ΑΛΚΙΦΡΩΝ: Επιστολές Αγροτικές



2.1. Αγροτικό

Ἀποπειρώμενος τῶν σκυλακίων εἰ λοιπὸν ἐπιτήδεια εἰς δρόμον͵ λαγωὸν ἔν τινι θάμνῳ διαστροβήσας ἐξαίφνης ἀνέστησα͵ τὰ δὲ σκυλάκια οὑμοὶ υἱεῖς ἐκ τῶν ἱμαντίων ἀπέλυσαν. καὶ τὰ μὲν ἐθορύβει καὶ ἐγγὺς ἦν ἑλεῖν τὸ θηρίον͵ ὁ λαγωὸς δέ͵ ....... τοῦ κινδύνου φυγῇ ὑπερβὰς τὸ σιμὸν͵ φωλεοῦ τινος κατάδυσιν εὕρετο. μία δὲ ἡ προθυμοτέρα τῶν κυνῶν ἤδη περικεχηνυῖα καὶ ψαῦσαι προσδοκῶσα τῷ δήγματι συγκατῆλθεν εἰς τὴν ὀπὴν τῆς γῆς͵ καὶ ἐντεῦθεν ἀνελκύσαι βιαζομένη τὸ λαγῴδιον͵ [καὶ] θραύει τοῖν προσθίοιν ποδοῖν τὸν ἕτερον. καὶ ἀνειλόμην χωλεύουσαν σκύλακα ἀγαθὴν καὶ τὸ ζῷον ἡμίβρωτον͵ καὶ γέγονέ μοι κέρδους ἐφιεμένῳ λυπροῦ ζημίαν μεγάλην ἀπενέγκασθαι.

2.2. Ἰοφῶν Ἐράστωνι.

Ἐπιτριβείη καὶ κακὸς κακῶς ἀπόλοιτο ὁ μιαρὸς ἀλεκτρυών͵ ὅς με ἡδὺν ὄνειρον θεώμενον ἀναβοήσας ἐξήγειρεν. ἐδόκουν γάρ͵ ὦ φίλτατε γειτόνων͵ λαμπρός τις εἶναι καὶ βαθύπλουτος͵ εἶτα. οἰκετῶν ἐφέπεσθαί μοι στῖφος͵ οὓς οἰκονόμους καὶ διοικητὰς ἐνόμιζον ἔχειν. ἐῴκειν δὲ καὶ τὼ χεῖρε δακτυλίων πεπληρῶσθαι καὶ πολυταλάντους λίθους περιφέρειν· καὶ ἦσαν οἱ δάκτυλοί μου μαλακοὶ καὶ ἥκιστα τῆς δικέλλης ἐμέμνηντο. ἐφαίνοντο δὲ καὶ οἱ κόλακες ἐγγύθεν͵ Γρυλλίωνα εἴ ποις ἂν καὶ Παταικίωνα παρεστάναι. ἐν τούτῳ δὴ καὶ ὁ Ἀθηναίων δῆμος εἰς τὸ θέατρον παρελθόντες ἐβόων προχειρίσασθαί με στρατηγόν. μεσούσης δὲ τῆς χειροτονίας ὁ παμπόνηρος ἀλεκτρυὼν ἀνεβόησε καὶ τὸ φάσμα ἠφανίσθη. ὅμως δ΄ ἀνεγρόμενος περιχαρὴς ἦν ἐγώ͵ ἐνθύμιον δὲ ποιησάμενος τοὺς φυλλοχόους ἑστάναι μῆνας ἔγνων εἶναι τὰ ἐνύπνια ψευδῆ.

2.3. Ἀμνίων Φιλομόσχῳ.

Ἀπέκειρεν ἡμῶν ἡ χάλαζα βαρέως ἐμπεσοῦσα τὰ λήια͵ καὶ λιμοῦ φάρμακον οὐδέν. ὠνεῖσθαι δὲ ἡμῖν ἐπακτοὺς πυροὺς οὐχ οἷόν τε διὰ σπάνιν κερμάτων. ἔστι δέ σοι͵ ὡς ἀκούω͵ τῆς πέρυσιν εὐετηρίας λείψανα. δάνεισον οὖν μοι μεδίμνους εἴκοσιν͵ ὡς ἂν ἔχοιμι σώζεσθαι αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ παιδία. καρπῶν δὲ εὐφορίας γενομένης ἐκτίσομεν αὐτῷ τῷ μέτρῳ͵ καὶ λώϊον ἐάν τις ἀφθονία γένηται. μὴ δὴ περιίδῃς ἀγαθοὺς γείτονας εἰς στενὸν τοῦ καιροῦ φθειρομένους.

2.4. Εὐπέταλος Ἐλατίωνι.

Οὐδέν με τῆς γῆς ἀμειβομένης τῶν πόνων ἀντάξιον͵ ἔγνων ἐμαυτὸν ἐπιδοῦναι θαλάττῃ καὶ κύμασι. ζῆν μὲν γὰρ καὶ τεθνάναι μεμοίραται πᾶσιν ἡμῖν͵ καὶ οὐκ ἔστι τὸ χρεὼν φυγεῖν͵ κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. ἐνεργὸς γὰρ ἡ εἱμαρμένη καὶ τὸ πεπρωμένον ἄφυκτον· ὥστε τὸ ζῆν οὐχ ὑπὸ τούτοις ταλαντεύεται͵ ἀλλ΄ ὑπὸ τῇ τύχῃ βραβεύεται. ἤδη γάρ τινες μὲν ἐπὶ γῆς ὠκύμοροι͵ ἐπὶ θαλάττης δὲ μακρόβιοι κατεβίωσαν· ὥστε εἰδὼς ταῦθ΄ οὕτως ἔχειν ἐπὶ ναυτιλίαν βαδιοῦμαι͵ καὶ ἀνέμοις ὁμιλήσω καὶ κύμασι. κρεῖττον γὰρ ἐπανήκειν ἐκ Βοσπόρου καὶ Προποντίδος νεόπλουτον͵ ἢ καθήμενον ἐπὶ ταῖς τῆς Ἀττικῆς ἐσχατιαῖς λιμῶδες καὶ αὐχμηρὸν ἐρυγγάνειν.

