Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 7η συνέχεια


Τοξότης.

Ὁ Σκορπίος τέλος ἔλαβεν͵ ἰδοὺ καὶ ὁ Τοξότης͵

ἀρσενικὸν͵ ἡμερινὸν͵ ἀνωφερὲς͵ πυρῶδες͵

ἀγαθὸν͵ ὀλιγόγονον͵ ἀλλὰ καὶ αἰνιγματῶδες͵

ἡμιτελὲς͵ βασιλικὸν καὶ ἡγεμόνας ἔχον͵

τοῦ μετοπώρου͵ συνετὸν ὀρθόν τε καὶ φωνῶδες͵

τοῦ κόσμου δὲ ἀπόκλιμα͵ εὐμετάβολον λίαν͵

οἶκος Διὸς καὶ λαμπηνὴ μοιρῶν πέντε καὶ δέκα·

πρὸς τρίγωνον ἡμέρας μὲν Ἡλίου σελασφόρου͵

πρὸς δὲ τὸν Δία νυκτερινὸν τόδε τὸ σχῆμα φέρει.

Ἔχει δὲ καὶ τοὺς δεκανοὺς ἴσους τῶν ἄλλων ζῴδιων·

ὁ πρῶτος Ριὸ λέγεται͵ ὁ δεύτερος δὲ Σεέμε͵

ὁ δὲ καὶ τρίτατος Κομμὴ ἐκ λαμπροτάτης τύχης.

Φέρουσι δὲ καὶ πρόσωπα οἱ δεκανοὶ καὶ φύσεις·

ὁ πρῶτος ἔχει τοῦ Ἑρμοῦ͵ ὁ δεύτερος Σελήνης͵

τοῦ Κρόνου δὲ ὁ τρίτατος͵ ὃν καὶ παρανατέλλει

λαμπρὸς ἀστὴρ καὶ μέγιστος πέλων ἐπὶ τῆς Λύρας

καὶ Λυρικὸς καλούμενος͵ κράσεως Ἀφροδίτης.

Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλει τάδε·

Δαίμων τις κατακέφαλα Τάλας προσκεκλημένος

καὶ Κόραξ ψαύων κεφαλῆς αὐτοῦ͵ λέγω τοῦ Τάλα͵

ἀπεστραμμένος δὲ Κύων καὶ κεφαλὴ ὀρνέου͵

ταχυτάτου Ἱέρακος τοῦ τῆς δωδεκαώρου·

τῷ δὲ δευτέρῳ δεκανῷ Κηφεὺς παρανατέλλει

εἰσβάλλων κατὰ τοῦ Θηρὸς δεξιὰν αὐτοῦ χεῖρα͵

καὶ τὸ μέσον τοῦ Ἱέρακος τοῦ τῆς δωδεκαώρου͵

τῷ δὲ τριτάτῳ δεκανῷ ἡ κάρα τοῦ Θηρίου͵

τῆς Ἄρκτου τὸ ἡμίτομον͵ τὸ λοιπὸν τοῦ Δελφῖνος

καὶ Πελαργός τις κάτωθεν ἐν τῇ δωδεκαώρῳ.

Ἀποτελεῖ ὁ πρώτιστος ἀγαθοὺς͵ ζηλοτύπους͵

εὐχρηματίστους καὶ καλοὺς σωθέντας τ΄ ἐκ κινδύνων

καὶ ὀψομένους θάνατον ἰδίων γεννητόρων

καὶ πολλοὺς διατρέφοντας ὡς ἐξ ἀγαθοσύνης͵

ἀρχιερεῖς καὶ στρατηγοὺς͵ ἀλλὰ καὶ ἐπιτρόπους

καὶ κέρδος μέγαν ἕξοντας ἐκ γυναικῶν πλουσίων͵

τὸ μῆκος λίαν εὐπρεπεῖς͵ τοὺς ὀφθαλμοὺς ὡραίους͵

τὰς μύτας μακρυλούτζικες ὀφρύας τε μεγάλας.

