Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 4η συνέχεια


Καρκίνος.

Πληρωθέντες οἱ Δίδυμοι͵ θέλομεν τὸν Καρκίνον·

ἀρχὴ γάρ ἐστι καὶ τροπὴ τοῦ θερειτάτου κύκλου͵

θηλυκός τε καὶ τροπικὸς͵ εὐμετάβολος λίαν͵

οἶκος Σελήνης θαυμαστὸς͵ τοῦ Διὸς ὕψωμά τε

πρὸς μοίρας πεντεκαίδεκα͵ τοῦ Κρόνου δ΄ ἐναντίον

καὶ κοίλωμα τοῦ Ἄρεος πρὸς εἰκοστὴν ὀγδόην·

ἀμφίβιος͵ πολύγονος͵ ὀχλικὸς δὲ τὸ πλεῖστον͵

ἡμέρας μὲν τὸ τρίγωνον βλέπων τὴν Ἀφροδίτην͵

νυκτὸς δὲ πρὸς τὸν Ἄρεα φέρει τόδε τὸ σχῆμα͵

ὡροσκοπῶν πρὸς ἀγαθὰ τὸν κόσμον νὰ δηλώσῃ.

ἔχει δὲ καὶ τὸ τριμερὲς τῶν δώδεκα τῶν ζῴδιων.

Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουν τάδε·

τῆς Ἄρκτου τῆς μικρούτζικης τὰ ὄπισθεν τὰ μέρη

καὶ Σάτυρος ἐπιβαστῶν τῇ χειρὶ ῥοπαλίτζι

καὶ Μοῦσα συραυλίζουσα καὶ μία τῶν Χαρίτων

καὶ κεφαλὴ τοῦ Κάνθαρου τοῦ τῆς δωδεκαώρου·

ἐν δὲ τῷ τρίτῳ δεκανῷ ἡ τρίτη τῶν Χαρίτων

καὶ πάλιν ἄλλον ἥμισυ τῆς Φάτνης μὲ τὸν Ὄνον

καὶ τὰ ὀπίσω Κάνθαρου τοῦ τῆς δωδεκαώρου.

Εἰσὶ δὲ καὶ τὰ πρόσωπα τῶν δεκανῶν τοιάδε·

τῆς Ἀφροδίτης͵ τοῦ Ἑρμοῦ͵ ἀλλὰ καὶ τῆς Σελήνης·

ὁ πρῶτος ὀνομάζεται Σωθὲς παρ΄ Αἰγυπτίοις͵

Σιτῶν δὲ τούτου δεύτερος͵ Χειούμης δὲ πάλιν τρίτος.

Ὁ πρώτιστος ἀποτελεῖ ἀγαθοὺς καὶ ἡσύχους͵

ἐξ ἐπινοίας τὰ πολλὰ κτωμένους ἐν τῷ βίῳ͵

πολυμερίμνους͵ ταπεινοὺς͵ ἀλλὰ καὶ πολυφίλους͵

καταπονοῦντας τοὺς ἐχθροὺς ἐξ ἐπιτηδευμάτων͵

δυστυχοῦντας δὲ μάλιστα ἐν γάμῳ καὶ πενθοῦντας͵

μεγάλους μὲν τὸ μέγεθος καὶ πρὸς τρίχας ὡραίους͵

τοὺς ὀφρύας ἐπιτερπεῖς καὶ νευριποδαράτους͵

ἐπὶ δὲ τῶν ἀγκώνων τους͵ πρὸς δὲ καὶ τῶν μαστῶν τους

σημεῖα παραφέροντας ἐν δεξιῷ τῷ μέρει.

πρὸς ἔτη δὲ τὰ ἐν αὐτοῖς ἀφορῶντας κινδύνους·

τὸ θῆτα μόνον ψήφισον͵ ἰῶτα καὶ τὸ ἄλφα͵

τὸ κάππα μὲ τὸ πρώτιστον͵ τὸ λάβδα μὲ τὸ γάμμα͵

τὸ μῦ͵ τὸ θῆτα͵ τὸ δὲ νῦ πρόσθησον τῷ πισήμῳ͵

τὸ ξῖ καὶ γάμμα σὺν αὐτοῖς͵ τὸ ο τε καὶ τὸ ἄλφα·

εἰσάξομεν καὶ πρὸς τὸ πῖ πίσημον ἄλλον πάλιν.

