ΑΛΚΙΦΡΩΝ: Επιστολές Αλιευτικές



1.1. Εὔδιος Φιλοσκάφῳ

Χρηστὴν ἡμῖν ἡ θάλαττα τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσεν. ὡς γὰρ τρίτην ταύτην εἶχεν ὁ χειμὼν ἡμέραν͵ καὶ λάβρως κατὰ τοῦ πελάγους ἐπέπνεον ἐκ τῶν ἀκρωτηρίων οἱ βορεῖς͵ καὶ ἐπεφρίκει μὲν ὁ πόντος μελαινόμενος͵ τοῦ ὕδατος δὲ ἀφρὸς ἐξηνθήκει͵ πανταχοῦ τῆς θαλάσσης ἐπ΄ ἀλλήλων ἐπικλωμένων τῶν κυμάτων-τὰ μὲν γὰρ ταῖς πέτραις προσηράσσετο͵ τὰ δὲ εἴσω ἀνοιδοῦντα ἐρρήγνυτο-͵ ἀεργία παντελὴς ἦν· καὶ τὰ ἐπὶ ταῖς ᾐόσι καταλαβόντες καλύβια͵ ὀλίγα ξυλισάμενοι κομμάτια ὅσα οἱ ναυπηγοὶ πρῴην ἐκ τῶν δρυῶν ἃς ἐξέτεμον ἀπέλιπον͵ ἐκ τούτων πῦρ ἀνάψαντες τὸ πικρὸν τοῦ κρυμοῦ παρεμυθούμεθα. τετάρτη δὲ αὕτη ἐπιλαβοῦσα ἡμᾶς ἀλκυονὶς ὡς οἶμαι ἡμέρα ἔστι γὰρ τοῦτο τῷ καθαρῷ τῆς αἰθρίας τεκμήρασθαι πλοῦτον ἀθρόον ἀγαθῶν ἔδειξεν. ὡς γὰρ ὤφθη μὲν ὁ ἥλιος͵ πρώτη δὲ ἀκτὶς εἰς τὸ πέλαγος ἀπέστιλβε͵ τὸ πρῴην νεωλκηθὲν σκαφίδιον σπουδῇ κατεσύραμεν͵ εἶτ΄ ἐνθέμενοι τὰ δίκτυα ἔργου εἰχόμεθα. μικρὸν δὲ ἄπωθεν τῆς ἀκτῆς χαλάσαντες͵ φεῦ τῆς εὐοψίας͵ ὅσον ἰχθύων ἐξειλκύσαμεν· μικροῦ καὶ τοὺς φελλοὺς ἐδέησε κατασῦραι ὑφάλους τὸ δίκτυον ἐξωγκωμένον. εὐθὺς οὖν ὀψῶναι πλησίον͵ καὶ τὰς ἀσίλλας ἐπωμίους ἀνελόμενοι καὶ τὰς ἑκατέρωθεν σπυρίδας ἐξαρτήσαντες καὶ ὑπὲρ αὐτῶν καταβαλόντες τἀργύριον͵ ἄστυδ΄ ἐκ Φαλήρων ἠπείγοντο. πᾶσι δὲ τούτοις ἠρκέσαμεν ἡμεῖς καὶ πρὸς τούτοις ἀπηνεγκάμεθα γαμεταῖς καὶ παιδίοις ὄγκον οὐκ ὀλίγον ἔχειν τῶν λεπτοτέρων ἰχθύων. οὐκ εἰς μίαν͵ ἀλλ΄ εἰ χειμὼν ἐπιλάβοι[το] καὶ εἰς πλείους ἡμέρας ἐμφορηθῆναι.

 

1.2. Γαληναῖος Κύρτωνι

Μάτην ἡμῖν τὰ πάντα πονεῖται͵ ὦ Κύρτων͵ δι΄ ἡμέρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμπάσι τὸν βυθὸν ἀποξύουσι͵ καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα͵ ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παρ΄ ἡμῶν͵ ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην͵ ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῷ κομιοῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον͵ σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια͵ ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· ὥσθ΄ ὁ μὲν ὅσον οὔπω ταῦτα προσαπῄτει͵ καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν͵ ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει͵ ᾤχετο ἐπὶ λέμβου κωπήρους Ροδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην͵ ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν θήσαμεν.

