τε μεγάλοι͵
οἵ τε περὶ τὴν θάλασσαν προσέσονται κινδύνοις͵
καὶ ἀφθονία τῶν καρπῶν͵ τοῦ κοινοῦ δ΄ εὐθηνία
καὶ δυνατῶν κατάπτωσις προσώπων μεγιστάνων.
Φωσφόρου δ΄ ἐπανίοντος ἐπὶ τὸ ζῴδιον τοῦτο
εἰ κεραυνὸς ἐπὶ τῆς γῆς ἐν σκηπτῷ ἐπιπέσῃ͵
εἰ μὲν πολλάκις ῥοιζηδὸν εἰς ἀμπελῶνα πέσῃ͵
ἐλάττωσις γενήσεται καὶ σπάνις ἡ τοῦ οἴνου͵
εἰ δ΄ ἐν δένδροις͵ τῶν ἐξ αὐτῶν καρπῶν πτῶσιν εἰσφέροι.
εἰ δ΄ ἐπὶ ποταμῷ ποτε οὗτος κατενεχθείη͵
ἐπιδεὴς ὁ ποταμὸς ῥείθρων οἰκείων ἔσται͵
τοῖς νηχομένοις ἐν αὐτῷ ὄλεθρος μέγας πέλει.
εἰ δὲ καὶ κατὰ θάλασσαν ἡ φλὸξ προσεπισκήψει͵
ταύτης μὲν ὁ περίχωρος ἐν δόλῳ ταραχθείη·
εἰ δὲ πολιτικῷ τόπῳ εἴτε καὶ δημοσίῳ͵
πολέμους ἐμφυλίους τε καὶ στάσεις καὶ κινδύνους.
εἰ δ΄ ἐπὶ τείχους ἐμπεσὼν μηδ΄ ὅλως τοῦτο βλάψει͵
ἔφοδον πολεμίων τε σημαίνει κατ΄ ἐκεῖνο·
εἰ δ΄ ἐκ τούτου τοῦ σχήματος τὸ τεῖχος καταπέσῃ͵
πόλεμον μέγαν τὸν δεινὸν κατὰ τοῦ τείχους σκόπει·
εἰ δὲ καθ΄ ἱερούς τε τόπους συμβῇ γενέσθαι τόδε͵
τοῖς ἐνδόξοις καὶ ἄρχουσι ἀλλὰ καὶ τοῖς κρατοῦσιν
ὁ κίνδυνος φανήσεται ἐκ συμφορῶν ποικίλων·
εἰ δὲ καὶ πρὸς ἀγάλματα͵ σημαίνει πρὸς τὰς πόλεις
ὕβριν καὶ ταραχὰς πολλὰς͵ ἀλλὰ καὶ καταπτώσεις.
τοῦτο δ΄ οὐ γίνεταί ποτε ἔξωθεν μετοπώρου
ἢ πρὸς Πλειάδας καταρχὴν ἢ ἐπιτολὴν Ἀρκτούρου.