2.5. Ἀγελαρχίδης Πυθολάῳ.

Μέγα͵ ὦ γενναῖε͵ κακόν εἰσιν οἱ κατὰ τὴν πόλιν τοκογλύφοι. ἐγὼ γὰρ οὐκ οἶδα τί παθών͵ δέον παρὰ σὲ ἢ παρά τινα ἄλλον τῶν κατ΄ ἀγρὸν γειτόνων ἐλθεῖν͵ ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων͵ βουλόμενος ἐπὶ Κολωνῷ πρίασθαι χωρίον͵ ξεναγήσαντός μέ τινος τῶν ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα καταλαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν͵ συνεσπακότα τὰς ὀφρῦς͵ χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον͵ ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα͵ διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε͵ ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς δεοίμην χρημάτων͵ πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆλος ἦν δυσχεραίνων. ὅμως δ΄ ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρὺν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο͵ ἀγροίκων ἔφοροι δαίμονες͵ μὴ λύκον ἔτι͵ μὴ δανειστὴν ἰδεῖν.

2.6. Ἀνίκητος Φοιβιανῇ.

Φεύγεις με͵ ὦ Φοιβιανή͵ φεύγεις͵ καὶ ταῦτα ἀρτίως ὅλον τὸν ἀγρὸν ἀπενεγκαμένη. τί γὰρ οὐ τῶν ἐμῶν λαβοῦσα ἔχεις; οὐ σῦκα; οὐ τυρὸν ἐκ ταλάρων; οὐκ ἔριφον νεογιλόν; οὐκ ἀλεκτορίδων ζεῦγος; οὐ τὰ λοιπὰ τρυφήματα πάντα ἔστι σοι ἐξ ἐμοῦ; οὕτως ὅλον με αὐτῇ ... κατὰ τὴν παροιμίαν ἀνατρέψασα δουλεύειν κατηνάγκασας. σὺ δὲ οὐδεμίαν ὤραν ἔχεις ἐμοῦ διακαῶς φλεγομένου· ἀλλὰ χαῖρε καὶ ἄπιθι· ἐγὼ δὲ [οἴσω] βαρέως μέν͵ οἴσω δὲ ὅμως τὴν ἀτιμίαν.

2.7.Φοιβιανὴ Ἀνικήτῳ.

Ὠδίνουσά με ἀρτίως ἥκειν ὡς ἑαυτὴν ἡ τοῦ γείτονος μετέπεμψε γυνή· καὶ δῆτα ᾔειν ἀραμένη τὰ πρὸς τὴν τέχνην͵ σὺ δὲ ἐξαπίνης ἐπιστὰς ἐπειρῶ τὴν δέρην ἀνακλάσας κύσαι. οὐ παύσῃ͵ τρικόρωνον καὶ ταλάντατον γερόντιον͵ πειρῶν τὰς ἐφ΄ ἡλικίας ἀνθούσας ἡμᾶς ὥς τις ἄρτι γενειάζειν ἀρχόμενος; οὐχὶ τῶν κατ΄ ἀγρὸν πόνων ἀφεῖσαι ἀεργὸς τὴν ἀηδίαν πορισάμενος; οὐ τοὐπτανίου καὶ τῆς ἐσχάρας ὡς ἀδύνατος ὢν ἐξέωσαι; πῶς οὖν τακερὸν βλέπεις [βλέμμα] καὶ ἀναστένεις; πέπαυσο͵ Κέκροψ ἄθλιε͵ καὶ τρέπου κατὰ σεαυτόν͵ ὦ πρέσβυ͵ μή σε λαβοῦσα κακόν τι ἐργάσωμαι.

2.8. Δρυαντίδας Χρονίῳ.

Οὐκέτι σοι μέλει οὔτε τῆς εὐνῆς ἡμῶν οὔτε τῶν κοινῶν παιδίων οὔτε μὴν τῆς κατ΄ ἀγρὸν διατριβῆς͵ ὅλη δὲ εἶ τοῦ ἄστεος͵ Πανὶ μὲν καὶ Νύμφαις ἀπεχθομένη͵ ἃς Ἐπιμηλίδας ἐκάλεις καὶ Δρυάδας καὶ Ναΐδας͵ καινοὺς δὲ ἡμῖν ἐπεισάγουσα θεοὺς πρὸς πολλοῖς τοῖς προϋπάρχουσι. ποῦ γὰρ ἐγὼ κατ΄ ἀγρὸν ἱδρύσω Κωλιάδας ἢ Γενετυλλίδας; οἶδ΄ ἀκούσας ἄλλα τινὰ δαιμόνων ὀνόματα͵ ὧν διὰ τὸ πλῆθος ἀπώλισθέ μου τῆς μνήμης τὰ πλείονα. οὐ σωφρονεῖς ὡς ἔοικεν͵ ὦ γύναι͵ οὐδὲ ὑγιές τι διανοῇ͵ ἀλλὰ ἁμιλλᾷ ἐν ταῖς ἀστικαῖς ταυταισὶ ταῖς ὑπὸ τρυφῆς διαρρεούσαις͵ ὧν καὶ τὸ πρόσωπον ἐπίπλαστον καὶ ὁ τρόπος μοχθηρίας ὑπεργέμων· φύκει γὰρ καὶ ψιμυθίῳ καὶ παιδέρωτι δευσοποιοῦσι τὰς παρειὰς ὑπὲρ τοὺς δεινοὺς τῶν ζωγράφων. σὺ δὲ ἢν ὑγιαίνῃς͵ ὁποίαν σε τὸ ὕδωρ ἢ τὸ ῥύμμα τὸ πρὶν ἐκάθηρε͵ τοιαύτη