 

1.3.Γλαῦκος Γαλατείᾳ

Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον͵ [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα δι΄ ὧν ἔστι ζῆν καὶ σώζεσθαι]͵ χαλεπὸν ἡ θάλαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλῃ διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦφον· ἔλεγε δ΄ Ἀράτου τινὸς εἶναι σοφοῦ τὰ μετέωρα͵ καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ὀλίγον δὲ διὰ ξύλον ἄϊδ΄ ἐρύκει. τί οὖν͵ ὦ γύναι͵ οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν͵ καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες͵ οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν δι΄ ἀχρηματίαν ἔχομεν͵ τάδε παρέξομεν καὶ χαριούμεθα͵ τὸ τὰς τρικυμίας καὶ τοὺς ἐκ βυθοῦ κινδύνους ἀγνοῆσαι͵ γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.

 

1.4. Κυμόθοος Τριτωνίδι.

Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει͵ τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰκούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται͵ ἢ γεωμορίᾳ προσανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμένουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι͵ θάνατος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα͵ ὦ γύναι͵ τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθηναίων συνεορτάζουσα; οὐκ ἔστι τοῦτο σωφρονεῖν οὐδ΄ ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης͵ οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη͵ μυεῖσθαι ὑπ΄ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ͵ χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς͵ ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῷον ἑλομένη͵ λήθη δέ σοι ἔστω μακρὰ τῶν κατ΄ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.

 

1.5. Ναυβάτης Ροθίῳ.

Οἴει μόνος πλουτεῖν͵ ὅτι τοὺς παρ΄ ἐμοὶ θητεύον τας δελεάζων ἄγεις ὡς ἑαυτὸν περιουσίᾳ μισθωμάτων. καὶ εἰκότως· σοὶ μὲν γὰρ ὁ βόλος ἤνεγκε πρῴην χρυσοῦς κόμματος Δαρεικοῦ͵ τῆς ἐπὶ Σαλαμῖνι ναυμαχίας ἴσως λείψανα͵ καταδύσης οἶμαι νηὸς Περσικῆς αὐτοῖς ἀνδράσι καὶ αὐτοῖς χρήμασιν͵ ὅτε ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ὁ Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους ἤρατο; τὸ μέγα κατὰ Μήδων τρόπαιον. ἐγὼ δὲ ἀγαπῶ τὴν τῶν ἀναγκαίων εὐπορίαν ἐκ τῆς καθημερινῆς· ἐργασίας τῶν χειρῶν ποριζόμενος. ἀλλ΄ εἰ πλουτεῖς͵ σὺν τῷ δικαίῳ πλούτει· γινέσθω δέ σοι ὁ πλοῦτος μὴ κακίας͵ ἀλλὰ καλοκαγαθίας ὑπηρέτης.

 

1.6.Πανόπη Εὐθυβόλῳ.

