ΔΩΣΙΑΔΑΣ: "ΒΩΜΟΣ"




Εἱμάρσενός με στήτας

πόσις͵ μέροψ δίσαβος͵

τεῦξ΄͵ οὐ σποδεύνας ἶνις Ἐμπούσας͵ μόρος

Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος͵

Χρύσας δ΄ ἀίτας͵ ἆμος ἑψάνδρα

τὸν γυιόχαλκον οὖρον ἔρραισεν͵

ὃν ἁπάτωρ δίσευνος

μόγησε ματρόριπτος·

ἐμὸν δὲ τεῦγμ΄ ἀθρήσας

Θεοκρίτοιο κτάντας

τριεσπέροιο καύστας

θώυξεν αἴν΄ ἰύξας·

χάλεψε γάρ νιν ἰῷ

σύργαστρος ἐκδυγήρας·

τὸν δ΄ αἰλινεῦντ΄ ἐν ἀμφικλύστῳ

Πανός τε ματρὸς εὐνέτας͵ φὼρ

δίζῳος͵ ἶνίς τ΄ ἀνδροβρῶτος Ἰλιορραιστᾶν

ἦρ΄ ἀρδίων ἐς Τευκρίδ΄ ἄγαγον τριπόρθητον.