κλιμακτῆρες δ΄ ὑπόκεινται ἐν ἔτει ἑνδεκάτῳ

τῷ εἰκοστῷ δευτέρῳ τε͵ τριακοστῷ τῷ τρίτῳ͵

τῷ ἕκτῳ τεσσαρακοστῷ͵ πεντηκοστῷ τριτάτῳ͵

ἑξήντα τριὰ͵ ἑβδομήντα τριὰ͵ ἕκτον τῶν ὀγδοήντα.

Ὁ δεύτερος δὲ δεκανὸς πένητας καὶ ἀρρώστους͵

ὑπὸ συμβίων μάλιστα προσευεργετουμένους͵

λαβόντας πεῖραν τὴν δεινὴν ἐκ τομῆς αἱματώδους.

εἰ δ΄ ἴσως ἀγαθοποιὸς ἀστὴρ προσεπιβλέπει

τὰ κακὰ διαλύσοντας͵ πραγματευτὰς δὲ τούτους

ἐκ χρυσοῦ καὶ ἀργύρου τε συντόμως καταστήσει͵

πλὴν ὠχροὺς μὲν τὰ πρόσωπα͵ εὐόφρυας δὲ τούτους͵

ἰσχνοὺς σπονδύλους ἔχοντας͵ σημεῖον ἐν τὸ στῆθος.

ἰῶτα καὶ ἄλφα ψήφισον͵ ἰῶτα καὶ τὸ θῆτα͵

τὸ κάππα καὶ τὸ πρώτιστον͵ τὸ λάβδα μὲ τὸ βῆτα

τὸ μῦ τε μὲ τὸ πίσημον͵ τὸ νῦ δὲ μὲ τὸ ἄλφα͵

τὸ ξῖ͵ τὸ ἄλφα καὶ τὸ ο͵ σὺν αὐτῷ καὶ τὸ βῆτα͵

ἔσχατον ἐνενήκοντα͵ σὺν τούτοις καὶ τὸ θῆτα.

Ὁ τρίτατος δὲ δεκανός· πλουσίους ἐκτραφῆναι

ἐκ γεννητόρων εὐγενῶν͵ ἀλλὰ καὶ παιδευμένων͵

πολλῶν ἐπιτροπεύοντας ἀρχόντων μεγιστάνων͵

ἐγγὺς δὲ τούτους ἵστασθαι εἰς βασιλεῖς μεγάλους.

εἰ δὲ καὶ μαρτυρήσει τους ὁ Ζεὺς κατὰ τὸ σχῆμα͵

ἐνδόξους καὶ βασιλικοὺς͵ δοξασθῆναι ἐν βίῳ

καὶ πόλεις ὑποτάσσοντας ἐν πολλῆς τῆς ἰσχύος.

εἰ δὲ πάλιν ὁ δεκανὸς ἐκ Κρόνου ὁραθείη

εἴτ΄ ἐπὶ Κρόνου ὅρια οὗτος προσανατέλλει͵

χρημάτων ἀποβάλλοντας πρὸς ἔχθρας τε καὶ μάχας·

ἔχοντας τὰ τοῦ σώματος ἐπισήμους τοιάδε·

εὔμηκες μὲν τὸ μέγεθος͵ τὸ πρόσωπον ὡραῖον

καὶ τὸν λαιὸν τὸν ὀφθαλμὸν ὡς ὑποκεχυμένον͵

τὸ στῆθος μὲν εὐρύτερον͵ ἀλλὰ καὶ τολμητίας.

πρὸς δ΄ ἔτος τὸ ἑνδέκατον καὶ εἰκοστὸν τὸ ἕκτον͵

ἐκ τῶν σαράντα ἔκβαλον τεσσάρων μόνον ψῆφον

καὶ νόησον· ἀπέμειναν λοιπὸν ἓξ καὶ τριάντα͵

σαράντα δυὸ͵ πενήντα ἓξ͵ ἑξήντα͵ ἑβδομήντα͵

πρὸς δὲ τοὺς ἑβδομήκοντα αὔξησον͵ νὰ ἔνι λίτρα·

ὀξεῖα τε καὶ σιχαντὴ ἡ πυμάτη τοῦ βίου·

καὶ γὰρ ἄφυκτον ἐν αὐτῇ τὸ τοῦ θανάτου τέλος.