Ἠγάγου με͵ ὦ Εὐθύβολε͵ οὐκ ἀπερριμμένην γυναῖκα οὐδὲ μίαν τῶν ἀσήμων͵ ἀλλ΄ ἐξ ἀγαθοῦ μὲν πατρὸς ἀγαθῆς δὲ μητρὸς γεγονυῖαν. Σωσθένης ὁ Στειριεὺς ἦν μοι πατὴρ καὶ Δαμοφίλη μήτηρ͵ οἵ με ἐγγυητὴν ἐπίκληρον ἐπὶ παίδων ἀρότῳ γνησίων συνῆψάν σοι γάμῳ. σὺ δὲ ῥᾴδιος ὢν τὼ ὀφθαλμὼ καὶ πρὸς πᾶσαν ἡδονὴν ἀφροδίσιον κεχυμένος͵ ἀτιμάσας ἐμὲ καὶ τὰ κοινὰ παιδία͵ Γαλήνην καὶ Θαλασσίωνα͵ ἐρᾷς τῆς Ἑρμιονί[τι]δος μετοίκου͵ ἣν ἐπὶ κακῷ τῶν ἐρώντων ὁ Πειραιεὺς ἐδέξατο. κωμάζουσι γὰρ εἰς αὐτὴν ἡ πρὸς θάλατταν νεολαία καὶ ἄλλος ἄλλο δῶρον ἀποφέρει· ἡ δὲ εἰσδέχεται καὶ ἀναλοῖ Χαρύβδεως δίκην. σὺ δὲ ὑπερβαίνων τὰς ἁλιευτικὰς δωροφορίας μαινίδας μὲν ἢ τρίγλας οὔτε φέρεις οὔτε θέλεις διδόναι͵ ἀλλ΄ ὡς ἀφηλικέστερος καὶ γυναικὶ πάλαι συνὼν καὶ παιδίων οὐ μάλα νηπίων πατὴρ παραγκωνίσασθαι τοὺς ἀντεραστὰς βουλόμενος͵ κεκρυφάλους Μιλησίους καὶ Σικελικὸν ἱμάτιον καὶ ἐπ΄ αὐτῷ χρυσίον εἰσπέμπεις. ἢ πέπαυσο τῆς ἀγερωχίας͵ καὶ τοῦ λάγνος εἶναι καὶ θηλυμανὴς ἀπόσχου͵ ἢ ἴσθι με παρὰ τὸν πατέρα οἰχησομένην͵ ὃς οὔτ΄ ἐμὲ περιόψεται καὶ σὲ γράψεται παρὰ τοῖς δικασταῖς κακώσεως.

 

1.7. Θαλάσσιος Ποντίῳ.

Ἔπεμψά σοι ψῆτταν καὶ σανδάλιον καὶ κεστρέα καὶ κήρυκας πέντε καὶ τριάκοντα͵ σὺ δέ μοι τῶν ἐρετμῶν δύο πέμψον͵ ἐπειδὴ τἀμὰ κατέαγεν. ἀντίδοσις γὰρ [ἡ] παρὰ φίλων εἰς φίλους. ὁ γὰρ προχείρως καὶ θαρσαλέως αἰτῶν εὔδηλός ἐστιν ἅπαντα κοινὰ [τὰ πρὸς τοὺς φίλους καὶ] τὰ τῶν φίλων [ἔχειν] ἡγούμενος.

 

1.8. Εὐκόλυμβος Γλαύκῃ.

Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούντων κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι -νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα͵ ὡς οἶσθα͵ παντελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κωπήρης͵ ὁ τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος͵ Κωρύκιόν ἐστι σκάφος͵ λῃσταὶ δ΄ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ τολμήματος͵ πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνούμενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα͵ ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας͵ ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν. τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς͵ ὦ γύναι͵ ἅπαξ͵ ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφίβολον.

 

1.9. Αἰγιαλεὺς Στρουθίωνι.

