Ὑδροχός.
Ἰδοὺ τὸ τέλος εἴληφε͵ τὸν Ὑδροχόον θέλω͵
ὅπερ ἐστὶν ἀρσενικὸν͵ ἡμερινὸν͵ πλαγίον͵
φωνικὸν ἢ δροσόγονον͵ στερεὸν͵ ἀερῶδες͵
κατάψυχρον͵ ἀνωφερὲς͵ μᾶλλον δὲ καὶ ὑγρῶδες͵
ἀμετάβλητον͵ ἄγονον͵ ὀκνηρὸν καὶ νεκρῶδες͵
κόσμου μὲν ἐπαναφορὰ͵ κέντρου δυτικωτάτου͵
ὄγδοος τόπος πέφυκεν καὶ οἶκος ὁ τοῦ Κρόνου͵
ταπείνωμα καὶ ὕψωμα οὐδενὸς ἐντυγχάνων͵
τὸ δὲ σχῆμα τὸ τρίγωνον πρὸς Κρόνον τὴν ἡμέραν͵
πρὸς τὸν Ἑρμῆν δὲ τῆς νυκτὸς͵ τριδέκανον καὶ τοῦτον·
καὶ ὁ μὲν πρῶτος δεκανὸς φέρει τὸ προσωπεῖον
τῆς Ἀφροδίτης τῆς ὑγρᾶς͵ ὁ δεύτερος Ἑρμοῦ τε͵
ὁ τρίτος τῆς Σελήνης τε͵ ὃν καὶ παρανατέλλει
λαμπρὸς ἀστὴρ καὶ μέγιστος γνωριζόμενος πᾶσιν
καὶ λέγεται ὁ νότιος Ἰχθὺς ἐν μοίραις δέκα͵
πρώτου μεγέθους͵ κράσεως Ἑρμοῦ καὶ Ἀφροδίτης͵
πρὸς δὲ τὸ μέρος τοῦ βορρᾶ λαμπρὸς ἀστὴρ καὶ μέγας
Ὄρνις ὀνομαζόμενος πρὸς μοίρας δωδεκάτης͵
πρὸς μέγεθος καὶ κρᾶσίν τε ἴσος τῷ πρώτῳ πέλει.
αἱ κλήσεις δὲ τῶν δεκανῶν οὕτως παρ΄ Αἰγυπτίοις·
Πτιαῦ ὁ πρῶτος λέγεται͵ ὁ μετὰ τοῦτον Νάευ͵
Τουβίου δὲ ὁ τρίτατος ἔνδοξός τε καὶ μέγας.
Καὶ γὰρ εἰ λάχῃ πρώτιστος δεκανὸς ἐν γεννήσει͵
ἀποτελεῖ τὸν ἄνθρωπον πλούσιον͵ μέγαν πάνυ͵
παιδεύσεως ἀνάμεστον ἢ καὶ δικαιοκρίτην͵
φιλόσοφον͵ ἀδιάτροπον͵ ὡς μισοπονηρίτζην.
ἐκ δὲ τὸ δίκαιον αὐτοῦ ἐκδικούμενοι πάντες
τιμὰς μεγάλας νέμουσιν οἱ προσφυγόντες τούτῳ͵
κερδήσει δὲ καὶ πάμπολλα ἐκ γυναικὸς ἰδίας
καὶ φόνον τέκνων ὄψεται· τὰ δὲ σημεῖα τούτου·
κεκερασμένον πρόσωπον͵ οὐλὴν ἐπὶ τὸ στῆθος͵
καὶ τῶν ποδῶν οἱ δάκτυλοι ἐπικαμπυλωμένοι͵
...............
τὸ ἕβδομον͵ ἑνδέκατον ἐννεακαιδέκατόν τε͵
τὸ εἰκοστὸν τὸ δεύτερον͵ τριακοστὸν τὸ πρῶτον͵
πεντηκοστὸν τὸ ἕβδομον͵ ὀκτὼ τῶν ἑβδομήντα͵
καὶ τῶν ὀγδοήντα τέσσαρα͵ τῶν ἐνενήντα ἐννέα͵
τῶν ἑκατὸν ἀπέβγαλες ὀκτὼ μόνα ψηφίτζια·
ἐν τούτοις ἐπιβήσεται ἐν ἔτεσι τοῦ βίου.