Εἰς δὲ τὸ μεσεμβόλημα τὸν γεννηθέντα τοῦτον

ἐπίψογον͵ σαλούτζικον φέρει τὴν ἡλικίαν·

εἰ δὲ καὶ θῆλυ πέφυκεν ὡς ἐκ τοῦ θεματίου͵

ἔσται καὶ κούρβα ἀκράτητος ὡς ἡ Κρουσταλλινίτζα·

ὕστερον δὲ ἡ ταπεινὴ ἐκ πολλῶν ἐλασθεῖσα

μεγίστῳ συνελεύσεται ἀνδρὶ καὶ συγκοιτάσει

καὶ παρ΄ αὐτῷ προσμένουσα σώφρονα βίον ἕξει.

Ἰδοὺ τὰ πάντα τῶν δεκανῶν· θέλομεν τῶν ὁρίων·

ἀπὸ ζῳδίου πρώτης γὰρ καὶ μέχρι δωδεκάτης

ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ δύναμις καλεῖται.

ἐκ γὰρ τούτων τῶν δώδεκα εὐθὺς ἀποτελοῦνται

ἡγεμόναι καὶ βασιλεῖς πανάρετοι τὸν βίον.

ἀπὸ δὲ τούτων τῶν μοιρῶν ἕως ἑπτὰ καὶ δέκα

ἡ κάλλιστος καὶ θαυμαστὴ προσβλέπει Ἀφροδίτη͵

ἥτις καὶ ῥῆσις κέκληται͵ ἀλλὰ καὶ πλοῦτος μέγας·

τινὲς δ΄ ἐκ τούτων γίνονται͵ τῶν μοιρῶν λέγω ταύτης͵

ἀγαθοὶ καὶ φιλόμουσοι· τόδε κακὸν καλεῖται.

ἀπὸ δὲ τούτων τῶν μοιρῶν καὶ εἰκοστῆς τῆς πρώτης

Ἑρμῆς δυναμοδύναμος͵ ὃς καὶ πρᾶξις καλεῖται·

ἀποτελεῖ γὰρ πρακτικοὺς͵ φιλολόγους͵ ῥᾳθύμους͵

εὐφυεῖς ἐπισήμους τε͵ ἀλλὰ καὶ νοταρίους.

ἐκ δὲ δευτέρας εἰκοστῆς ἕως αὐτῆς τῆς ἕκτης

Κρόνος ἐπιστρατεύεται καὶ εὐτυχὴς τυγχάνει.

ἀπὸ δ΄ ἑβδόμης εἰκοστῆς καὶ μέχρι τριαντάδος

Ἄρης κατεκυρίευσε͵ μετάπτωσις καλεῖται͵

ἐξορισμοὺς καὶ κακώσεις καὶ τὸ δεινὸν͵ πενίαν.

Ὁ δὲ Τοξότης σύγκειται ἐξ ἀστέρων γνωρίμων͵

τὴν κλῆσιν ἐπελάβετο τῆς ἑκατηβολίας·

δυὸ γὰρ ἐπὶ κεφαλῆς οὗτος ἀστέρας ἔχει͵

ἕνα εἰς τὸν ἀγκῶνά του πρὸς δεξιὸν τὸ μέρος͵

ἐπὶ τὴν ἄκραν τῆς χειρὸς ἄλλον ἀστέρα ἕνα͵

μέσα εἰς τὴν κοιλίαν του ἕναν μέγαν παρ΄ ὅλους͵

ἐπὶ τὴν ῥάχην δύο τε͵ ἐπὶ τῆς κέρκου δύο͵

εἰς γόνυ δὲ τὸ ἔμπροσθεν καὶ τοῦ ποδὸς τὸ ἄκρον

καὶ εἰς γόνυ δὲ τὸ ὄπισθεν ἄλλον ἀναπρὸς ἕνα·

τοῦ δὲ Τοξότου ὁ οἰστὸς ἐπὶ τὸ βέλος ἕνα͵

κατὰ τοῦ ξύλου μέσον δὲ ἕναν λαμπρὸν ἀστέρα͵

ἐπὶ δὲ τοῦ χηλώματος ἀστέρας ἄλλους δύο.