Βάλλ΄ ἐς μακαρίαν͵ ὡς ἐναντίως ἡμῖν καὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὰ Μανδροβόλου χωρεῖ τὰ πράγματα. τὸ μὲν γὰρ [ἐπὶ] λεπτῶν κερμάτων ἀποδίδοσθαι καὶ ὠνεῖσθαι τὰ ἐπιτήδεια λιμηρὰν φέρει τὴν παραμυθίαν. ὥρα οὖν σὲ συμπράττοντα ἡμῖν͵ ὦ Στρουθίων͵ τὴν παρ΄ ἡμῶν ἐξ ὧν ἂν ἡ θάλαττα πορίζῃ παραμυθίαν ἐκδέχεσθαι. βούλομαι δὲ πρὸς ἕνα ἢ δεύτερον τουτωνὶ τῶν λακκοπλούτων διὰ σοῦ προξένου͵ ἢ πρὸς Ἐρασικλέα τὸν Σφήττιον ἢ πρὸς Φιλόστρατον τὸν Χολαργέα͵ οἰκείως ἔχειν ὡς αὐτὸς ἐπὶ τῶν φερνίων κομίζειν αὐτοῖς τοὺς ἰχθύας. πάντως γὰρ πρὸς τῇ καταβολῇ τἀργυρίου ἔσται παρ΄ αὐτῶν τις διὰ σοῦ παραμυθία Διονυσίων ἢ Ἀπατουρίων τελουμένων. καὶ ἄλλως ἐκ τῆς πικρᾶς τῶν ἀγορανόμων ἐξελοῦνται ἡμᾶς χειρός͵ οἳ καθ΄ ἑκάστην ἐπὶ τῷ σφετέρῳ κέρδει εἰς τοὺς ἀπράγμονας ἐμφοροῦσιν ὕβρεις. πολλοῦ δὲ δύνασθαι τοὺς παρασίτους ὑμᾶς παρὰ τοῖς νέοις καὶ πλουσίοις οὐ λόγος ἀλλ΄ ἔργον ἔδειξεν.

 

1.10. Κέφαλος Ποντίῳ.

Τὴν μὲν θάλατταν͵ ὡς ὁρᾷς͵ φρίκη κατέχει καὶ τὸν οὐρανὸν ὑποβέβηκεν ἀχλὺς καὶ πάντα πανταχόθεν συννέφελα͵ καὶ οἱ ἄνεμοι δὲ πρὸς ἀλλήλους ἀρασσόμενοι ὅσον οὔπω κυκήσειν τὸ πέλαγος ἐπαγγέλλονται. ἀλλὰ καὶ οἱ δελφῖνες ἀνασκιρτῶντες καὶ τῆς θαλάττης ἀνοιδούσης λείως ἐφαλλόμενοι χειμῶνα καὶ τάραχον ἐπιόντα μηνύουσι. Ταύρου δέ φασιν ἐπιτολὴν κατ΄ οὐρανὸν οἱ τὰ μετέωρα δεινοὶ τὰ νῦν ἑστάναι. πολλάκις οὖν σώζονται ὑπ΄ ἀσφαλείας οἱ προμηθούμενοι φυλάξασθαι τὸν κίνδυνον· εἰσὶ δὲ οἵ͵ παραδόντες ἑαυτοὺς ἅπαξ τῷ πελάγει͵ ὑπ΄ ἀμηχανίας τῇ τύχῃ τοὺς οἴακας ἐπέτρεψαν φέρεσθαι. ὅθεν ἀκούομεν τοὺς μὲν κατὰ τὸ Μαλέας ἀκρωτήριον͵ τοὺς δὲ κατὰ τὸν Σικελικὸν πορθμόν͵ ἄλλους δὲ εἰς τὸ Λιβυκὸν πέλαγος ῥύμῃ φερομένους ἐποκέλλειν ἢ καταδύεσθαι. ἔστι δὲ οὐδὲν τούτων πρὸς χειμῶνα καὶ κίνδυνον ὁ Καφηρεὺς ἐπιεικέστερος. ἀναμείναντες οὖν ἀπολῆξαι τὸ κλυδώνιον καὶ καθαρὰν αἰθρίαν γενέσθαι͵ περινοστήσομεν ἄχρι καὶ αὐτοῦ τοῦ Καφηρέως τὰς ἀκτάς͵ ἵν΄ εἴ πού τι τῶν ἐκ ναυαγίας ἀποπτυσθὲν εὑρεθείη σῶμα͵ τοῦτο περιστείλαντες ταφῇ καλύψωμεν. οὐ γὰρ ἄμισθον τὸ εὖ ποιεῖν κἂν μὴ παραχρῆμα τῆς εὐεργεσίας ἡ ἀντίδοσις φαίνηται. τέρπει δὲ οὐδὲν ἧττον τοὺς ἀνθρώπους πρὸς τοῖς ἐλπιζομένοις ἀγαθοῖς καὶ διαχεῖ τὴν καρδίαν τὸ συνειδός͵ καὶ μάλισθ΄ ὅταν εἰς τοὺς ὁμοφύλους οὐκέτ΄ ὄντας τὴν εὐποιίαν καταβάλλωνται.