Ὁ δὲ δεινὸς καὶ δεύτερος τοῦ γεννηθέντος͵ τάλαν͵
τί σε εἴπω͵ κακότυχε; κρεῖττον εἰ μὴ ἐγεννήθης.
κακοπαθήσεις πάμπολλα καὶ ἥδιστον οὐ μέρος·
κυκλέαν εἰς τὸ πρόσωπον ἡ κερὰ νά σε δώσῃ͵
καὶ φάρμακα νὰ γεύσῃ σε ὡς ἀπὸ τῆς ἐχίδνης͵
ἥτις ἔχει τὴν οἴκησιν ἐν Χρυσοπόλει πέρα·
καὶ γὰρ αὐτὴ τὸν ἄνδραν της οὕτως ἀποκαθαίρει·
ἀπόζεμάν τῳ ἔδωκεν͵ καὶ κατεδέξατόν το͵
καὶ ἄλλον πάλιν τον ἔδωκεν͵ ἀπῆρέν το καὶ ὑπάγει.
ὁ δὲ βίος ἀνάμεστος ὅλως ἐξ ἐγκλημάτων͵
πρὸς ναυάγια͵ ἐμπρησμοὺς͵ ἀποβολὴν χρημάτων͵
καὶ ἀετὸς οὐ φθάνει τον ἔχων ὀκτὼ πτερύγια.
μεσῆλιξ οὗτος πέφυκε͵ μελάγχρους δὲ τὸ σῶμα
καὶ μέσον περὶ τὴν ὀσφὺν σημεῖον ἕξει μέγα͵
καὶ τῶν ποδῶν οἱ δάκτυλοι αὐτοῦ διεσταλμένοι.
κλιμακτῆρες δ΄ ὑπόκεινται τῷ πανοικτίστῳ τούτῳ
πρὸς ἔτος τὸ δωδέκατον καὶ εἰκοστὸν τὸ ἕκτον͵
τριακοστὸν τὸ τρίτατον͵ διπλὰ εἴκοσι δύο͵
πενήντα ἓξ͵ ἑξήκοντα͵ σὺν αὐτοῖς καὶ τοὺς πέντε͵
ἡ λίτρα μὲ τὸ νόμισμα͵ καὶ ἄς τον παρακοπήσω͵
ὀγδοήντα μὲ τὰ τέσσαρα καὶ τὸ ἐνενήντα πέντε.
Τὸν τρίτατον δὲ δεκανὸν ἂν Ζεὺς προσμαρτυρήσῃ
ἢ καὶ κανεὶς τῶν πλανητῶν τῶν κακεστάτων φύσει͵
ἀποτελέσει μέγιστον κοσμοκράτορα θεῖον͵
ᾧ καὶ ὑποταγήσεται πάντα πρὸς ἐξουσίαν.
τὸ μῆκος ἔσται θαυμαστὸς͵ ὑπόξανθος τῇ φύσει͵
καὶ πρὸς τὸν ὦμον τὸν δεξιὸν͵ πρὸς δὲ καὶ τὴν μασχάλην
ἕξει σημεῖον μελανὸν ἐκ μήτρας κυοφόρου.
κίνδυνοι δ΄ ἐπιβήσονται ἐν ἔτεσι τοῦ βίου·
δεύτερον͵ ἕκτον͵ ἔννατον͵ δωδέκατον͵ σὺν τούτοις
τῆς εἰκοσάδος πρώτιστον͵ δεύτερον σαραντάδος͵
πενήντα ἓν͵ ἑξήκοντα͵ πρόσθες αὐτῷ καὶ δέλτα͵
ἑβδομήντα καὶ τέσσαρα͵ πλήρωσον τὴν δεκάδα.