2.9. Πρατίνας Ἐπιγόνῳ.

Μεσημβρίας οὔσης σταθερᾶς φιλήνεμόν τινα ἐπιλεξάμενος πίτυν καὶ πρὸς τὰς αὔρας ἐκκειμένην͵ ὑπὸ ταύτῃ τὸ καῦμα ἐσκέπαζον. καί μοι ψυχάζοντι μάλ΄ ἡδέως ἐπῆλθέ τι καὶ μουσικῆς ἐπαφήσασθαι͵ καὶ λαβὼν τὴν σύριγγα ἐπέτρεχον τῇ γλώττῃ͵ στενὸν τὸ πνεῦμα μετὰ τῶν χειλέων ἐπισύρων͵ καί μου ἡδύ τι καὶ νόμιον ἐξηκούετο μέλος. ἐν τούτῳ δέ͵ οὐκ οἶδ΄ ὅπως͵ ὑπὸ τῆς ἡδυφωνίας θελγόμεναι πᾶσαί μοι πανταχόθεν αἱ αἶγες περιεχύθησαν͵ καὶ ἀφεῖσαι νέμεσθαι τοὺς κομάρους καὶ τὸν ἀνθέρικον ὅλαι τοῦ μέλους ἐγίνοντο. ἐγὼ δὲ ἐν μέσαις τὸν Ἠδωνὸν ἐμιμούμην τὸν παῖδα τῆς Καλλιόπης. ταῦτά σοι οὖν εὐαγγελίζομαι͵ φίλον ἄνδρα συνειδέναι βουλόμενος ὅτι μοι μουσικόν ἐστιν τὸ αἰπόλιον.

2.10. Καλλικράτης Αἴγωνι.

Ἐγὼ μὲν ἥκοντος τοῦ καιροῦ γύρους περισκάψας καὶ ἐμβαθύνας βόθρια οἷός τε ἤμην ἐλᾴδια ἐμφυτεύειν καὶ ἐπάγειν αὐτοῖς ναματιαῖον ὕδωρ͵ ὅ μοι ἐκ τῆς πλησίον φάραγγος ἐποχετεύεται. ἐπελθὼν δὲ ὄμβρος ἐς τρεῖς ἡμέρας καὶ νύκτας ἴσας ποταμοὺς ἄνωθεν ἐκ τῆς ἀκρωρείας τῶν ὀρῶν ἐγέννησεν͵ οἳ ῥύμῃ κατασυρόμενοι ἰλὺν ἐπεσπάσαντο καὶ τοὺς βόθρους κατέχωσαν͵ ὥστε εἶναι πάντα ἰσόπεδα καὶ οὐδὲ δοκεῖν ὅλως εἰργασμένα. οὕτως ἠφάνισταί μοι τὰ πονήματα καὶ εἰς μίαν ὄψιν ἄτοπον κατέστη. τίς ἂν οὖν ἔτι πονοίη μάτην͵ ἀδήλους ἐλπίδας ἐκ γεωργίας καραδοκῶν; μετιτέον μοι ἐφ΄ ἕτερον βίον. φασὶ γὰρ ἅμα ταῖς τῶν ἐπιτηδευμάτων ἀλλαγαῖς καὶ τὰς τύχας μετασχηματίζεσθαι.

2.11. Σιτάλκης Οἰνοπίωνι.

Εἰ πατρῴζεις͵ ὦ παῖ͵ καὶ τἀμὰ φρονεῖς͵ χαίρειν τοὺς ἀλαζόνας ἐκείνους τοὺς ἀνυποδήτους καὶ ὠχριῶντας͵ οἳ περὶ τὴν Ἀκαδήμειαν ἀλινδοῦνται͵ καὶ βιωφελὲς μὲν οὐδὲν οὔτε εἰδότας οὔτε πράττειν δυναμένους͵ τὰ μετέωρα δὲ πολυπραγμονεῖν ἐπιτηδεύοντας͵ ἐάσας ἔχου τῶν κατ΄ ἀγρὸν ἔργων͵ ἀφ΄ ὧν σοι διαπονοῦντι μεστὴ μὲν ἡ σιπύη πανσπερμίας͵ οἱ δὲ ἀμφορεῖς οἴνου γέμοντες͵ πλέα δὲ ἀγαθῶν τὰ σύμπαντα.

2.12. Κότινος Τρυγοδώρῳ.

Ὁ τρύγητος ἐγγὺς καὶ ἀρρίχων ἔστι μοι χρεία. δάνεισον οὖν μοι τούτων τοὺς περιττούς͵ ὅσον οὐκ εἰς μακρὰν ἀποδώσοντι. ἔχω δ΄ ἐγὼ πιθάκνια πλείονα. εἰ οὖν δέοιο͵ προθύμως λάμβανε. τὸ γὰρ κοινὰ τὰ τῶν φίλων οὐχ ἥκιστα τοῖς ἀγροῖς ἐμφιλοχωρεῖν ὀφείλει.