 

1.11. Γλαυκίππη Χαρόπῃ.

Οὐκέτ΄ εἰμὶ ἐν ἐμαυτῇ͵ ὦ μῆτερ͵ οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ πατήρ͵ τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερνήτου͵ ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν ὠσχοφόρον͵ ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχοφορίων ὄντων. καλὸς γάρ ἐστι͵ καλός͵ ὦ μῆτερ͵ καὶ ἥδιστος͵ καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους͵ καὶ μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον͵ καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής͵ οἷος τὸ πρῶτον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ ἐνορχεῖσθαι ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας· τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τούτῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ ἀπὸ τῆς Λευκάδος πέτρας͵ ἀλλ΄ ἀπὸ τῶν Πειραϊκῶν προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.

 

1.12. Χαρόπη Γλαυκίππῃ.

Μέμηνας͵ ὦ θυγάτριον͵ καὶ ἀληθῶς ἐξέστης. ἐλλεβόρου δεῖ σοι͵ καὶ οὐ τοῦ κοινοῦ τοῦ δὲ ἀπὸ τῆς Φωκίδος Ἀντικύρας͵ ἥτις͵ δέον αἰσχύνεσθαι κορικῶς͵ ἀπέξυσαι τὴν αἰδῶ τοῦ προσώπου. ἔχε ἀτρέμα κατὰ σεαυτὴν καὶ ῥάπιζε τὸ κακὸν ἐξωθοῦσα τῆς διανοίας. εἰ γάρ τι τούτων ὁ σὸς πατὴρ πύθοιτο͵ οὐδὲν διασκεψάμενος οὐδὲ μελλήσας τοῖς ἐναλίοις βορὰν παραρρίψει σε θηρίοις.

 

1.13. Εὔαγρος Φιλοθήρῳ.

Εὐοψία μὲν ἦν καὶ πλῆθος ἰχθύων· ἐγὼ δὲ τὴν σαγήνην ἁπλώσας .... ἠπόρουν ὅ τι πράξαιμι. ἔδοξεν οὖν Σισύφειόν τί μοι βουλευσαμένῳ βούλευμα ἐλθεῖν παρὰ τὸν δανειστὴν Χρέμητα͵ καὶ ὑποθήκην αὐτῷ καθομολογήσαντα τὸ σκάφος λαβεῖν χρυσοῦς τέσσαρας͵ ἐξ ὧν αὖθις καινουργῆσαί μοι τὴν σαγήνην ὑπάρξειεν. καὶ δῆτα τοῦτο λόγου θᾶττον ἐγένετο. καὶ ὁ Χρέμης ὁ κατεσκληκώς͵ ὁ συνεσπακὼς τὰς ὀφρῦς͵ ὁ ταυρηδὸν πάντας ὑποβλέπων͵ ἴσως ἔρωτι τῆς ἀκάτου χαλάσας τὸ βαρὺ καὶ ἀμειδές͵ ἀνεὶς τὰς ὄψεις ὑπεμειδία πρός με καὶ οἷος εἶναι ὑπουργεῖν πάντα ἔφασκεν. εὐθὺς μὲν οὖν ἔκδηλος ἦν͵ οὕτως ἀθρόως τὸ σκυθρωπὸν λύσας͵ οὐκ ἀγαθόν τι διανοούμενος͵ ἀλλ΄ ὕπουλον ἔχων τὸ φιλάνθρωπον· ὡς δὲ ἐνστάντος τοῦ καιροῦ πρὸς τῷ ἀρχαίῳ καὶ τὸν τόκον ἀπῄτει οὐδὲ εἰς ὥραν ἐνδιδούς͵ ἐπέγνων τοῦτον ἐκεῖνον ὃν ἠπιστάμην πρὸς τῇ Διομη[τ]ίδι πύλῃ καθήμενον͵ τὸν τὴν καμπύλην ἔχοντα͵ τὸν ἐχθρὰ πᾶσι φρονοῦντα Χρέμητα τὸν Φλυέα· καὶ γὰρ ἕτοιμος ἦν ἐπιλήψεσθαι τοῦ σκάφους. ἰδὼν οὖν εἰς ὅσον ἀμηχανίας ἐληλάκειν͵ οἴκαδε ἀποτρέχω καὶ τὸ χρυσοῦν ἁλύσιον͵ ὅπερ ποτὲ εὐπορῶν τῇ γαμετῇ κόσμον εἶναι περιαυχένιον ἐπεποιήκειν͵ ἀποσπάσας τοῦ τραχήλου͵ ὡς Πασίωνα τὸν τραπεζίτην ἐλθὼν ἀπημπόλησα͵ καὶ συναγαγὼν τὰ νομίσματα αὐτοῖς τόκοις φέρων ἀπέδωκα͵ καὶ ὤμοσα κατ΄ ἐξωλείας ἐμαυτοῦ μήποτ΄ ἂν ὑπομεῖναι παρά τινα τῶν ἐν πόλει δανειστῶν ἐλθεῖν μηδ΄ ἂν <εἰ> φθάνοιμι λιμῷ κατασκλῆναι. ἄμεινον γὰρ εὐπρεπῶς ἀποθανεῖν ἢ ζῆν ὑποκείμενον δημοτικῷ καὶ φιλοκερδεῖ πρεσβύτῃ.