Εἰς δὲ τὸ μεσεμβόλημα͵ νὰ ἴδῃς καλὰ παιγνίδια͵
κονδὸν͵ πιτζὰν͵ ὑπόχλωρον͵ ὑπόχολον δὲ μᾶλλον͵
ἀλλὰ καὶ Ἑρμαφρόδιτον͵ ὡς βλέπῃς εὐνοστίτζι͵
δίδυμον ἢ δικέφαλον͵ ἔχοντα γένειν μέγα.
καὶ ὅλως τοῦτο πέφυκε πάντως αὐτῷ σημεῖον.
Εἰσὶ δὲ καὶ τὰ ὅρια τῶν πλανητῶν ἀστέρων·
ἀπὸ τῆς πρώτης Ὑδροχοῦ μέχρι καὶ τῆς ἑβδόμης
Ἑρμοῦ καλοῦνται φυλακαὶ ἢ καὶ φιλοσοφίαι.
ἀπὸ δ΄ ὀγδόης καὶ αὐτῆς καὶ τῆς τρεισκαιδεκάτης
τῆς Ἀφροδίτης λέγεται͵ πολύτροφοι τυγχάνουν
καὶ πόνοι καὶ ἐπίτροποι γυναικῶν μεγιστάνων͵
ἀπὸ δ΄ ἑβδόμης καὶ διπλῆς ἕως τῆς εἰκοσάδος
ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ εὐδόξων καλεῖται.
ἀπὸ δὲ πρώτης εἰκοστῆς Ἄρης μέχρι καὶ πέμπτης͵
ἐν αἷς εἰσιν αἰχμάλωτοι καὶ δυσθάνατοι μᾶλλον͵
ἀκάθαρτοι καὶ ῥυπαροὶ· ἐξ ἀφορμῆς γὰρ πέλει
τοῦ Διὸς ἀνατέλλοντος ἐν ταῖς μοίραις πλησίον·
ἀπὸ δ΄ ἑξάδος εἰκοστῆς καὶ μέχρι τριαντάδος
ὁ Κρόνος ἐπαρέλαβεν͵ εἰ δ΄ Ἄρη σχῆμα φέρει.
ἀνατροφῆς τὴν ἔκπτωσιν ἀποτελεῖ ταχέως.
Τὰ δὲ παρανατέλλοντα τοῖς δεκανοῖς ἀστράσιν
εὐθύς σοι καταλέξομεν συντόμως καὶ ῥᾳδίως·
τῷ μὲν πρωτίστῳ δεκανῷ παρανατέλλει τάδε·
ὁ ποταμὸς Ἠριδανὸς͵ κατέχων καὶ τὴν κάλπιν͵
καὶ κάρα Ἵπποκράτορος καὶ Χεὶρ ἐκτεταμένη
καὶ κεφαλὴ τοῦ Ἴβεως τοῦ τῆς δωδεκαώρου.
τῷ δὲ δευτέρῳ δεκανῷ Ἱπποκράτορος μέσον
καὶ δύο ὄφεις ἔχοντας συναφὴν πρὸς ἀλλήλους.
τῷ δὲ τριτάτῳ δεκανῷ παρανατέλλει Κύκνος
καὶ Ἵππου τὰ ὀπίσθια καὶ Ἴβεως τὰ τέλη.
Καὶ κλίματα τὸ ζῴδιον καὶ τόπους ὑποτάσσει
Αἴγυπτον καὶ Σαρματικὴν͵ ἀλλὰ καὶ Ἀραβίαν͵
Σουγδιανὴν Ὀξίαν τε καὶ τὰ πλησίον τούτοις.
τῶν δὲ τοῦ σώματος μερῶν͵ σκελῶν͵ κνήμων καὶ νεύρων·
ὑδρωπικοὺς ἀποτελεῖ͵ ἀρθρητικοὺς͵ μαινώδεις͵
ἀποκόπους͵ τραυματικοὺς͵ ἐλεφαντιωμένους͵
ἰκτερικοὺς͵ μελάγχολας͵ πηροὺς διὰ τὴν κάλπιν.