2.13. Φυλλὶς Θρασωνίδῃ.

Εἰ γεωργεῖν ἐβούλου καὶ νοῦν ἔχειν͵ ὦ Θρασωνίδη͵ καὶ τῷ πατρὶ πείθεσθαι͵ ἔφερες ἄν [καὶ] τοῖς θεοῖς κιττὸν καὶ δάφνας καὶ μυρρίνας καὶ ἄνθη ὅσα σύγκαιρα͵ καὶ ἡμῖν τοῖς γονεῦσι πυροὺς ἐκθερίσας καὶ οἶνον ἐκ βοτρύων ἀποθλίψας καί͵ βδάλας τὰ αἰγίδια͵ τὸν γαυλὸν πλήρη γάλακτος· νῦν δὲ ἀγρὸν μὲν καὶ γεωργίαν ἀπαναίνῃ͵ κράνους δὲ ἐπαινεῖς τριλοφίαν καὶ ἀσπίδος ἐρᾷς͵ ὥσπερ τις Ἀκαρνὰν ἢ Μαλιεὺς μισθοφόρος. μὴ σύγε͵ ὦ παιδίον͵ ἀλλ΄ ἐπάνιθι ὡς ἡμᾶς καὶ τὸν ἐν ἡσυχίᾳ βίον ἀσπάζου καὶ γὰρ ἀσφαλὴς καὶ ἀκίνδυνος ἡ γεωργία͵ οὐ λόχους͵ οὐκ ἐνέδρας͵ οὐ φάλαγγας ἔχουσα ἡμῖν τε [ὁ] γηροκόμος γενοῦ͵ ἀντὶ τῆς ἐν ἀμφιβόλῳ ζωῆς τὴν ὁμολογουμένην ἑλόμενος σωτηρίαν.

2.14. Χαιρέστρατος Λειρίῳ.

Ἐπιτριβείης͵ ὦ Λείριον͵ κακὴ κακῶς͵ ὅτι με τῇ μέθῃ καὶ τοῖς αὐλοῖς κατακηλήσασα βραδὺν ἀπέφηνας τοῖς ἐκ τῶν ἀγρῶν ἀποπέμψασιν. οἱ μὲν γὰρ ἕωθεν προσεδόκων με φέροντα αὐτοῖς τὰ κεράμεια σκεύη͵ ὧν ἕνεκεν ἀφικόμην· ἐγὼ δὲ ὁ χρυσοῦς πάννυχος καταυλούμενος εἰς ἡμέραν ἐκάθευδον. ἀλλ΄ ἄπιθι͵ ὦ τάλαινα͵ καὶ τοὺς ἀθλίους τουτουσὶ θέλγε τοῖς γοητεύμασιν. ἐμοὶ γὰρ εἰ ἔτι ἐνοχλοίης͵ κακόν τι παμμέγεθες προσλαβοῦσα ἀπελεύσῃ.

2.15. Εὔσταχυς Πιθακνίωνι.

Τοὐμοῦ παιδίου γενέσια ἑορτάζων ἥκειν σε ἐπὶ τὴν πανδαισίαν͵ ὦ Πιθακνίων͵ παρακαλῶ͵ ἥκειν δὲ οὐ μόνον ἀλλ΄ ἐπαγόμενον τὴν γυναῖκα καὶ τὰ παιδία καὶ τὸν σύργαστρον· εἰ βούλοιο δέ͵ καὶ τὴν κύνα͵ ἀγαθὴν οὖσαν φύλακα καὶ τῷ βάρει τῆς ὑλακῆς ἀποσοβοῦσαν τοὺς ἐπιβουλεύοντας τοῖς ποιμνίοις. ἡ δὲ τοιαύτη οὐκ ἂν ἀτιμάζοιτο δαιτυμὼν εἶναι σὺν ἡμῖν. ἑορτάσομεν δὲ μάλ΄ ἡδέως͵ καὶ πιόμεθα εἰς μέθην καὶ μετὰ τὸν κόρον ᾀσόμεθα͵ καὶ ὅστις ἐπιτήδειος κορδακίζειν͵ εἰς μέσους παρελθὼν τὸ κοινὸν ψυχαγωγήσει. μὴ μέλλε οὖν͵ ὦ φίλτατε· καλὸν γὰρ ἐν ταῖς κατ΄ εὐχὴν ἑορταῖς ἐξ ἑωθινοῦ συντάττειν τὰ συμπόσια.

2.16. Πιθακνίων Εὐστάχυϊ.

Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων͵ ὦ Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας͵ ἐφ΄ ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας͵ ἔχω παρ΄ ἐμαυτῷ τοὺς κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκίμαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμὺ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τοὺς ὤμους καὶ ἁδρὰν τὴν ἐπιγουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δικέλλης κατέσκληκα͵ καὶ τύλους μὲν ἐν ταῖς χερσὶν ἔχω͵ λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν͵ ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.

2.17. Ναπαῖος Κρηνιάδῃ.