Τὸ ζῴδιον τοῦ Τοξότου δὲ οἱ τόποι τῶν κλιμάτων

ὑπόκεινται καὶ φαίνονται ὡς ἐκ τοῦ Ρητορίου·

Ἀραβίας εὐδαίμονος͵ Κιλικίας καὶ Τύρου

ἁπάσης γαίης Κελτικῆς͵ πρὸς δὲ καὶ Ἱσπανίας͵

τῶν δὲ τοῦ σώματος μερῶν μηρῶν τε καὶ βουβώνων·

ἀποτελεῖ δὲ φαλακροὺς ἢ καὶ περισσομέλους͵

ἔχοντας συγγενήματα ἴσως καὶ ἐπιλήψεις͵

πήρωσιν καὶ τῶν ὀφθαλμῶν͵ πόνους ἐκ τῶν ῥευμάτων.

Καὶ τοῦτο δὲ τὸ ζῴδιον διέρχεται Φωσφόρος

ἐν ἤμασι τριάκοντα πρὸς μῆνα τὸν Ἀθύρα͵

τοῦτ΄ ἔστιν τοῦ Νοεμβρίου ἐκ τῶν ἑπτὰ καὶ δέκα

μέχρι Χοιὰκ τῶν δεκαεπτὰ͵ τοῦ Δεκεμβρίου λέγω.

Εἰ συμβῇ μὲν γενήσεσθαι σεισμὸς κατὰ τὴν γαῖαν͵

ὡς ἐκ λιμοῦ φθαρήσονται τὰ γεννήματα πάντα

τῶν χωρῶν καὶ τῶν πόλεων τῶν ἀναγεγραμμένων.

πόλεις δὲ κινδυνεύσουσίν τινες ἐκ κατομβρίας͵

πρὸς δὲ φύσιν τὴν ἄρρενα βλάβη μεγίστη͵ νόει.

Πρὸς τούτοις δὲ καὶ κεραυνὸς εἰ πεσεῖται πρὸς χθόνα͵

εἰ μὲν πρὸς ὕλην͵ ἐμπρησμοὺς ταῖς ναυσὶ προμηνύει͵

εἰ δ΄ ἐπὶ ποταμὸν αὐτὸς͵ ναυμαχίων πολέμους͵

ὡς ἐρήμους κατὰ πολὺ τοὺς ἀνθρώπους γενέσθαι͵

κίνησιν δὲ καὶ τῶν Περσῶν καὶ αἰχμαλώτους πόλεις

συλλήβδην ληισθήσεσθαι παρὰ τῶν πολεμίων·

εἰ καὶ πολλάκις πρὸς δυσμὰς Ἡλίου ἐπισκήψει͵

πρὸς πόλεμον ἐμφύλιον σημαίνων ἐντυγχάνει.

Σελήνης δ΄ οὔσης ἐν αὐτῷ͵ τοῦτ΄ ἔστι τῷ Τοξότῃ͵

εἰ βροντῆσαι συμβήσεται πολλάκις ἐν ἡμέρᾳ͵

Πέρσαις ἀφανισμὸν δηλοῖ͵ φθορὰν δὲ τοῦ Σουλτάνου͵

οἱ καρποὶ δ΄ εὐτυχήσουσιν ἐξ εὐδίου χειμῶνος͵

πτώσεις ἀνθρώπων ἔσονται͵ χώραις αἰχμαλωσία·

εἰ δὲ νυκτὶ γενήσεται͵ δηλοῖ μὲν ἐπομβρίαν

καὶ κάματον ταῖς γυναιξὶ ταῖς οὔσαις πρὸς τὴν γένναν

καὶ νόσους καὶ δεινότητας καὶ θανάτους ἐξαίφνης

καὶ περιττεύει μὲν καρποὺς πολλοὺς ἐπὶ τὴν γαῖαν͵

ἐλλείπεσθαι δὲ πολλαχῶς τοὺς δαπανῶντας τούτους͵

καὶ σάλοι ἀλλεπάλληλοι καὶ ῥήξεις τῶν ἀνέμων·

ἀνὴρ δὲ δυνατώτατος συντόμως ἀπολεῖται.