ταὐτὰ δὲ καὶ τὰς θήλειας γεννωμένας προσνέμει.

Τοὺς δὲ καὶ πρὸς τὸν δεύτερον δεκανὸν γεννηθέντας

πλουσίους μὲν τραφήσεσθαι͵ κρείττονας δὲ γονέων͵

καὶ θάνατον τῶν ἀδελφῶν ὀψομένους καὶ δόξας

ἀπὸ τῶν ὄχλων ἔχοντας ἐννόμως καὶ δικαίως͵

πρὸς τέκνα καὶ γυναῖκάς τε οὐκ εὐτυχήσουν ὅλως·

μέλανας χρόας ἔχοντας͵ μικρὰ δὲ τὰ μεγέθη͵

ψιλὸν δὲ καὶ τὸ γένειον͵ τὰ δὲ σημεῖα ταῦτα·

μέσον εἰς τὴν κοιλίαν τους͵ ἐπὶ τοὺς ὀφθαλμούς τους.

ἔτος δὲ τούτων τέταρτον͵ ἕβδομον͵ δωδεκάδα͵

καὶ πρὸς τὸ κάππα τρία δὲ καὶ πρὸς τὸ μῦ τὰ δύο͵

πρὸς τὰ πενήντα τέσσαρα͵ λάβε καὶ ἑξήντα δύο͵

ἑβδομήκοντα τέσσαρα͵ δεύτερον ἐνενήντα͵

κινδύνους ἀποδώσωσι βαρεῖς τε καὶ μεγίστους.

τοὺς δ΄ ἐν τῷ τρίτῳ δεκανῷ φρονίμους καὶ γενναίους͵

ἀλλ΄ ἀγεννῶς διαστήσαντας καὶ τοὺς γονεῖς θανάτῳ͵

τὰ πατρικὰ μειώσαντας· πρὸς δὲ γυναῖκας ψόγος.

τὸ χεῖρον͵ ἐπιπέσουσιν τούτοις καὶ κερατίτζια·

ἐν δὲ στρατῷ διαπρέψαντας͵ εὐκινήτους ἐν ὅπλοις͵

μεσήλικας καὶ εὐτραφεῖς͵ ξανθοὺς͵ γλαυκοὺς λευκούς τε͵

προγάστορας καὶ λιπαροὺς͵ πλατεῖς ἐπὶ τὰ στήθη

καὶ πόνους ὑπομένοντας ἐντὸς τῶν σπλάγχνων τούτων͵

στρατιώτας αἱματοχαρεῖς͵ ἔχοντας καὶ κινδύνους·

τοῦ δέλτα ψῆφον φέρομεν͵ τοῦ ζῆτα καὶ τοῦ κάππα͵

μὲ τούτου καὶ τὸ τέταρτον͵ τὸ λάβδα καὶ τὸ γάμμα͵

τὸ μῦ͵ τὸ θῆτα καὶ τὸ νῦ͵ βῆτα προσενεκτέον͵

τὸ ξῖ͵ τὸ γάμμα ψήφισον ἀκριβῶς μή σε λάθῃ͵

ἑξήντα ἐννεὰ͵ ἑβδομήντα δυὸ͵ πῖ μὲ τὸ πισημίτζι.

Τοὺς δ΄ ἐν μεσεμβολήματι Λέοντος καὶ Καρκίνου

μηδ΄ ὅλως ἐπιβλέποντος ἀγαθοῦ πλανωμένου

τῶν γονέων καὶ συγγενῶν ἐκβαλλομένων ἔξω

μισθίους καὶ χοιροβοσκοὺς ἐκ τετραπόδων ζῶντας·

εἰ δ΄ ἀγαθοποιοῦ τινος ὁρῶντος κατὰ σχῆμα͵

σεσινωμένους παντελῶς πρὸς νόσους τε καὶ πάθη.

Ἔχει ὁ Καρκίνος ὅρια τῶν πέντε πλανωμένων·

ἑπτὰ μὲν μοίρας πρώτιστας Ἄρης ἐξουσιάζει·

καλοῦνται δὲ καὶ κινήσεις κίνδυνοί τε καὶ ἔχθραι

καὶ τὸ δεινὸν͵ ἐξορισμοὶ καὶ φόβοι καὶ δειλίαι.

ἀπὸ δ΄ ὀγδόης καὶ αὐτῆς ἕως τρισκαιδεκάτης

ἐπιθυμίαι φιλόκαλοι͵ αἳ καὶ τῆς Ἀφροδίτης.

ἐκ τεσσαρεισκαιδεκάτης ἕως ἐννεακαιδεκάτης

Ἑρμῆς φιλολογίαι τε συγκράσεις καὶ φιλίαι.

ἀπὸ δὲ καὶ τῆς εἰκοστῆς μέχρι καὶ ταύτης ἕκτης

ὁ Ζεὺς κατάρχων λέγεται τῆς ζωῆς δῶρος μέγας·

ἐν αὐτῷ γὰρ φιλότροφοι͵ ἀλλὰ καὶ φιλοκτίσται

καὶ εὐεργετικώτατοι πρὸς θεὸν ὅλως οὗτοι·

ἀπὸ δ΄ ἑβδόμης εἰκοστῆς μέχρι καὶ τῶν τριάντα

Κρόνος δεσπότης γίνεται ἀνωμαλίας γέμων·

οἱ ἐν αὐτῷ γεννώμενοι ἄνδρες τε καὶ γυναῖκες

πολύβουλοι καὶ μαντικοὶ͵ φθονοῦντες πρὸς ἀξίαν.

Ὑπόκειται δὲ κλίματα Καρκίνῳ τῷ ζῳδίῳ

Καρχηδονία͵ Ἀφρικὴ͵ ἀλλὰ καὶ Νουμιδία͵

σὺν Ἀρμενίᾳ Κολχικὴ͵ Φρυγία͵ Βιθυνία.

Ὑποτάσσει δὲ τοῦ σώματος στήθους τε καὶ καρδίας͵

σπληνὸς͵ στομάχου καὶ μαστῶν καὶ τόπων ἐγκρυφίων·

παθῶν τε εἶδος πέφυκεν ἐξ αὐτοῦ τοῦ ζῳδίου

λεπρῶν͵ λειχήνων͵ νεφελῶν͵ ἀλφῶν καὶ ἐκπληξίων͵

ὕδρωπος καὶ κυρτώσεων͵ φακῶν καὶ λεπιδίων.

Ἔχει δ΄ ἀστέρας ἐν αὐτῷ λαμπροὺς ἐν τῷ ὀστράκῳ͵

δύο πρὸς τοῖς δεξιοῖς ποσὶ͵ τοὺς δ΄ ἄλλους ἀναπρὸς ἕναν·

πρὸς δὲ καὶ πρώτιστον λαιὸν ἀστέρας ἄλλους δύο͵

ἐπὶ δὲ τρίτου καὶ λοιπὸν ἄλλον ἀναπρὸς ἕναν͵

ἐπὶ δὲ δεξιᾶς χηλῆς τοὺς τρεῖς ἀστέρας λέγω

καὶ εἰς τὴν ἀριστερὰν χηλὴν ἄλλους ἀστέρας δύο.

ἡ δ΄ Ἄρκτος ἡ μικρούτζικος ἀστέρας ἔχει τούσδε·

ἑπτὰ τὸν ἀριθμόν εἰσι͵ τρεῖς ἐπὶ τοῦ πλινθίου·

ὁ πρὸ ποδῶν αὐτὸς ἀστὴρ͵ καλεῖται δὲ καὶ Πόλος͵

οἱ δ΄ ἄλλοι δύο Χορευταὶ͵ ἰσολαμπεῖς οἱ πάντες.

Ἰδὲ Καρκίνον ῞Ηλιος τέμνει κατὰ τὸ μέσον

ἀπὸ Παϋνὶ τὰς δεκαεπτὰ͵ τοῦτ΄ ἔστιν Ἰουνίου͵

ἕως Ἐπιφὶ δεκαὲξ τοῦ μηνὸς Ἰουλίου.

Σεισμὸς ἐὰν γενήσεται τόπων τῆς ἄνω Ἀσίας͵

ἐν Πέρσαις ταραχθήσονται͵ καὶ νόσοι τε λιμώδεις

ἐμπεσοῦνται τῷ σώματι τῶν ἐν αὐτοῖς ἀνθρώπων

ὥστε καὶ σπάνι γίνεσθαι ἀνθρώπων πρὸς τὰς πόλεις.

Εὐρώπης δὲ ἡ Κολχικὴ͵ Βιθυνία͵ Φρυγία

τοιούτοις ὁμιλήσουσι κακοῖς παραπλησίοις͵

καὶ πρὸς Σελήνης ἔσονται ἐκλείψεις διαφόροις.

καὶ ὅτι τόδε ζῴδιον Σελήνης οἶκος πέλει͵

ὕβριν δὲ πλείστην γυναιξὶν͵ μᾶλλον ταῖς ἑταιρίδαις͵

ὅτι καὶ θῆλυ ζῴδιον Καρκίνος͵ καὶ Σελήνης

ἐξ ὑγρασίας ἐχούσης τὰς φύσεις ἐκ τῆς γαίας.

Εἰ δὲ Σελήνης ἐν αὐτῷ βροντὴν καταρραγῆναι͵

ταραχαὶ μὲν τοῖς πράγμασιν ἔσονται καινοτέροις

καὶ οἱ καρποὶ ἀνόνητοι͵ ὡς ἐπὶ τῇ θαλάσσῃ

ναυτίλοι κινδυνεύσουσιν͵ ἄφθονοι δὲ ἰχθύες.

εἰ δὲ νυκτὶ͵ Αἰθίοψιν ὄλεθρος καὶ τοῖς Πέρσαις·

οἱ δ΄ οἰκοῦντες τοῖς δυτικοῖς ἐν λιμῷ πεπτωκότες

εἰς Αἴγυπτον προσφεύξονται͵ νὰ φάγωσι ψωμίτζιν.

Εἰ δ΄ ἐπισκήψῃ κεραυνὸς πρὸς ὕλην͵ ὁ καυσώδης

ὁ καιρὸς ἀποβήσεται͵ λεῖψις δὲ τῶν ὑδάτων·

εἰ δ΄ ἐπὶ θάλατταν πεσὼν͵ στόλοι τῶν πολεμίων

τὸ κλίμα συνταράξουσιν ἀλλὰ καὶ ναυμαχίαι·

εἰ δὲ καὶ πρὸς δημόσιον τὸ πῦρ κατενεχθείη͵

θηρία ἐνοχλήσουσιν τὰ κτήνη τε καὶ ὄφεις·

ἐπὶ δὲ τεῖχος͵ πόλεμοι καὶ δόλοι καὶ κακίαι.

 

 

Λέων.

Βούλομαι καὶ τὸν Λέοντα προσλέξαι κατὰ μέρος͵

ἀρσενικὸν͵ βασιλικὸν͵ θερμόν τε καὶ πυρῶδες͵

στερεὸν͵ ἀμετάτρεπτον͵ θυμικὸν καὶ ὀργίλον͵

ἀρχικὸν͵ δυσυπότακτον͵ ἀσελγὲς καὶ τετράπουν·

κόσμου μὲν ἐπαναφορὰ͵ οἶκος δὲ καὶ Ἡλίου

ὕψωμά τε καὶ κοίλωμα μηδενὸς τῶν πλανήτων͵

τοῦ Κρόνου δ΄ ἐναντίωμα͵ τρίγωνον μὲν ἡμέρας

Ἡλίῳ σχηματίζεται͵ Διί τε πρὸς τὴν νύκταν.

Καὶ τῷ μὲν πρώτῳ δεκανῷ ἐξ Αἰγύπτου Χαρχνούμης͵

καὶ τῷ δευτέρῳ μὲν Ἐπεὶ͵ τῷ δὲ τριτάτῳ Φούπω͵

ὧν καὶ παρανατέλλοντα τυγχάνει τάδε ζῴδια·

ἐν τῷ πρωτίσῳ δεκανῷ τὸ ἥμισυ τοῦ Σκάφους͵

τοξεύων Κυνοπρόσωπος καὶ τὰ μέσα τοῦ Ὄνου͵

καὶ τῷ δευτέρῳ δεκανῷ τὸ λοιπὸν ἐκ τοῦ Σκάφους

καὶ χεῖρας ἔχον εἴδωλον ἐκτεταμένας ἄνω

καὶ Κύμβαλά τε καὶ Κρατὴρ καὶ Φρύγιον αὐλοῦντες͵

ὁ νῶτός τε ὁλόκληρος Ὕδρου τοῦ δεινοτάτου

καὶ Ὄνου τὸ μεσαίτατον τοῦ τῆς δωδεκαώρου͵

ἐν δὲ τῷ τρίτῳ δεκανῷ Διφρελάτης βαστάζων

τροχὸν ἐν ταῖς χερσὶν αὐτοῦ Ἅρματος τοῦ Λυδίου

καὶ ὄπισθεν Μειράκιον καὶ τὰ μέσα τοῦ Ὕδρου͵

τοῦ Ὄνου δὲ τὰ ἔσχατα τοῦ τῆς δωδεκαώρου.

Φέρουσί τε τὰ πρόσωπα οἱ δεκανοὶ τῇ τάξει

τοῦ Κρόνου τε καὶ τοῦ Διὸς͵ Ἄρεος δὲ ὁ τρίτος.

Παρανατέλλει δὲ λαμπρὸς ἀστὴρ τούτου πλησίον

πρὸς τὸν αὐχένα τοῦ δεινοῦ Ὕδρου τε τοῦ μεγάλου

πρὸς τρεῖς μοίρας τε καὶ λεπτὰ τὸν ἀριθμὸν σαράντα͵

μήκους δευτέρου͵ κράσεως Κρόνου καὶ Ἀφροδίτης·

ἐν δὲ τῇ ἕκτῃ καὶ λεπτὰ βόρειος ἄλλος δέκα

ἀστὴρ λαμπρὸς καὶ μέγιστος Διὸς κράσεως πέλων

ἐν καρδίᾳ τοῦ Λέοντος͵ καλεῖται Βασιλίσκος͵

καὶ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ βόρειος πρώτου πέλων

μεγέθους τε καὶ κράσεως Κρόνου καὶ Ἀφροδίτης.

Ὁ δὲ πρώτιστος δεκανὸς ἀποτελεῖ τοιούτους·

ἄρξαντας ὄχλου καὶ λαοῦ͵ ἀλλὰ καὶ εὐεργέτας͵

ὀξεῖς καὶ ὑποτάσσοντας͵ μὴ καταφρονουμένους

καὶ ψόγους ἐπιφέροντας αὐτοὺς διὰ γυναῖκας͵

εὐμήκεις τε καὶ ἐρυθροὺς͵ τὸ πρόσωπον ὡραίους͵

εὔοπας καὶ λεπτοκνήμους͵ πονοῦντας περὶ πόδας.

τὸ πρῶτον͵ τὸ ἑνδέκατον καὶ εἰκοστὸν τὸ τρίτον

................

πεντηκοστὸν τὸ ἕβδομον͵ ἑξήντα τὸ ἐννέα͵

δεύτερον ἑβδομήκοντα καὶ τὸ τέταρτον τούτου͵

ὄγδοον τῶν ὀγδοήκοντα πρὸς κινδύνους ὁρῶσιν.

Ὁ δεύτερος δὲ δεκανὸς γεννήσει Ἀλεξάνδρου

τοῦ κτίστου καὶ Μακέδονος ὑπῆρχεν ὡροσκόπος͵

ἀποτελεῖ αὐτοκράτορας ὑποτάσσοντας πλείστους

καὶ φόρους ἀπελαύνοντας ἐκ δυναστῶν προσώπων

καὶ πόλεις ἐπικτίζοντας εὑρετάς τε χρυσίου͵

φρονίμους͵ εὐεργετικοὺς͵ ἀλλὰ καὶ εὐμεγέθεις͵

εὐρυστέρνους τὰ κάλλιστα͵ ἐκ δὲ μηροὺς πρὸς πόδας

ἰσχνούς τε καὶ λιγνούτζικους͵ πρὸς λόγον ἡδυτάτους

πονοῦντάς τε καὶ τοὺς νεφροὺς͵ ἔχοντας κλιμακτῆρας·

ἐκ τῶν ἐτῶν τὸ ἔννατον τὸ εἰκοστόν τε πρῶτον·

τριακοστὸν τὸ τέταρτον͵ σαρακοστὸν τὸ ἕκτον͵

πενήντα δυὸ͵ ἑβδομήκοντα τὸ τέλος ὑποστάντας.

Ὁ τρίτος δὲ ὁ δεκανὸς φρονίμους͵ πολυφίλους͵

βλάβας περὶ τὰ σώματα ἔχοντας ὀλεθρίας͵

εἰς ἀγῶνας βασιλικοὺς πάντοτε ὡς φρονίμους

κτημάτων ἀποτάξαντας͵ ἐκ γυναικῶν δὲ πάλιν

ἀποκερδήσαντας πολλὰ ἀπὸ τῶν προικημάτων͵

ἐρυθροὺς μὲν τὰ πρόσωπα͵ ἀλλὰ μεγαλοφθάλμους͵

ἀσθενεῖς πρὸς τὰ γύναια͵ πρὸς δὲ τὸ ἄλλον μέρος

ἀνδραγαθοῦντας θαρρικὰ ὡς οἱ κοπροκυλίσται.

θάνατος δ΄ ἐπικείσεται πρὸς τὸ ἕβδομον ἔτος

καὶ πρὸς τὸ τρισκαιδέκατον τὸ εἰκοστόν τε τρίτον͵

σαρακοστὸν τὸ τρίτατον καὶ τὸ πενήντα δύο͵

τὸ ἕκτον τῶν ἑξήκοντα͵ τέταρτον ἑβδομήντα͵

ἔννατον ὀγδοήκοντα τὸ τέλος τούτοις νέμει.

Εἰς τὸ δὲ μεσεμβόλημα καὶ θεριστὰς χρησίμους͵

τινὰς δὲ τούτων καὶ χωρὶς τῶν γυναικῶν τυγχάνειν.

Λέξωμεν καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων·

ἀπὸ τῆς πρώτης Λέοντος μοίρας μέχρι τῆς ἕκτης

ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται

καὶ ὕψος καὶ ἀνάβασις ἐκ σμικροτάτων τύχης·

ἀπὸ δ΄ ἑβδόμης καὶ αὐτῆς μέχρι τῆς ἑνδεκάτης

τῆς Ἀφροδίτης ὅρια κάλλιστα καὶ γλυκέα

πρὸ εὐτυχίαν͵ προκοπὴν͵ φιλίαν μεγιστάνων.

ἀπὸ δ΄ ἑξάδος τῆς διπλῆς καὶ ὀκτωκαιδεκάτης

Κρόνος πολεύει καὶ κρατεῖ καὶ πολυετὴς καλεῖται͵

κατεψυγμένους παντελῶς φρένας τε καὶ τὸ σῶμα·

ἐκ δὲ τῶν ἐννεακαίδεκα καὶ εἰκοσιτεσσάρων

Ἑρμῆς λόγοι καλούμενος τιμή τε καὶ παιδεία·

ἀπὸ δὲ πέμπτης εἰκοστῆς καὶ τριακοστῆς ὁ Ἄρης

ἀσελγείας͵ αἰσχότητας͵ μόχθους͵ κακοπαθείας

ἐν ἄκροις τοῖς τοῦ σώματος δεινῶς περιπεσοῦντας.

Τὸ δ΄ εἴδωλον τοῦ Λέοντος ἐπάνω εἰς τὸ κεφάλιν

ἰσολαμπεῖς͵ ἰσομήκους κέκτηται τρεῖς ἀστέρας͵

ἐπὶ δὲ τοῦ τραχήλου του ἄλλους δύο ἀστέρας͵

ἐπὶ τῆς ῥάχης ἄλλους τρεῖς͵ ἐπὶ τὸ στῆθος ἕναν͵

καὶ κάτωθεν τοῦ στήθους του ἀστέρας ἄλλους δύο͵

εἰς τὸν πόδα τὸν ἔμπροσθεν ἕναν λαμπρὸν ἀστέρα͵

εἰς δὲ τὸ ἄκρος τῆς οὐρᾶς ὅμοιον ἕνα τούτου͵

τοὺς πάντας πεντεκαίδεκα͵ καὶ γνώριμος ὑπάρχεις.

ὁ δ΄ Ὕδρος σὺν τῷ Κόρακι ἑπτὰ φέρει ἀστέρας

καὶ ὁ Κρατὴρ ἄλλους κἂν τρεῖς͵ οἱ πάντες τούτων δέκα.

Τὸν Λέοντα τὸ ζῴδιον ῞Ηλιος σελασφόρος

τέμνει κατὰ τοῦ Ἐπιφὶ τῇ ὀκτωκαιδεκάτῃ͵

τοῦτ΄ ἔστιν τὸν Ἰούλιον μῆνα μέχρι Αὐγούστου͵

ᾧ κλῆσίς τε καὶ Μεσορὶ τῶν ὀκτώ τε καὶ δέκα.

Εἰ σάλον ἐπιβήσεται γενέσθαι κατὰ γαίας͵

οὐκ ἀγαθὸν γενήσεται πρὸς τὴν ἄνω Ἀσίαν

Εὐρώπην τε͵ καὶ τοῦ λοιποῦ κόσμου κακὰ σημαίνει.

πάντα γὰρ τὰ βοσκήματα λιμῷ διαφθαροῦνται͵

καὶ βρούχους ἐπὶ τοὺς καρποὺς καὶ νέφη τῶν ἀκρίδων·

φθοραὶ δὲ ἔσονται ἀνδρῶν ἐκ νόσων βαρυτάτων

ὡς μονωθῆναι σύνεγγυς συνοικέσια τούτων.

οἱ λέοντες δ΄ ἐξορμήσουσιν ἐν οἷς γίνονται τόποις͵

κατ΄ ἀνδρῶν φονικώτεροι· ἔνθα δὲ μὴ κακῶσι͵

πυρετὸς ὁ δεινότατος ἀνδράσιν ἐπιπέσῃ.

πρὸς ῞Ηλιον ἀνίσχοντα κακῶς καὶ λυμανῶνται.

Σελήνης ἐν τῷ Λέοντι εἰ ἐν ἡμέρᾳ βροντήσει͵

δόλος κατὰ βασιλέων͵ θάνατος δὲ τοῦ πλήθους

καὶ ἄφθονος ὁ θερισμὸς καὶ πολλαὶ ἀδικίαι.

εἰ δ΄ ἐν νυκτὶ γενήσεται͵ καὶ τότε βασιλείαν

δόλος προσβουλευθήσεται͵ φθοραὶ δὲ τῶν ὑδάτων

καὶ πτῶσις ἐπικείσεται προσώπων μεγιστάνων.

Ἡλίου ὄντος ἐν Λέοντι εἰ κεραυνὸς ἐμπέσῃ͵

πολλὰ σημαίνει τὰ κακά· πρὸς δ΄ αὐτοὺς τοὺς κρατοῦντας

ὄλεθρός τε καὶ πόλεμοι καθολικὴ φθορά τε

καὶ πόλεις ἐξ ἀνατολῆς πυριφλέκτους δηλώσει.

Ὑπόκεινται τῷ ζῳδίῳ καὶ τόποι τῶν κλιμάτων

Ἀσία Ἰταλία τε͵ ἀλλὰ καὶ Γαλατία͵

Χαλδαία Ἀπουλία τε͵ Φοινίκη͵ Ὀρχηνία͵

τῶν δὲ τοῦ σώματος μερῶν· νεφρῶν͵ ὀστῶν͵ ὀσφύος͵

καρδίας καὶ ὁράσεως· προσνέμει καὶ ἀνδρείαν.