Οἶσθά με ἐπισάξαντα τὴν ὄνον σῦκα καὶ παλάθας ἄστυδε καταγαγόντα; ὡς οὖν ταῦτα ἀπεδόμην τῶν τινι γνωρίμων͵ ἄγει μέ τις λαβὼν εἰς τὸ θέατρον͵ οὗ καθίσας ἐν καλῷ διαφόροις ἐψυχαγωγούμην θεωρίαις. τὰς μὲν οὖν ἄλλας οὐ συνέχω τῇ μνήμῃ͵ εἰμὶ γὰρ τὰ τοιαῦτα καὶ εἰδέναι καὶ ἀπαγγέλλειν κακός· ἓν δὲ ἰδὼν ἀχανὴς ἐγώ σοι καὶ μικροῦ δεῖν ἄναυδος. εἷς γάρ τις εἰς μέσους παρελθὼν καὶ στήσας τρίποδα τρεῖς μικρὰς ἐπετίθει παροψίδας· εἶτα ὑπὸ ταύταις ἔσκεπε τρία μικρὰ καὶ λευκὰ καὶ στρογγύλα λιθίδια͵ οἷα ἡμεῖς ἐπὶ ταῖς ὄχθαις τῶν χειμάρρων ἀνευρίσκομεν· ταῦτά ποτε μὲν ἓν κατὰ μίαν ἔσκεπε παροψίδα͵ ποτὲ δὲ οὐκ οἶδ΄ ὅπως ὑπὸ τῇ μιᾷ ἐδείκνυ͵ ποτὲ δὲ παντελῶς ἀπὸ τῶν παροψίδων ἠφάνιζε καὶ ἐπὶ τοῦ στόματος ἔφαινεν. εἶτα καταβροχθίσας τοὺς πλησίον ἑστῶτας ἄγων εἰς μέσον τὴν μὲν ἐκ ῥινός τινος τὴν δὲ ἐξ ὠτίου τὴν δὲ ἐκ κεφαλῆς ἀνῃρεῖτο͵ καὶ πάλιν ἀνελόμενος ἐξ ὀφθαλμῶν ἐποίει. κλεπτίστατος ἄνθρωπος ὑπὲρ ὃν ἀκούομεν Εὐρυβάτην τὸν Οἰχαλιέα. μὴ γένοιτο κατ΄ ἀγρὸν τοιοῦτον θηρίον· οὐ γὰρ ἁλώσεται ὑπ΄ οὐδενός͵ καὶ πάντα ὑφαιρούμενος τἄνδον φροῦδά μοι [τὰ κατ΄ ἀγρὸν] ἀπεργάσεται.

2.18. Εὐνάπη Γλαύκῃ.

Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει͵ ὁ δὲ θητεύων παρ΄ ἡμῖν Παρμένων ζημία καθαρά͵ ῥᾴθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται· καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον͵ ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι͵ κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός͵ αὐτὸς δὲ οὐ πρότερον ἀνήσει πάντα μηχανώμενος͵ πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.

2.19. Πολύαλσος Εὐσταφύλῳ.

Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεᾴδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς͵ καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλ΄ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βότρυς͵ ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο ἀργαλέος ἄνθρωπος καὶ δριμύς͵ γνωμίδια καὶ προβουλευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγούμενος͵ καὶ πολλοὺς ἤδη διὰ σκαιότητα τρόπου καὶ δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών -δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου τοῦ δεσπότου ὄντος͵ τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλ΄ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον͵ ὃ ἐτρέφομεν ἄθυρμα τῇ δεσποίνῃ προσηνές͵ ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιούτων συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν͵ χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν͵ καὶ μὴ τὸ παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.

2.20. Θαλλὸς Πιτυΐσκῳ.

Πάντα φιλῶ τρυγᾶν -ἔστι γὰρ τὸ καρπῶν ἀπο δρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος- ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἔχων οὖν͵ σίμβλους ὑπὸ τῇ πέτρᾳ ἀποκλάσας͵ κηρία νεογενῆ͵ πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην͵ ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος͵ οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν͵ [καὶ] εἰς νέωτα δὲ δέχοιο παρ΄ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.

2.21. Φιλοποίμην Μοσχίωνι.

Λύκον ἔοικα τρέφειν τὸ μιαρὸν ἀνδράποδον· ἐμπεσὼν γὰρ εἰς τὰς αἶγας οὐκ ἔστιν ἥντινα οὐκ ἀπολώλεκε͵ τὰς μὲν ἀποδόμενος τὰς δὲ καταθύων. καὶ τῷ μὲν ἡ γαστὴρ τῆς κραιπάλης ἐμπίπλαται͵ καὶ τὰ λοιπὰ τῇ τενθείᾳ δαπανᾶται καὶ ψάλλεται καὶ καταυλεῖται καὶ [πρὸς] τοῖς μυροπωλίοις φιληδεῖ͵ τὰ δὲ αὔλια ἔρημα͵ αἶγες δὲ ἐκεῖναι [αἱ πρότερον] οἴχονται. τέως μὲν οὖν ἡσυχίαν ἄγω͵ μὴ προαισθόμενος ψύττα κατατείνας φύγῃ· εἰ δὲ ἀνυπόπτως λαβοίμην αὐτοῦ καὶ ἐγκρατὴς γενοίμην͵ δεδήσεται τὼ πόδε χοίνικας παχείας ἐπισύρων͵ καὶ τῇ σκαπάνῃ προσανέχων ὑπὸ τῇ δικέλλῃ καὶ τῇ σμινύῃ τῆς μὲν τρυφῆς ἐπιλήσεται͵ παθὼν δὲ γνώσεται οἷόν ἐστι τὸ τὴν ἄγροικον σωφροσύνην ἀσπάζεσθαι.

2.22. Ὕλη Νομίῳ.