Αἰγόκερος.

Τὸν Τοξότην πληρώσαντες Αἰγόκερον ζητοῦμεν͵

θηλυκὸν καὶ νυκτερινὸν͵ τροπικὸν καὶ πλαγίον͵

χειμερινὸν͵ ἀμφίβιον͵ λεπρῶδες καὶ ἀλφῶδες͵

φθοροποιὸν καὶ ἄγονον͵ κάθυγρον καὶ κυρτῶδες͵

ἡμιτελὲς͵ γεωργικὸν͵ λεπρῶδες͵ ἐψυγμένον͵

αἰνιγματῶδες͵ ἀσελγὲς͵ κατωφερὲς͵ χωλῶδες·

οἶκος τοῦ Κρόνου πέφυκεν ὕψωμά τε τοῦ Ἄρη

περὶ μοίρας εἴκοσι ὀκτὼ͵ ταπεινοῖ δὲ τὸν Δία

πρὸς μοίρας πεντεκαίδεκα͵ ἰσόμοιρον τῶν ἄλλων͵

καὶ τρίγωνον ἡμέρας μὲν τῆς Ἀφροδίτης πέλει͵

νυκτὸς τῆς ἡδυτάτης δὲ Σελήνης φωτοδόχου.

Καὶ τῷ μὲν πρώτῳ δεκανῷ τὸ ἥμισυ τῆς Ἄρκτου

τῆς μεγάλης καὶ Νηρηὶς καὶ Λύρα καὶ ἡ κάρα

Ἰχθύος καὶ τὰ ἔμπροσθεν τοῦ Κυνοκεφαλίτζη͵

τῷ δὲ δευτέρῳ δεκανῷ Γυνὴ ἐπὶ τοῦ θρόνου

καὶ τοῦ Τροχοῦ τὸ ἥμισυ καὶ τὸ μέσον Ἰχθύος͵

ἀλλὰ καὶ τὸ μεσαίτατον τοῦ Κυνοκεφαλίτζη·

ἐν δὲ τῷ τρίτῳ δεκανῷ ταῦτα παρανατέλλει.

τὸ λοιπὸν ἀπὸ τοῦ Τροχοῦ καὶ ἡ οὐρὰ τοῦ Ἰχθύος

καὶ Δαίμων ἄνευ κεφαλῆς βαστῶν τὴν κεφαλήν του͵

Θυτήριον καὶ τὰ ὄπισθεν τοῦ Κυνοκεφαλίτζη·

οὗτος δ΄ ὁ Κυνοκέφαλος ἔστι δωδεκαώρου.

Φέρουσι δὲ τὰ πρόσωπα ἐπὶ τῶν πλανωμένων·

ὁ πρῶτος φέρει τοῦ Διὸς͵ Ἄρεος δὲ ὁ μέσος͵

ὁ τρίτος τοῦ Ἡλίου τε͵ ὃν καὶ παρανατέλλει

λαμπρὸς ἀστὴρ καὶ μέγιστος πρὸς μοίρας τῆς ἑβδόμης͵

μεγέθους πρώτου͵ Ἄρεος καὶ Διὸς κρᾶσιν ἔχων.

ἀλλὰ καὶ ὀνομάζεται ἐξ Αἰγύπτου τοιῶσδε͵

ὁ πρῶτος μὲν Σμᾶ λέγεται καὶ ὁ δεύτερος Σροῦ τε͵

σὺν τούτοις καὶ ὁ τρίτατος Εἰσρὼ προσκεκλημένος.