Ἔχει δ΄ ἀστέρας ἀμαυροὺς τὸ ζῴδιον ἐν κάρᾳ͵
δύο τὸν ἀριθμόν εἰσι͵ πρὸς ἕναν εἰς τὸν ὦμον͵
ἐπὶ δ΄ ἰσχίου ἕτερον͵ ἐν τοῖς γόνασιν ἄλλον͵
ἐφ΄ ἑκατέρων τῶν ποδῶν πάλιν ἀναπρὸς ἕνα͵
ἡ δ΄ ἔκχυσις τοῦ ὕδατος ἐξ ἄστρων διαφόρων͵
ἐν οἷς δύο πεφύκασιν λαμπροί τε καὶ μεγάλοι.
Τέμνει δὲ τοῦτον ῞Ηλιος ἀφ΄ ἑπτακαιδεκάτης
Τυβὶ μηνὸς χειμερινοῦ͵ τοῦ τῶν Καλάνδων λέγω͵
ἕως Μεχὶρ τῶν δεκαὲξ Φεβρουαρίου τοῦδε.
Εἰ σεισμὸς ἐπιβήσεται γενέσθαι τὴν ἡμέραν͵
πόλεμοι ταραχθήσονται τῇ Μακεδόνων χώρᾳ
καὶ δεινῶς ἀφανίσουσι τοὺς ἐν αὐτῇ οἰκοῦντας͵
εἰ δ΄ ἐν νυκτὶ γενήσεται͵ ταῖς ἀνωτάτω χώραις
ἐπιπεσεῖται ταραχὴ καὶ θόρυβος ποικίλος.
Εἰ δὲ σκηπτὸς ὁ καυστικὸς͵ ἔνδειαν πλείστην φέρει
τοῦ θέρους καὶ τοῦ οἴνου τε͵ πρὸς δὲ καὶ τοῦ ἐλαίου͵
ὡς μεταστάντας ἅπαντας ἐκ τῶν ἰδίων χώρων.
Εἰ δὲ Σελήνης ἐν αὐτῷ βροντήσει ἐν ἡμέρᾳ͵
κλεινῶν ἀνθρώπων ἔκπτωσις καὶ ἐμπρησμοὶ μεγάλοι͵
ὁ δ΄ ἄμητος πολύφορος͵ ὕστερον δ΄ ἐν ἀκρίσιν
οὕτως δαπανηθήσεται͵ τοῦτο δὲ καὶ ἀμπέλοις͵
καὶ νόσοι πρὸς τὰ σώματα δεινῶς ἐπινοστήσουν·
οἱ δ΄ ἔνδοξοι γενήσονται ὡς πρὸς τὴν κάτω τύχην͵
οἱ κάτω δ΄ ἀναβιβασμῷ μεγίστῳ τε καὶ δόξῃ.
εἰ δὲ νυκτὶ γενήσεται͵ τῇ δύσει φέρει μάχας.
Ἰχθύες.
Τετέλεσται τὸ ζῴδιον͵ Ἰχθύων δὲ προσθῶμεν·
τὰ τούτων ἐπιλέξομεν πρὸς θέσιν τε καὶ τάξιν.
καὶ γάρ ἐστι τὸ ζῴδιον τοῦτο τὸ τῶν Ἰχθύων
θηλυκόν τε καὶ δίσωμον͵ νυκτερινὸν͵ πλαγίον͵
ὑδατῶδες͵ χειμερινὸν͵ λεπιδωτὸν͵ ἀλφῶδες͵
ἄφωνον͵ ἀμετάβλητον͵ ποικίλον καὶ λεπρῶδες͵
ὀχλικόν τε καὶ πτερωτὸν͵ καταφερὲς͵ ὑγρῶδες͵
κόσμου καλὸν ἀπόκλιμα καὶ Διὸς οἶκος πέλει͵
τῆς Ἀφροδίτης ὕψωμα ἐν εἰκοστῇ ἑβδόμῃ͵
Ἑρμῆς δὲ ταπεινούμενος πρὸς πεντεκαιδεκάτην·
τὸ τρίγωνον ἡμέρας μὲν πέλει τῆς Ἀφροδίτης͵
νυκτὸς δὲ πρὸς τὸν Ἄρεα· ἐπίκοινον Σελήνης.
Ἔχει δὲ καὶ τοὺς δεκανοὺς φέροντας προσωπεῖα
ὁ πρῶτος Κρόνου τοῦ ψυχροῦ͵ Διὸς δ΄ ὁ μετὰ τούτου͵
ὁ δὲ τρίτατος Ἄρεος τοῦ πολεμικωτάτου.
Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλει τάδε·
τοῦ Πηγάσου τὸ ἔμπροσθεν ἵππου ἐπτερωμένου
καὶ τῆς Ἐλάφου κεφαλὴ ἔχουσα ὄφεις δύο
καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ ἡ ἀρχὴ τοῦ Λίνου͵
τῷ δὲ δευτέρῳ δεκανῷ τὸ τρίτον τῆς Ἐλάφου͵
μᾶλλον Ὁ ἐν τοῖς γόνασι͵ τὸ μέσον τῆς Ἐλάφου
καὶ μέρος τι τοῦ Κόρακος καὶ τὸ ἥμισυ τούτου͵
τῷ δὲ τριτάτῳ δεκανῷ τὸ ὄπισθεν τῆς Ἐλάφου͵
Τοῦ ἐν γόνασιν ἥμισυ καὶ τὸ τέλος τοῦ Λίνου
ἡ κεφαλὴ τοῦ Κόρακος τοῦ τῆς δωδεκαώρου.
παρανατέλλει τούτῳ δὲ λαμπρὸς ἀστὴρ καὶ μέγας
ὅστις τοῦ Ἵππου πέφυκεν μεγέθους πρώτου πέλων͵
πρὸς Ἄρην δὲ καὶ τὸν Ἑρμῆν τὴν κρᾶσιν παραφέρει.
τὸ δ΄ ὄνομα τῶν δεκανῶν ἐξ Αἰγύπτου τοιῶσδε·
πρῶτος Χοντάρε κέκληται͵ Τπιβίου δὲ ὁ μέσος͵
ὁ τρίτος Βιουτίου τε· καὶ γεννήσεις προσλέξω·
Ὁ ἐν πρωτίστῳ γεννηθεὶς λυπηθῇ ἐπὶ τέκνοις͵
εὖ ποιῶν δὲ τὰ βέλτιστα τοὺς ὑποτασσομένους.
κίνδυνος δ΄ ἐπικείσεται πρὸς τῷ τραχήλῳ τούτου
καὶ μόλις ἀποσκάσεται τῆς δεινῆς ἀρρωστίας͵
ἐκφυγὼν δὲ δεινότητας καὶ τὰς ἀνωμαλίας͵
καλοὺς καιροὺς βιώσεται ἐκ γυναικὸς κερδήσας͵
τεκνώσει δὲ καὶ μετ΄ αὐτῆς καὶ χαρήσεται λίαν.
ὡραῖος μὲν τὸ πρόσωπον͵ μέγας τὴν ἡλικίαν͵
εὐρύτατος τοὺς ὤμους του͵ ἀλλὰ βαδίζων οὗτος
ἐκ τῶν ποδῶν ἐξέρχεται κτύπος ὡς ἐκ τῶν νεύρων.
πρὸς δὲ κινδύνους ἀφορᾷ τοὺς ὄντας ἐν τῷ βίῳ·
διπλὴν ἑξάδα͵ σὺν αὐτῇ καὶ διπλὴν ἑνδεκάδα͵
εἴκοσι πέντε ἢ εἴκοσι ἑπτὰ͵ τριάντα τρία͵
σαράντα δυὸ͵ πενήντα δυὸ͵ τέσσαρα τῶν ἑξήντα͵
τρία καὶ ἑβδομήκοντα καὶ τὸ πῖ μὲ τὸ βῆτα.
Ὁ δ΄ ἐν δευτέρῳ γεννηθεὶς τραφήσεται πλουσίως
καὶ διαστήσει τοὺς γονεῖς φαγὼν τὰ πράγματά τους.
οὗτος δὲ κτήσεται πολλὰ ἐμπορικὸς τυγχάνων͵
περίκτητος͵ φιλάνθρωπος͵ ἀλλὰ καὶ παιδευμένος͵
εἰδὼς καὶ τὰ οὐράνια ἠρέμῳ ἐν τῷ βίῳ͵
πιστεύων πιστευθήσεται͵ στερηθεὶς ἀπὸ φίλων·
γαμήσει δὲ καὶ γυναῖκα κατ΄ αὐτοῦ μελετῶσαν.
οὗτος καὶ χωρισθήσεται κατανοήσας ταύτην.
εἰ δὲ πολλάκις ἀγαθὸς ἀστὴρ προσεπιβλέπει͵
καλὴν γυναῖκα λήψεται καὶ καλοῦ τέλους τύχῃ.
μεσῆλιξ μὲν τὸ πρόσωπον͵ εὐπρεπὴς θεωρίᾳ͵
ἡ θρὶξ ἐπιμελαίνουσα͵ κἂν ἀραιὰ τυγχάνῃ.
δεινοὶ δὲ τούτῳ πρόσκεινται ἐκ θεοῦ κλιμακτῆρες·
ἕξι τῶν δέκα νόησον͵ πάλιν τρία τῶν δέκα
καὶ θὲς αὐτὸν τὸν ἀριθμὸν καὶ διπλὴν τὴν ὀκτάδα͵
τὴν δὲ δεκάδα πλήρωσον καὶ πάλιν τρίπλωσέ την͵
τετράπλασον͵ ἐπίβαλον ἄλλα κἂν δυὸ ψηφίτζια͵
πεντάπλασον͵ ἑξάπλασον͵ βαλὼν ἀναπρὸς ἕνα͵
σὺν αὐτῷ πρόσθες καὶ ὀκτὼ͵ ἑπτάπλασον δὲ πάλιν͵
δύο καὶ πέντε ἐπίβαλον͵ καὶ τέλος ἔχει μόρου.
Ὁ δ΄ ἐν τῷ τρίτῳ δεκανῷ πολύφιλος τυγχάνει·
ἕξει δὲ σῖνος τὸ δεινὸν πρὸς τοῦ σώματος μέρος.
θάνατον ἴδῃ γυναικὸς ἀλλὰ καὶ τῶν παιδίων·
ἔχει γὰρ τὴν κατοίκησιν ἐν παραλίοις τόποις͵
πρὸς ὀξεῖς ξυμμαχήσεται μετ΄ ἀνδρῶν μεγιστάνων.
ὅσα δὲ φέρει γονικὰ͵ πάντα καταναλώσει
πρὸς φίλους δὲ καὶ τὰς τρυφὰς ἐντρίβων ἀνοσίως.
πρὸς ἔτος δὲ τὸ δεύτερον ἕκτον καὶ ἔννατόν τε͵
δωδέκατον καὶ εἰκοστὸν τὸ πρῶτον ἐν τῷ βίῳ͵
τριακοστὸν τὸ πρώτιστον καὶ τεσσαράντα δύο͵
πενήντα ἓν͵ ἑξήντα ἑπτὰ͵ πρὸς τούτοις ἑβδομήντα
καὶ τέλος ὀγδοήκοντα ὀξύτατα τυγχάνει.
Ὁ δ΄ ἐν μεσεμβολήματι γεννηθεὶς τῶν Ἰχθύων
αὐτόχειρ ἔσται σώματος ἐκ ξίφους καὶ φαρμάκου
ἢ κατακρημνισθήσεται ἢ καρατομηθείη
ἢ παρανάλωμα θηρσὶ καὶ πτηνοῖς τοῦ ἀέρος·
Λέξομεν καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων·
ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μέχρι καὶ δωδεκάτης
φθόνος καλεῖται τῶν ἐχθρῶν͵ εἰσὶ τῆς Ἀφροδίτης.
ἀπὸ δὲ τῶν τρισκαίδεκα καὶ μέχρι ἓξ καὶ δέκα
ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται.