Θαμίζεις εἰς ἄστυ [κατιών]͵ ὦ Νομίε͵ καὶ τὸν ἀγρὸν οὐδ΄ ἀκαρῆ θέλεις ὁρᾶν· ἀργὸς δὲ ἡ γῆ χηρεύουσα τῶν ἐκπονούντων͵ ἐγὼ δὲ οἰκουρῶ μόνη μετὰ τῆς Σύρας ἀγαπητῶς τὰ παιδία βουκολοῦσα. σὺ δὲ ἡμῖν αὐτόχρημα μεσαιπόλιος ἄνθρωπος μειράκιον ἀστικὸν ἀνεφάνης. ἀκούω γάρ σε τὰ πολλὰ ἐπὶ Σκίρου καὶ Κεραμεικοῦ διατρίβειν͵ οὗ φασι τοὺς ἐξωλεστάτους σχολῇ καὶ ῥᾳστώνῃ τὸν βίον καταναλίσκειν.

2.23. Ληναῖος Κορύδωνι.

Ἄρτι μοι τὴν ἅλω διακαθήραντι καὶ τὸ πτύον ἀποτιθεμένῳ ὁ δεσπότης ἐπέστη καὶ ἰδὼν ἐπῄνει τὴν φιλεργίαν. ἐφάνη δέ μοί ποθεν ὁ Κωρυκαῖος δαίμων͵ Στρόμβιχος ὁ παμπόνηρος. ἰδὼν γάρ με ἐφεπόμενον τῷ δεσπότῃ͵ κειμένην τὴν σισύραν ἣν ἀποθέμενος εἰργαζόμην ὑπὸ μάλης ᾤχετο φέρων͵ ὡς ὁμοῦ ζημίαν καὶ τὸν ἀπὸ τῶν ὁμοδούλων προσοφλῆσαι γέλωτα.

2.24. Γέμελλος Σαλακωνίδι.

Τί ταῦτα͵ ὦ Σαλακωνίς͵ ὑπερηφανεῖς τάλαινα; οὐκ ἐγώ σε εἰς τοὐργαστήριον καθημένην παρὰ τὸν ἀκεστὴν τὸν ἑτερόποδα ἀνειλόμην͵ καὶ ταῦτα λάθρᾳ τῆς μητρός͵ καὶ καθάπερ τινὰ ἐπίκληρον ἐγγυητὴν ἀγαγόμενος ἔχω; σὺ δὲ φρυάττῃ͵ παιδισκάριον εὐτελές͵ καὶ κιχλίζουσα καὶ μωκωμένη με διατελεῖς. οὐ παύσῃ͵ τάλαινα͵ τῆς ἀγερωχίας; ἐγώ σοι τὸν ἐραστὴν δείξω δεσπότην καὶ κάχρυς ἐπὶ τῶν ἀγρῶν φρύγειν ἀναγκάσω͵ καὶ τότε εἴσῃ παθοῦσα οἷ κακῶν σαυτὴν ἐνέσεισας.

2.25. Σαλακωνὶς Γεμέλλῳ.

Πάντα ὑπομένειν οἵα τέ εἰμι πλὴν τοῦ σοὶ συγκαθεύδειν͵ δέσποτα. καὶ τὴν νύκτα οὐκ ἔφυγον οὐδὲ ὑπὸ τοῖς θάμνοις ἐκρυπτόμην͵ ὡς ἐδόκεις͵ ἀλλὰ τὴν κάρδοπον ὑπεισελθοῦσα ἐκείμην ἀμφιθεμένη τὸ κοῖλον τοῦ σκεύους εἰς κάλυμμα. ἐπειδὴ δὲ κέκρικα βρόχῳ τὸν βίον ἐκλιπεῖν͵ ἄκουε λεγούσης ἀναφανδόν͵ πάντα γάρ μου περιαιρεῖ φόβον ἡ πρὸς τὸ τελευτᾶν ὁρμή· ἐγώ σε͵ ὦ Γέμελλε͵ στυγῶ͵ τοῦτο μὲν βδελυττομένη τὸ δάσος τοῦ σώματος καὶ ὥσπερ τι κίναδος ἐκτρεπομένη͵ τοῦτο δὲ τὴν δυσχέρειαν τοῦ στόματος ἐκ τοῦ μυχαιτάτου τῆς φάρυγγος τὴν δυσοσμίαν ἐκπέμποντος. κακὸς κακῶς ἀπόλοιο τοιοῦτος ὤν. βάδιζε παρά τινα λημῶσαν ἄγροικον γραῦν ἐπὶ ἑνὶ γομφίῳ σαλεύουσαν͵ ἀληλιμμένην τῷ ἐκ τῆς πίττης ἐλαίῳ.

2.26. Ὥριος Ἀνθοφορίωνι.

Ἠπιστάμην σε͵ ὦ Ἀνθοφορίων͵ ἁπλοϊκὸν εἶναι ἄνθρωπον καὶ αὐτόχρημα τὸν ἀπὸ τῆς ἀγροικίας ἄγροικον͵ ὄζοντα στεμφύλων καὶ κόνιν πνέοντα͵ ἠγνόουν δὲ ὅτι δεινὸς εἶ ῥήτωρ ὑπὲρ τοὺς ἐν Ἡλιαίᾳ τῶν ἀλλοτρίων ἕνεκα δικομαχοῦντας. κινήσας γὰρ ἐπὶ τοῦ κωμάρχου δίκας ἔναγχος͵ οὐκ ἔστιν ἥντινα οὐχὶ νικήσας ἀπηλλάγης. μακάριε τῆς γλώττης καὶ λαλίστερε τρυγόνος. ἐγὼ δὲ ἑρμαίῳ σοι χρῶμαι͵ [κατὰ] τοῦτο δὴ τὸ τοῦ λόγου. ἔκκειμαι γὰρ τοῖς βουλομένοις τἀμὰ σφετερίζεσθαι καὶ ἀγαπῶ τὴν ἡσυχίαν͵ καὶ ταῦτα εἰδὼς ὅτι [μοι] πολλάκις ἐκ τῆς ἀπραγμοσύνης φύεται πράγματα.