Ὁ ἐν τῷ πρώτῳ γεννηθεὶς πρωτότοκος τυγχάνει͵

πολλάκις δὲ πρωτότροφος͵ βαθὺς͵ πεπαιδευμένος͵

ὑποτάσσων καὶ τοὺς ἐχθροὺς ὡς ἀγαθὸς τυγχάνων͵

κινδύνους ὑποστήσεται ἐκ συγγενῶν καὶ φίλων·

οὗτος δ΄ ἐκ τούτων ἀσινής τε θαρρικὸς ἐξέλθῃ

ζημίας τε κατὰ πολὺ ἐν πρώτῃ ἡλικίᾳ.

εἰς δὲ γυναῖκα τὴν δεινὴν οὗτος προσεμπεσεῖται.

εἰ δὲ πάλιν τῷ δεκανῷ ὁ Ζεὺς σχηματισθείη͵

ἕξει τοὺς χρόνους ἀγαθοὺς ὡς εὑρετὴς χρημάτων·

πολλοὶ δ΄ ὑποταγήσονται τούτῳ κατ΄ ἐξουσίαν·

ἔχει δὲ μῆκος μέγιστον͵ εὐρύτερον τὸ στῆθος·

περιπατῶν καὶ ἐν ὁδοῖς τὰ νευρικὰ κινεῖται.

καὶ κλιμακτῆρες ἔσονται ἐν ἔτεσι τοῦ βίου·

τὸ πρῶτον ἢ τὸ τέταρτον͵ πρὸς τούτοις ἄλλα πέντε͵

καὶ μετὰ τοῦτο ἕνδεκα καὶ πάλιν ἄλλα ἕξι͵

τὸ εἰκοστὸν τὸ δεύτερον͵ τριακοστὸν τὸ πρῶτον͵

σαρακοστὸν τὸ δεύτερον͵ πεντηκοστὸν τὸ ἕκτον͵

ἑξηκοστὸν τὸ τρίτατον͵ ἱστάμενον ἡ λίτρα.

Ὁ δ΄ ἐν δευτέρῳ γεννηθεὶς τῶν γεννητόρων ἴδῃ

τὸν θάνατον καὶ ἅπαντα φάγῃ τὰ πράγματά τους͵

πολλὰ ξενιτευόμενος ἐν ζημίαις τυγχάνων͵

καὶ συναναστραφήσεται μεγιστάνοις ἀνδράσι͵

ποικίλος ὢν τοῖς ἤθεσιν͵ οὗτος βραδυγαμήσει͵

πλὴν ἔσται ἀκατάστατος πρὸς γυναῖκα καὶ τέκνοις.

ἐκ θεοῦ δὲ κριθήσεται ὡς μοιχός τε καὶ πόρνος

καὶ λάβοι πράγματα πολλὰ ἐκ γυναικὸς πλουσίας.

σημεῖα δὲ τοῦ σώματος τοιαῦτα τούτῳ πέλει·

ὡραῖος μὲν τὸ μέγεθος͵ εὐπρεπὴς δὲ τὴν ὄψιν͵

ἡ ῥὶς προσαναβαίνουσα͵ πρὸς ὕψος ὀρεχθεῖσα͵

οἱ ὀφθαλμοὶ ἐνήδονοι͵ κακοήθης τυγχάνων͵

ἀλλὰ θερμὸς καὶ πονηρὸς͵ ἔχων καὶ κλιμακτῆρας

πρὸς ἔτος ἕκτον͵ ἔννατον͵ ἑνδέκατον τοῦ βίου͵

δίπλωσον τοῦτον͵ νὰ σωθῇς͵ πρόσθησον ἄλλα ἐννέα

καὶ τέλειον πάλιν ἀριθμὸν καὶ πάλιν ἑνδεκάδα·

εἰ βάλλεις ἄλλα ἕνδεκα͵ γίνονται ἑξήντα τρία·

πρόσθησον καὶ τρισκαίδεκα πρὸς αὐτοῖς καὶ τὰ πέντε.