ἐκ δὲ τῶν ἑπτακαίδεκα καὶ ἐννεακαιδεκάτων
Ἑρμῆς καλεῖται σύνεσις͵ ἀλλὰ καὶ κυνηγία.
ἀπὸ δὲ μοίρας εἰκοστῆς καὶ εἰκοστῆς ὀγδόης
Ἄρης δυναμοδύναμος καὶ λῃστρικὸς καλεῖται.
ἀπὸ δ΄ ἐννάτης εἰκοστῆς καὶ τριαντάδος ὁ Κρόνος͵
πανάρετοι͵ σοφώτατοι ἐνταῦθα ἀποτελοῦνται.
Ἔχει δὲ καὶ τὰ κλίματα τὰ ὑποτεταγμένα·
τὴν Ἐρυθράν τε θάλασσαν͵ τὴν Ἰνδικὴν τὴν χώραν͵
Λυδίαν Κιλικίαν τε͵ Γαραμαντίαν ὅλην.
τῶν δὲ τοῦ σώματος μερῶν πέλματα ἀκροπόδων
καὶ νευροπόδων καὶ φλεβῶν καὶ τὰ τῶν ἀστραγάλων.
ἀποτελεῖ δ΄ ἀρθρητικοὺς͵ ποδαλγοὺς͵ ὑποκύρτους͵
λεπροὺς͵ ἀλφοὺς λειχῆνας τε͵ καταφερεῖς καὶ ψώρας.
Τοὺς Ἰχθύας ὁ ῞Ηλιος ἐν ἤμασι τριάντα
τέμνει καθώσπερ τὰ λοιπὰ ἐκ Μεχὶρ δεκαπέντε
τῶν ἓξ καὶ δέκα Φαμενὼθ τοῦ μηνὸς τοῦ Μαρτίου.
Ἡλίου ὄντος ἐν αὐτῷ εἰ σεισμὸς ἐπιβαίη͵
αἱ τῶν κλιμάτων τοῦ ζῳδιοῦ ἐκ πολεμίων χῶραι
ἀνάγκας ὑποστήσονται μεγάλως ξενωθέντες.
ἔσται δ΄ ὁ σπόρος ἄχρηστος ἐκ πολλῆς ἐπομβρίας.
Εἰ δὲ πολλάκις καυστικὸς πρὸς θάλασσαν ἐμπέσῃ͵
ναυάγια γενήσονται͵ ἀνατροπαὶ ἰχθύων͵
καὶ νέος ἄρχων εὐγενὴς στρατευσάμενος οὗτος
μεγάλως δοξασθήσεται ὡς καλὸς ἀρχηγέτης.
Τῆς δὲ Σελήνης ἐν αὐτῷ εἰ ἐν ἡμέρᾳ βροντήσει͵
ὑδάτων τὴν ἐπίδοσιν ποταμῶν καὶ θαλάσσης
καὶ μέγιστον ἀφανισμὸν σημαίνει τοὺς ἰχθύας.
φυτεύειν δ΄ ὅμως τὰ φυτὰ ἐπιτευκτέον τότε.
οἱ δ΄ ἄρχοντες ἀνωμάλως ἔσονται πρὸς ἀλλήλους.
Ἰδοὺ τὸ τέκμαρ εἴληφα τῶν δώδεκα ζῳδίων
οἴκους τε καὶ ὑψώματα͵ λαμπηνὰς͵ βασιλείας͵
ἡμερινὰ͵ νυκτερινὰ͵ ἄρρενά τε καὶ θήλη͵
πρὸς δὲ καὶ ταπεινώματα͵ ὀρθά τε καὶ πλαγία͵
θερινά τε καὶ τροπικὰ καὶ πρὸς ἰσημερίου͵
πολύγονα καὶ ἄγονα͵ ἀμφίβια͵ χερσαῖα͵
αἰνιγματώδη͵ δίσωμα͵ πυρῷα καὶ γεώδη.
καὶ πάντα κατ΄ ἀκρίβειαν ἐλέξαμεν ῥᾳδίως
φύσιν τε καὶ ἐνέργειαν καὶ γνωρίσματα τούτων.