2.27. Ἀμπελίων Εὐέργῳ.

Πολὺς ὁ χειμὼν τὸ τῆτες καὶ οὐδενὶ ἐξιτητόν. πάντα γὰρ ἡ χιὼν κατείληφε͵ καὶ λευκανθίζουσιν οὐχ οἱ λόφοι μόνον ἀλλὰ καὶ τὰ κοῖλα τῆς γῆς͵ ἀπορία δὲ ἔργων͵ ἀργὸν δὲ καθίζειν ὄνειδος. προκύψας δῆτα τῆς καλύβης οὐκ ἔφθην παρανοίξας τὸ θύριον καὶ ὁρῶ σὺν τῷ νιφετῷ δῆμον ὅλον ὀρνέων φερόμενον͵ καὶ κοψίχους καὶ κίχλας. εὐθέως οὖν ἀπὸ τῆς λεκάνης ἀνασπάσας ἰξὸν ἐπαλείφω τῶν ἀχράδων τοὺς κλάδους͵ καὶ ὅσον οὔπω τὸ νέφος ἐπέστη [τῶν στρουθίων] καὶ πᾶσαι ἐκ τῶν ὀροδάμνων ἐκρέμαντο͵ θέαμα ἡδύ͵ πτερῶν ἐχόμεναι καὶ κεφαλῆς καὶ ποδῶν εἰλημμέναι. ἐκ τούτων λάχος σοι τὰς πίονας καὶ εὐσάρκους ἀπέσταλκα πέντε καὶ εἴκοσι. κοινωνεῖν γὰρ ἀγαθὸν τοῖς ἀγαθοῖς͵ φθονοῦσι δὲ οἱ πονηροὶ τῶν γειτόνων.

2.28. Φιλόκωμος Ἀστύλλῳ.

Οὐπώποτε εἰς ἄστυ καταβὰς οὐδὲ εἰδὼς ὅ τί ποτε ἐστὶν ἡ λεγομένη πόλις͵ ποθῶ τὸ καινὸν τοῦτο θέαμα ἰδεῖν͵ ὑφ΄ ἑνὶ περιβόλῳ κατοικοῦντας ἀνθρώπους͵ καὶ τἆλλα ὅσα διαφέρει πόλις ἀγροικίας μαθεῖν. εἰ οὖν σοι πρόφασις ὁδοῦ ἄστυδε γένοιτο͵ ἧκε ἀπάξων νῦν κἀμέ. καὶ γὰρ ἔγωγε ἄγειν οἶμαι τοῦ πλέον τι μαθεῖν͵ ἤδη μοι βρύειν θριξὶ τῆς ὑπήνης ἀρχομένης. τίς οὖν δή με τἀκεῖθι μυσταγωγεῖν ἐπιτηδειότερος ἢ σὺ ὁ τὰ πολλὰ εἴσω πυλῶν ἀλινδούμενος;

2.29. Κωμαρχίδης Εὐχαίτῃ.

Ἡ ὗς ἡ πρῴην ἐπίτεξ εἶναι νομιζομένη ἀρτίως τέτοκε͵ καὶ ἔχω δελφάκων ἀφθονίαν· γρύζουσι δὲ μάλ΄ ἀηδές͵ ἀλλ΄ ἐδώδιμοι. μεταδίδωμι δῆτα καὶ σοὶ δύο τούτων ἔχειν. οὔτε γὰρ πάντας οἷός τέ εἰμι τρέφειν τῶν κριθῶν ὀλίγων οὐσῶν καὶ ἅμα τοῖς φίλοις κοινωνεῖν τοὺς ἐν περιουσίαις ὄντας ἀγροικικῇ πρέπον ἐπιεικείᾳ͵ οἵους ἡμᾶς ἡ φιλτάτη γῆ ἁπλοϊκοὺς καὶ φιλαλλήλους τοὺς ἑαυτῆς τροφίμους ἀνεθρέψατο.

2.30. Σκοπιάδης Κοτίνωνι.

Βάλλ΄ ἐς μακαρίαν͵ οἷον κακόν ἐστιν͵ ὦ Κοτίνων͵ ἡ μέθη. ἐμπεσὼν γὰρ εἰς συμπόσιον κακοδαιμόνων ἀνθρώπων -οἰνόφλυγες δὲ πάντες ἦσαν͵ καὶ οὐδεὶς τὸ μέτρῳ πίνειν ἔστεργε- συνεχῶς δὴ περιφερομένης τῆς κύλικος -ἦν γὰρ τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτοὺς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν- πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῷ βαστάσας οἶδα͵ τρίτην ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω.

2.31. Ἄνθυλλα Κορίσκῳ.