Ὁ δ΄ ἐν τῷ τρίτῳ δεκανῷ ἐκ μεγάλων γονέων͵

οὗτος ἀνατραφήσεται σπαστρικῶς καὶ πλουσίως

καὶ πιστευθήσεται πολλὰ εὐπαίδευτος τυγχάνων͵

πολύφιλος καὶ χαροπὸς͵ ἀγχίνους͵ παιδεράστης·

ἡ δέ γε γυναικίτζα του ἀγαπᾷ τὸν Κολούπην·

ὕβρεις δεινὰς ἐκπέμψεται ὡς ὁ Βεστάρχης λέγω·

οὗτος ὡς σεισοκέφαλος ἐκ ξηρότητος ῥίζης͵

αὐτὸς γὰρ ὢν ξηρότατος͵ κοπρίζει αὐτοῦ τὴν ῥίζαν͵

ἀλλὰ κορφὴ ξηραίνεται καρπῶν ὑστερουμένη.

τὰ δὲ σημεῖα πέφυκε· κονδὸς ἐν τῷ σπονδύλῳ͵

μεσῆλιξ͵ θαλασσόφθαλμος͵ ἔχων καὶ κλιμακτῆρας·

τὸ δέλτα μόνον ψήφισον͵ τὸ ζῆτα αὐτὸ μόνον͵

ἰῶτα μὲ τὸ πρώτιστον͵ τὸ κάππα μὲ τὸ βῆτα͵

τὸ λάβδα μὲ τὸ τρίτατον͵ τὸ μῦ πισημωμένον͵

τὸ νῦ͵ τὸ βῆτα καὶ τὸ ξῖ͵ σὺν αὐτῷ καὶ τὸ γάμμα͵

τὸ ο͵ τὸ βῆτα πύματον͵ τὸ τέλος ἐν τοῖς ξένοις.

Εἰς δὲ τὸ μεσεμβόλημα γεννώμενος ὁ τάλας

ἐκβολιμαῖος πέφυκε καὶ βρῶμα τοῖς θηρίοις.

Ἔχει δὲ καὶ τὰ ὅρια τῶν εἰρημένων ζῴδιων·

ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μέχρι καὶ τῆς ἑβδόμης

Ἑρμῆς ἐπέχει καὶ κρατεῖ ἀποτελῶν τοιούσδε·

στομαχικοὺς καὶ καθαροὺς͵ ἀλλὰ καὶ ὀλιγοτρόφους͵

γραμματικοὺς καὶ νομικοὺς͵ μᾶλλον καὶ φιλοσόφους͵

διδασκάλους καὶ παιδευτὰς καὶ γραμματικωτάτους.

ἀπὸ δ΄ ὀγδόης καὶ αὐτῆς ἕως διπλῆς ἑβδόμης

ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ ἀποτελῶν φρονίμους͵

συντηρικοὺς͵ εὐσχήμονας καὶ παναρέτους βίου·

ἐκ δὲ τῶν πεντεκαίδεκα καὶ εἰκοστῆς δευτέρας

ἡ Ἀφροδίτη πέφυκεν ἀφροδιτικωτάτη͵

ἀποτελοῦσα σιχαντοὺς πρὸς βίον καὶ κηλήτας·

ἀπὸ δὲ τρίτης εἰκοστῆς καὶ μέχρι καὶ τῆς ἕκτης

Κρόνος ἀνάσσει καὶ κρατεῖ ποιῶν ἀνυποστόλους

αὐθεντικούς τε καὶ τραχεῖς͵ ἀλλὰ καὶ δικολόγους.

ἀπὸ δ΄ ἑβδόμης εἰκοστῆς καὶ μέχρι τριαντάδος

ἀφώτιστοι πεφύκασιν· Ἄρης ἐπέχει ταῦτα͵

ἀποτελεῖ ἐξορισμοὺς φιλίας τε καὶ κρύψεις͵

φυγὰς͵ δεσμοὺς καὶ φυλακὰς δεινότατα τῷ βίῳ͵

τοῦτο δὲ ἐν τὸ ζῴδιον Αἰγόκερον τυγχάνων.