 

1.14. Θυνναῖος Σκοπέλῳ.

Ἀκήκοας ἀκουσμάτων βαρύτατον͵ ὦ Σκόπελε; στόλον Ἀθηναῖοι διανοοῦνται πέμπειν εἰς τὴν ὑπερορίαν ναυμαχεῖν ἐθέλοντες. καὶ ἤδη μὲν ἡ Πάραλος καὶ ἡ Σαλαμινία αἱ μάλιστα ταχυναυτοῦσαι πρόδρομοι λύουσι [τῶν ᾐόνων] τὰ πρυμνήσια͵ τοὺς μαστῆρας [οἳ μέλλουσιν ἀπαγγέλλειν παρ΄ οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολεμήσοντας͵] ἐνθέμεναι. χρεία δὲ ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομάχεσθαι. τί οὖν͵ ὦ βέλτιστε͵ δρῶμεν; φεύγομεν ἢ μένομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ ἐκ Σουνίου καὶ μέχρι τῶν αὐτῷ τῷ Γεραιστῷ προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν͵ τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα͵ τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.

 

1.15. Ναυσίβιος Πρυμναίῳ.

Ἠγνόουν ὅσον εἰσὶ τρυφερὰ καὶ ἁβρόβια τῶν Ἀθήνησι πλουσίων τὰ μειράκια· ἔναγχος δὲ Παμφίλου μετὰ τῶν συνηλικιωτῶν μισθουμένου τὸ σκαφίδιον͵ ὡς ἂν ἔχοι γαληνιῶντος τοῦ πελάγους παραπλεῖν ἅμα καὶ συμμετέχειν ἡμῖν τῆς ἄγρας τῶν ἰχθύων͵ ἔγνων ἡλίκα αὐτοῖς ἐκ γῆς καὶ θαλάττης πορίζεται τρυφήματα. οὐ γὰρ ἀνεχόμενος τῶν ξύλων τῆς ἁλιάδος ἐπί τε ταπήτων τινῶν ξενικῶν καὶ ἐφεστρίδων κατακλιθείς οὐ γὰρ οἷός τε ἔφασκεν εἶναι κεῖσθαι ὡς οἱ λοιποὶ ἐπὶ τῶν καταστρωμάτων͵ τὴν σανίδα οἶμαι λίθου νομίζων τραχυτέραν ᾔτει παρ΄ ἡμῶν σκιὰν αὐτῷ μηχανήσασθαι τὴν τοῦ ἱστίου σινδόνα ὑπερπετάσαντας͵ ὡς οὐδαμῶς οἷός τε ὢν φέρειν τὰς ἡλιακὰς ἀκτῖνας. ἡμῖν δὲ οὐ μόνον τοῖς ταύτην ποιουμένοις τὴν ἐργασίαν͵ ἀλλὰ καὶ πᾶσιν ἁπαξαπλῶς ὅσοις μὴ περιουσία [πλούτου] πρόσεστι͵ ἢ σπουδάζεται ἔστιν οὐ δυναμένοις τῇ εἵλῃ θέρεσθαι. ἐν ἴσῳ γὰρ κρυμὸς καὶ θάλαττα. φερομένων δὲ ἅμα -οὐ μόνος οὐδὲ μετὰ μόνων τῶν ἑταίρων ὁ Πάμφιλος͵ ἀλλὰ καὶ γυναίων αὐτῷ περιττῶν τὴν ὥραν πλῆθος συνείπετο͵ μουσουργοὶ πᾶσαι· ἡ μὲν γὰρ ἐκαλεῖτο Κρουμάτιον καὶ ἦν αὐλητρίς͵ ἡ δὲ Ἐρατὼ καὶ ψαλτήριον μετεχειρίζετο͵ ἄλλη δὲ Εὐεπὶς καὶ αὕτη κύμβαλα ἐπεκρότει -ἐγένετο οὖν μοι μουσικῆς ἡ ἄκατος πλέα͵ καὶ ἦν ᾠδικὸν τὸ πέλαγος καὶ πᾶν θυμηδίας ἀνάμεστον. πλὴν ἐμέ γε ταῦτα οὐκ ἔτερπεν. οὐδὲ γὰρ οὐκ ὀλίγοι τῶν ὁμοβίων καὶ μάλιστα ὁ πικρὸς Γλαυκίας Τελχῖνος ἦν μοι βασκαίνων βαρύτερος. ἐπεὶ δὲ τὸν μισθὸν πολὺν κατέβαλε[το]͵ τἀργύριόν με διέχει͵ καὶ νῦν ἐκείνου τοὺς ἐπιθαλαττίους ἀγαπῶ κώμους καὶ τοιοῦτον ἕτερον ἐπιστῆναί μοι ποθῶ δαπανηρὸν καὶ πολυτελῆ νεανίσκον.

 

1.16. Αὐχένιος Ἀρμενίῳ.

Εἰ μέν τι δύνασαι συμπράττειν͵ καὶ δῆτα λέγε πρός με͵ οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν͵ γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ͵ ὅπῃ ποτὲ τἀμά͵ σοι διηγήσομαι. ἔρως με οὐκ ἐᾷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι͵ ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα διατροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν͵ ἀλλ΄ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους͵ καὶ γαμησείω νῦν καὶ τὸν Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης. ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ἑρμιόνης οὐκ οἶδ΄ ὅπως εἰς Πειραιᾶ φθαρέντων. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός͵ εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ͵ οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.

 

1.17. Ἐγκύμων Ἁλικτύπῳ.

Ἠρόμην ἰδὼν ἐπὶ τῆς ᾐόνος τῆς ἐν Σουνίῳ παλαιὸν καὶ τετρυχωμένον δίκτυον͵ ὅτου εἴη καὶ τίνα τρόπον οὐκ ἐξ ὄγκου μόνον ἀποσχισθέν͵ ἤδη δὲ καὶ ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων τεττάρων ἐτῶν͵ εἶθ΄ ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι͵ μηδενὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπιχειρήσαντος. ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δ΄ ᾧ παντελῶς ἀπώλειαν προσένειμας͵ ἥκιστα ζημιούμενος͵ ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο].

 

1.18. Ἁλίκτυπος Ἐγκύμονι.