Ἔοικε καὶ τὰ νάματα εἰς τὸ ἄνω ῥυήσεσθαι͵ εἴ γε οὕτως͵ ὦ Κορίσκε͵ ἀφηλικέστερος γεγονώς͵ ὅτε ἤδη [λοιπὸν] ὑϊδοῦς καὶ θυγατριδοῦς ἔχομεν͵ ἐρᾷς κιθαρῳδοῦ γυναικὸς κἀμὲ κνίζεις ἄχρι τοῦ καὶ αὐτὴν ἐκρινῆσαι τὴν καρδίαν. ἐγὼ μὲν γὰρ ἀτιμάζομαι τριακοστὸν ἔτος ἤδη συνοῦσά σοι͵ Παρθένιον δὲ ἡ ἱππόπορνος μεθ΄ ὑποκορισμῶν ἐκθεραπεύεται ὅλον σε αὐτοῖς ἀγροῖς καταπιοῦσα. γελῶσι δὲ οἱ νέοι͵ καὶ σὺ τοῦ γέλωτος ἀναισθήτως ἔχεις. ὦ γῆρας ἑταίρας παίγνιον.

2.32. Γνάθων Καλλικομίδῃ.

Τίμωνα οἶσθα͵ ὦ Καλλικομίδη͵ τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα͵ ὃς ἐκ πλουσίου͵ σπαθήσας τὴν οὐσίαν εἰς ἡμᾶς τοὺς παρασίτους καὶ τὰς ἑταίρας͵ εἰς ἀπορίαν συνηλάθη͵ εἶτ΄ ἐκ φιλανθρώπου μισάνθρωπος ἐγένετο καὶ τὴν Ἀπημάντου ἐμιμήσατο στύγα. καταλαβὼν γὰρ τὴν ἐσχατιὰν ταῖς βώλοις τοὺς παριόντας βάλλει͵ προμηθούμενος μηδένα αὐτῷ καθάπαξ ἀνθρώπων ἐντυγχάνειν. οὕτως τὴν κοινὴν φύσιν ἀπέστραπται. οἱ λοιποὶ δὲ τῶν Ἀθήνησι νεοπλούτων Φείδωνός εἰσι καὶ Γνίφωνος μικροπρεπέστεροι. ὥρα μοι μετανίστασθαι καὶ πονοῦντι ζῆν. δέχου δὴ οὖν με μισθωτὸν κατ΄ ἀγρόν͵ πάντα ὑπομένειν ἀνεχόμενον ὑπὲρ τοῦ τὴν ἀπλήρω τον ἐμπλῆσαι γαστέρα.

2.33. Θαλλίσκος Πετραίῳ.

Αὐχμὸς τὰ νῦν· οὐδαμοῦ νέφος ὑπὲρ γῆς αἴρεται· δεῖ δὲ ἐπομβρίας. διψῆν γὰρ τὰς ἀρούρας αὐτὸ τὸ κατάξηρον τῆς βώλου δείκνυσι. μάταια ἡμῖν͵ ὡς ἔοικε͵ καὶ ἀνήκοα τέθυται τῷ Ὑετίῳ͵ καίτοι γε ἐξ ἁμίλλης ἐκαλλιερήσαμεν πάντες οἱ τῆς κώμης οἰκήτορες͵ καὶ ὡς ἕκαστος δυνάμεως ἢ περιουσίας εἶχε συνεισηνέγκαμεν͵ ὁ μὲν κριὸν ὁ δὲ τράγον ὁ δὲ κάπρον͵ ὁ πένης πόπανον ὁ δὲ ἔτι πενέστερος λιβανωτοῦ χόνδρους [εὖ μάλα εὐρωτιῶντας]͵ ταῦρον δὲ οὐδείς· οὐ γὰρ εὐπορία βοσκημάτων ἡμῖν τὴν λεπτόγεων τῆς Ἀττικῆς κατοικοῦσιν. ἀλλ΄ οὐδὲν ὄφελος τῶν δαπανημάτων· ἔοικε γὰρ πρὸς ἑτέροις ἔθνεσιν ὁ Ζεὺς ὢν τῶν τῇδε ἀμελεῖν.

2.34. Πρατίνας Μεγαλοτέλει.

Χαλεπὸς ἦν ἡμῖν ὁ στρατιώτης͵ χαλεπός. ἐπεὶ γὰρ ἧκε δείλης ὀψίας καὶ κατήχθη οὐ κατὰ τύχην ἀγαθὴν εἰς ἡμᾶς͵ οὐκ ἐπαύσατο ἐνοχλῶν τοῖς διηγήμασι͵ δεκάδας τινὰς καὶ φάλαγγας ὀνομάζων͵ εἶτα σαρίσσας καὶ καταπέλτας καὶ δέρρεις· καὶ νῦν μὲν ὡς ἀνέτρεψε τοὺς Θρᾷκας τὸν προηγεμόνα βαλὼν μεσαγκύλῳ͵ νῦν δὲ ὡς κοντῷ διαπείρας τὸν Ἀρμένιον ἀπώλεσεν· ἐπὶ πᾶσί τε αἰχμαλώτους παρῆγε καὶ ἐδείκνυ γυναῖκας͵ ἃς ἔλεγεν ἐκ τῆς λείας ὑπὸ τῶν στρατηγῶν ἀριστείας αὐτῷ γέρας δεδόσθαι. τῷ δ΄ ἐγὼ ἐγκανάξας κύλικα εὐμεγέθη φλυαρίας φάρμακον ὤρεγον͵ ὁ δὲ καὶ ταύτην καὶ πλείονας ἐπὶ ταύτῃ καὶ ἁδροτέρας ἐκπιὼν οὐκ ἐπαύσατο τῆς ἀδολεσχίας.

2.35. Ἐπιφυλλὶς Ἀμαρακίνῃ.

Εἰρεσιώνην ἐξ ἀνθῶν πλέξασα ᾔειν ἐς ἕρμα Φαιδρίου τοῦ Ