Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 5η συνέχεια


Παρθένος.

Λέξωμεν καὶ τὴν κάλλιστον Παρθένον κατὰ μέρος

ὡς θηλυκὴν καὶ σύνθετον καὶ καταπτερωμένην

νυκτερινὴν καὶ μυστικὴν͵ γεώδη καὶ φωνώδη͵

κατωφερῆ͵ εὐμετάβολον͵ ἀπόκλιμα τοῦ κόσμου͵

οἶκος Ἑρμοῦ καὶ ὕψωμα ἐν μοίραις δεκαπέντε͵

ταπείνωμα δ΄ ἐν εἴκοσι πέλει τῆς Ἀφροδίτης͵

ἂν προσθήσῃς καὶ τοὺς ἑπτὰ τὸν ἀριθμὸν ἐνταῦθα.

πρὸς τρίγωνον ἡμέρας μὲν ὁρᾷ τὴν Ἀφροδίτην͵

τὴν Μήνην δὲ νυκτερινὴν͵ ἐπίκοινος δὲ Ἄρης.

Ἔχει δὲ καὶ τοὺς δεκανοὺς͵ ἴσους τῶν ἄλλων ζῴδιων

τὸν πρῶτον ὄνομα Τιμὸν͵ τὸν δὲ τρίτον Ἀφόδω͵ τα

ὸν δὲ δεύτερον δεκανὸν οὕτως ἐξ Αἰγυπτίων

Ὁνεστεὰ τὸ ὄνομα͵ χαρὰν καὶ δόξαν λέγει.

Φέρουσι δὲ καὶ πρόσωπα κατὰ τάξιν τοιάδε

Ἡλίου Ἀφροδίτης τε καὶ τοῦ Ἑρμοῦ ὁ τρίτος.

Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουν τάδε·

Θεά τις παῖδα τρέφουσα ἣν καί τινες καλοῦσι

εὐάνδριον͵ εὐδαίμονα͵ ἐν θρόνῳ καθημένην.

σὺν αὐτῇ καὶ οἱ Στάχυες καὶ τὰ μέσα τοῦ Ὕδρου

καὶ ἡ κάρα τοῦ Λέοντος τοῦ τῆς δωδεκαώρου͵

τῷ δὲ δευτέρῳ δεκανῷ ἡ οὐρίτζα τοῦ Ὕδρου

καὶ τοῦ Βοώτου ἥμισυ κρατοῦντος ἀλετρίτζιν͵

τὰ μέσα δὲ τοῦ Κόρακος͵ ἥμισυ τοῦ Ἀρότρου͵

τῷ δὲ τριτάτῳ δεκανῷ τὸ λοιπὸν τοῦ Βοώτου

καὶ ἡ ὀσφὴ τοῦ Λέοντος τοῦ τῆς δωδεκαώρου͵

σὺν αὐτοῖς καὶ οἱ Στάχυες καὶ τοῦ Θηρὸς τὰ ὀπίσω͵

τοῦ Ἄροτρου τὸ ἥμισυ͵ τοῦ Κόρακος ἡ οὐρίτζα.

[οὐκ ἔχει τὰ γνωρίσματα εἰ μὴ ἐκ τῶν πτερύγων]

Ζῴδιον τῆς Παρθένου δὲ λαμπροὺς ἀστέρας ἔχον

οὐκ ἔχει τὰ γνωρίσματα εἰ μὴ ἐκ τῶν πτερύγων·

μόνος παρανατέλλει δὲ ἐπὶ τὰ μέσα τούτων

μικρούτζικος͵ λαμπρούτζικος λεπτῶν εἴκοσι ἕξι͵

μεγέθους τρίτου͵ κράσεως Ἑρμοῦ τε καὶ τοῦ Ἄρεος͵

καὶ πάλιν ἄλλος βόρειος ἐν δεξιᾷ πτερύγων

Προτρυγητὴς καλούμενος πρὸς μοίρας δεκαπέντε͵

μεγέθους τρίτου͵ κράσεως Ἑρμοῦ τε καὶ τοῦ Κρόνου.

Καὶ ὁ μὲν πρῶτος δεκανὸς ἀποτελεῖ τοιούτους·

ἀγαθούς τε καὶ τρυφητὰς͵ ἀλλὰ καὶ πολυφίλους͵

γυναῖκας δὲ μὴ ἔχοντας πλὴν πόρναις ἐντυγχάνειν͵

καὶ δεομένους ἰατρῶν ὡς καταπεπτωκότας͵

μακροὺς͵ εὐτόλμους τὴν ψυχὴν͵ ἀλλὰ καὶ καλοφθάλμους͵

εὐμόρφους καὶ τὰ πρόσωπα͵ πατζοπάχους τὰς μύτας͵

τὰ δὲ σημεῖα ἔχοντας μέσα περὶ τὸν κόλπον

καὶ τοὺς κινδύνους ἔχοντας ἐν τὰ τοιαῦτα ἔτη·

ἕβδομον͵ τὸ δωδέκατον͵ τὸ εἰκοστὸν τὸ τρίτον͵

σαρακοστὸν τὸ πρώτιστον͵ ἕβδομον τῶν πενήντα͵

ἑξηκοστὸν τὸ τρίτατον͵ δεύτερον ἑβδομήντα.

Ὁ δὲ δεύτερος δεκανὸς ἀποτελεῖ τοιούτους·

πεπαιδευμένους καὶ ὀξεῖς͵ προσχάρους͵ ἰδιοκτήτους͵

ἀλλὰ καὶ πάντα πατρικὰ λίαν καταφρονοῦντας.

εἰ δ΄ Ἄφροδίτη συμπαρῇ τοῦ δεκανοῦ πολλάκις͵

καλλοφώνους καὶ μουσικοὺς͵ ἐκ καλῆς ἁρμονίας͵

εὐεργεσίας δέχεσθαι παρ΄ ἀνδρῶν μεγιστάνων·

εὐπρεπεῖς μὲν τὸ μέγεθος͵ ἀλλὰ λεπτοπροσώπους͵

περὶ τὰ θεῖα εὐλαβεῖς͵ ἐξακουστοὺς͵ πλουσίους͵

κατὰ πολλῶν μὲν ἄρξαντας ὡς σοφοὺς καὶ φρονίμους͵

ἐσχάτην καλὴν ἔχοντας· κινδύνους δὲ πρὸς ταῦτα

πρὸς τέταρτον ἢ ἔννατον ἢ πρὸς διπλὴν ὀκτάδα͵

πρὸς εἰκοστὸν τὸ δεύτερον͵ τριακοστὸν τὸ πέμπτον͵

σαράντα τριὰ͵ πενήντα ἑπτὰ͵ ἑξήντα καὶ τὸ γάμμα͵

πρόσθησον καὶ τὸ πίσημον καὶ πρὸς τοῖς ἑβδομήντα͵ ὀ

γδοήντα δυὸ͵ ἐνενήντα ἓξ δύσμορον πέλει τέλος.

Ἀλλὰ καὶ τρίτος δεκανὸς σώφρονας καὶ πλουσίους͵

εὐμεταδότους͵ εὐσεβεῖς͵ καλὴν ἔχοντας τύχην͵

πεπαιδευμένους͵ συνετοὺς͵ ἔμμετρον βίον ζῶντας͵

λυπουμένους τε μάλιστα διὰ τέκνα καὶ γυναῖκας.

ἄρτος οὐ λείψει πώποτε μέχρι θανάτου τούτους.

μεσήλικας καὶ εὔρινας͵ ἀλλὰ μικροκεφάλους.

ἔσται δὲ τούτων θάνατος ἐκ ξίφους καὶ σιδήρου.

πρὸς ἔτος δὲ τὸ ἔννατον͵ εἰ διπλώσεις καὶ τοῦτο͵

τὸ εἰκοστὸν τὸ τέταρτον͵ τριακοστὸν τὸ πέμπτον͵

πεντηκοστὸν τὸ δεύτερον͵ ἑξηκοστὸν τὸ ἕκτον͵

τὸ ἑβδομήντα τέταρτον͵ τὸ ὀγδοήντα ἕκτον.

Εἰς δὲ τὸ μεσεμβόλημα͵ λέγω δὲ τῆς Παρθένου͵

εἰ ἔσται ἀνὴρ͵ ἀπρόκοπος͵ συνερχόμενος ἄνδρας·

εἰ δὲ γυνὴ͵ τριβάς ἐστι καὶ μοχθηρὸν πρὸς βίον͵

προσερχομένη γυναιξὶν ἀνδρῶν ἔργα τελοῦσα.

Ἔχει δὲ καὶ τὰ ὅρια τὸ τῆς Παρθένου ζῴδιον τα

ῶν πέντε κατὰ μέθεξιν ἀστέρων πλανωμένων·

ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μοίρας ἕως ἑβδόμης

ὁ Ἑρμῆς ἄρχεται κρατῶν ἐξ ἀποτελεσμάτων͵

σοφία καὶ ἀκρίβεια καὶ νομὴ τῶν ἀστέρων.

ἀποτελεῖ δὲ ῥήτορας͵ ἀλλὰ καὶ φιλοσόφους·

ἀπὸ δ΄ ὀγδόης Ἀφροδίτη ἕως ἑπτὰ καὶ δέκα͵

αἳ καὶ καλοῦνται τυχηραὶ χαρᾶς καὶ εὐφροσύνης.

πρὸς δὲ τῶν ὀκτωκαίδεκα ἕως εἴκοσι μίας

ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται

ὄνομά τε τὸ ἔνδοξον καὶ ὄχλων ἡ φιλία.

ἐκ δὲ δευτέρας εἰκοστῆς καὶ εἰκοστῆς ὀγδόης

ὁ Ἄρης ἀκτινοβολεῖ καὶ φῶς τὴν κλῆσιν φέρει·

οἱ ἐν αὐτοῖ γεννώμενοι πρὸς στρατοὺς ἀφορῶσιν

καὶ πρὸς σέκρητα τάσσονται͵ ἀλλὰ τῶν κριτηρίων.

ἀπὸ δ΄ ἐννάτης εἰκοστῆς καὶ τριακοστῆς ὁ Κρόνος·

καλεῖται δὲ ταπείνωμα καὶ ναυάγιον βίου·

αἱ γὰρ μοῖραι κεναί εἰσιν ἔσχατοι τῆς Παρθένου.

Ὑποτάσσει δὲ κλίματα τὸ τῆς Παρθένου ζῴδιον

Βαβυλωνίαν ἅπασαν͵ μέσην Αἰθιοπίαν͵

Ἑλλάδαν Ἰωνίαν τε καὶ Μεσοποταμίαν͵

τὴν Συρίαν καὶ Κρήτην τε͵ ὅλην τὴν Ἀχαΐαν͵

τῶν δὲ τοῦ σώματος μερῶν κιλίας ἐσωθίων͵

πνεύμονός τε καὶ ἥπατος καὶ τῶν λοιπῶν ὀργάνων.

Τέμνει δὲ καὶ ὁ ῞Ηλιος ζῴδιον τῆς Παρθένου

ἐκ Μεσορὶ δεκαοκτὼ͵ τοῦτ΄ ἔστιν τοῦ Αὐγούστου͵

μέχρι τοῦ Θὼθ τῶν δεκαεπτὰ͵ λέγω δὲ Σεπτεβρίου.

Εἰ σάλον ἐπιβήσεται͵ φθορὰν σίτου σημαίνει

καὶ πρὸς γυναῖκας θάνατον ἔνδοξας καὶ μεγάλας.

Εἰ δὲ καὶ πάλιν κεραυνὸς ἐπισκήψει πρὸς γαῖαν͵

φθορὰν σημαίνει γυναικῶν παρθένων καὶ σωφρόνων͵

πτῶσιν δὲ τὸ δεινότατον πρὸς βασιλίδα τάχα͵

ταῖς δὲ παρθένοις γυναιξὶν συμφορά τε καὶ λῦπαι

καὶ ἅλωσις γενήσεται ἐξ ἀνδρῶν δυσμενέων.

Σελήνης δ΄ οὔσης ἐν αὐτῷ τῷ τῆς Παρθένου ζώδιῳ

βροντὴ καταρραγήσεται ἐὰν πρὸς τὴν ἡμέραν͵

ὑγρότερον κατάστημα γενήσεται πρὸς κόσμον

καὶ ἀφθονία τῶν καρπῶν ἀλλὰ τῶν καταξήρων͵

πτῶσις δὲ πέλει γυναιξί· ἂν πρὸς νύκτα͵ λοιμώδης

εὐθὺς ἐπιφανήσεται τῇ καταδύσει νόσος

καὶ θηρῶν ἡ ἐπέλευσις δεινὴ πρὸς τοὺς ἀνθρώπους͵

πεσοῦνται δὲ καὶ δυνατοὶ ἄνδρες ἐν ἐξουσίᾳ.