Ἐπέχει καὶ τὰ κλίματα τὰ ὑποτεταγμένα·

χώραν Ἰνδῶν τὴν ἅπασαν͵ Ἀρειανὴν͵ Γεδρουσίαν͵

Θρᾴκην Μακεδονίαν τε τὴν ἔνδοξόν τε πόλιν͵

ἣ καὶ τὰ εἴδη δέχεται θαυμαστῶς τῆς Ἰνδίας·

τῶν δὲ τοῦ σώματος μερῶν γονάτων τε καὶ νεύρων͵

ἀποτελῶν καὶ ῥεύματα ἐξ ὑγρῶν κινημάτων͵

μανίας καὶ ὀχλήματα͵ ἀλλὰ καὶ ἀμαυρώσεις͵

ἀσέλγειαν͵ αἰσχρότητα͵ καὶ ἀσελγὴς τυγχάνων.

Ὁ δ΄ ῞Ηλιος διέρχεται ἐν ἤμασι τριάντα

ἀπὸ Χοιὰκ τῶν δεκαεπτὰ͵ τοῦτ΄ ἔστι Δεκεβρίου͵

μέχρι Τυβὶ τῶν δεκαοκτὼ͵ μηνὸς Ἰανουαρίου.

Εἰ σεισμὸς ἐπιβήσεται γενέσθαι τηνικαῦτα͵

τὰς ἄνω πόλεις ὄλεθρος καὶ ταραχὴν σημαίνει͵

καὶ χείμαρροι προσχώσουσιν καρπούς τε καὶ λειμῶνας.

κηρυχθήσεται καὶ ψευδὴς λόγος ἐκ τῶν ὀνείρων·

μεγάλων ἀρχόντων κίνησις καὶ ἐπιφάνειά τε

ἐμφύλιος ὁ πόλεμος͵ φόνοι καὶ στεναγμοί τε·

ἐν νυκτί ἐστι τὸ ῥηθὲν καὶ οὐκ ἔστι τῆς ἡμέρας.

Εἰ δὲ πολλάκις κεραυνὸς σφοδρὸς κατενεχθείη͵

εἰρηνικὰ τελέσματα͵ βροτοῖς τε τὴν ὑγείαν

καὶ μέγιστον τὸ ἔπαινον ἐν βασιλεῦσιν εἶναι.

Σελήνης δὲ τὸ ζῴδιον προσούσης εἰ βροντήσει͵

ἐπαναστῆναι τύραννον ἐν τῇ στενῇ θαλάσσῃ͵

καὶ οὗτος πολεμήσειε μέχρι Νείλου χωρίοις͵

ἀλλ΄ ἐκπεσεῖται τοῦ σκοποῦ καὶ τῶν ἐγχειρημάτων͵

τὰ δ΄ ἀναγκαῖα ἐλλιπῆ͵ καὶ διχόνοια ἔσται

μέσον πατέρων καὶ ἀδελφῶν καὶ ταραχαὶ ἀρχόντων.

οἱ Πέρσαι δ΄ ἠρεμήσουσιν εἰρηνεύοντες ἄγαν.

εἰ δὲ νυκτὶ γενήσεται ὁ πάταγος ἐξ ὕψους͵

ἔθνη πρὸς ἔθνος βάρβαρον κακῶς ἐξενεχθείη͵

χειμῶνες καὶ ναυάγια καὶ σάλοι πρὸς ἀνθρώπους.

Τὴν θέσιν δὲ τῶν ἐν αὐτῶν γνωρίμων τῶν ἀστέρων

ἀκριβῶς καταλέξωμεν συντόμως καὶ ῥᾳδίως.

ἔχει γὰρ ὁ Αἰγόκερος ἐν κέρασι πρὸς ἕνα͵

ἐν τῷ τραχήλῳ μέγιστον ἕναν λαμπρὸν ἀστέρα͵

καὶ ἄλλον ἐν τῇ κεφαλῇ͵ ἐν μύτῃ ἄλλον ἕναν͵

ἐν τῷ ποδὶ τῷ ἔμπροσθεν ἀστέρας ἄλλους δύο

ἐπὶ τοῦ στήθους δύο τε͵ εἰς τὴν ῥάχην δὶς δύο

καὶ πέντε εἰς τὴν γαστέραν του͵ ἀλλὰ καὶ εἰς τὴν οὐράν του

μεγάλους καὶ λαμπρούτζικους ἀστέρας ἄλλους δύο.