Δυσμενὴς καὶ βάσκανος ὁ τῶν γειτόνων ὀφθαλμός͵ φησιν ἡ παροιμία. τίς γάρ σοι τῶν ἐμῶν φροντίς; τί δὲ τὸ παρ΄ ἐμοῦ ῥᾳθυμίας ἠξιωμένον κτῆμα σὸν εἶναι νομίζεις; εἶργε τὰς χεῖρας͵ μᾶλλον δὲ τὰς ἀπλήστους ἐπιθυμίας͵ μηδέ σε ἡ τῶν ἀλλοτρίων ὄρεξις ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω.

 

1.19. Ἐγκύμων Ἀλικτύπῳ.

Οὐκ ᾔτησά σε ἃ ἔχεις͵ ἀλλ΄ ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν͵ ἔχε ἃ μὴ ἔχεις.

 

1.20. Εὐσάγηνος Λιμενάρχῳ.

Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; φρίκῃ σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβόησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλαμύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνῃ μονονουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα͵ καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀποφανεῖν ἐπαγγελλόμενοι͵ εἰ συλλάβοιντο ἡμῖν καὶ συμπονήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπιβρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδήλωσα͵ ἀλλ΄ ἵνα μάθῃς αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.

 

1.21. Εὔπλοος Θαλασσέρωτι.

Ὑπερμαζᾷς ἢ μέμηνας· ἀκούω γάρ σε λυρῳδοῦ γυναικὸς ἐρᾶν καὶ εἰς ἐκείνης φθειρόμενον πᾶσαν τὴν ἐφήμερον ἄγραν κατατίθεσθαι. ἀπήγγειλε γάρ μοι τοῦθ΄ ὁ γειτόνων βέλτιστος Σωσίας͵ οὗτος ἐκεῖνος [Σωσίας] ὁ τὸν χρηστὸν καὶ ἡδὺν γάρον ἕψων ἐκ τῶν λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνῃ. ἔστι δὲ τῶν ἐπιεικῶς τὴν ἀλήθειαν τιμώντων͵ καὶ οὐκ ἄν ποτε ἐκεῖνος εἰς ψευδηγορίαν ὠλίσθησεν. πόθεν οὖν͵ εἰπέ μοι͵ μουσικῆς σοι ..... διάτονον καὶ χρωματικὸν καὶ ἐναρμόνιον γένος ἐστίν; ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ᾑρέθης καὶ τοῖς κρούμασιν͵ ὡς ὁ αὐτὸς ἔφασκεν ἀπαγγέλλων. πέπαυσο εἰς ταῦτα δαπανώμενος͵ μή σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀποφήνῃ ψιλώσασα τῶν χρημάτων͵ καὶ γένηταί σοι τὸ τῆς ψαλτρίας καταγώγιον [ὁ] Καλυδώνιος κόλπος ἢ [τὸ] Τυρρηνικὸν πέλαγος͵ καὶ Σκύλλα ἡ μουσουργός͵ οὐκ ἔχοντί σοι Κράταιϊν ἐπικαλεῖσθαι͵ εἰ δεύτερον ἐφορμᾷ.

 

1.22. Θαλάσσερως Εὐπλόῳ.

Τηνάλλως ποιεῖ[ς] τὴν πρός με νουθεσίαν͵ ὦ Εὔπλοε. ἐγὼ γὰρ οὐκ ἂν ἀποσταίην τῆς ἀνθρώπου θεῷ μυσταγωγοῦντι πυρφόρῳ καὶ τοξοφόρῳ πειθόμενος. καὶ ἄλλως ἡμῖν τὸ ἐρᾶν συγγενές͵ τῆς θαλαττίας θεοῦ τεκούσης τοῦτο τὸ παιδίον. ἡμέτερος οὖν πρὸς μητρὸς ὁ Ἔρως͵ καὶ ὑπὸ τούτου βληθεὶς τὴν καρδίαν ἔχω πρὸς θαλάττῃ τὴν κόρην͵ Πανόπῃ νομίζων ἢ Γαλατείᾳ ταῖς καλλιστευούσαις τῶν Νηρηίδων συνεῖναι.