Στασίνος : Κύπρια Έπη


ΚΥΠΡΙΑ

1 ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμεν΄ αἰεὶ

<ἀνθρώπων ἐπίεζε> βαρυστέρνου πλάτος αἴης͵

Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι

κουφίσαι ἀνθρώπων παμβώτορα σύνθετο γαῖαν͵

ῥιπίσσας πολέμου μεγάλην ἔριν Ἰλιακοῖο͵

ὄφρα κενώσειεν θανάτωι βάρος. οἱ δ΄ ἐνὶ Τροίηι

ἥρωες κτείνοντο͵ Διὸς δ΄ ἐτελείετο βουλή.

4 εἵματα μὲν χροῒ ἕστο͵ τά οἱ Χάριτές τε καὶ Ὧραι

ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν͵

οἷα φέρουσ΄ ὧραι͵ ἔν τε κρόκωι͵ ἔν θ΄ ὑακίνθωι͵

ἔν τε ἴωι θαλέθοντι ῥόδου τ΄ ἐνὶ ἄνθεϊ καλῶι

ἡδέι νεκταρέωι͵ ἔν τ΄ ἀμβροσίαις καλύκεσσιν

αἰθέσι ναρκίσσου καλλιπνόου. ὧδ΄ Ἀφροδίτη

ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.

5 ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη

πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα ποίης

ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι͵

Νύμφαι καὶ Χάριτες͵ ἅμα δὲ χρυσέη Ἀφροδίτη͵

καλὸν ἀείδουσαι κατ΄ ὄρος πολυπιδάκου Ἴδης.

8 Κάστωρ μὲν θνητός͵ θανάτου δέ οἱ αἶσα πέπρωται͵

αὐτὰρ ὅ γ΄ ἀθάνατος Πολυδεύκης͵ ὄζος Ἄρηος.

9 τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε θαῦμα βροτοῖσι·

τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα

Ζηνὶ θεῶν βασιλῆϊ τέκε κρατερῆς ὑπ΄ ἀνάγκης·

φεῦγε γὰρ οὐδ΄ ἔθελεν μιχθήμεναι ἐν φιλότητι

πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ

καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ

φεῦγε͵ Ζεὺς δ΄ ἐδίωκε -λαβεῖν δ΄ ἐλιλαίετο θυμῶι-

ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης

ἰχθύι εἰδομένην πόντον πολὺν ἐξοροθύνων͵

ἄλλοτ΄ ἀν΄ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης͵

ἄλλοτ΄ ἀν΄ ἤπειρον πολυβώλακα· γίγνετο δ΄ αἰνὰ

θηρί΄͵ ὅσ΄ ἤπειρος πολλὰ τρέφει͵ ὄφρα φύγοι νιν.

15 αἶψα δὲ Λυγκεὺς

Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς.

ἀκρότατον δ΄ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν

Τανταλίδ<εω> Πέλοπος͵ τάχα δ΄ εἴσιδε κύδιμος ἥρως

δεινοῖς ὀφθαλμοῖσιν ἔσω κοΐλης δρυὸς ἄμφω͵

Κάστορά θ΄ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκ<εα>·

νύξε δ΄ ἄρ΄ ἄγχι στὰς μεγάλην δρῦν < >

16 οὐκ ἀπ΄ ἐμοῦ σκεδάσεις ὄχλον͵ ταλαπείριε πρέσβυ;

17 οἶνόν τοι͵ Μενέλαε͵ θεοὶ ποίησαν ἄριστον

θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.

18 Ζῆνα δὲ τόν τ΄ ἔρξαντα καὶ ὃς τάδε πάντ΄ ἐφύτευσεν

οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος͵ ἔνθα καὶ αἰδώς.

25 οὐκ ἐφάμην Ἀχιλῆϊ χολωσέμεν ἄλκιμον ἦτορ

ὧδε μάλ΄ ἐκπάγλως͵ ἐπεὶ ἦ μάλα μοι φίλος ἤην.

32 τῶι δ΄ ὑποκυσαμένη τέκε Γοργόνας͵ αἰνὰ πέλωρα͵

αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῶι βαθυδίνηι

νῆσον πετρήεσσαν.

33 νήπιος͵ ὃς πατέρα κτείνας παῖδας καταλείπει.

38 φύρετο δ΄ ἄλφιτα

40 ἔπλεον εἰς Σκῦρον Δολοπηίδα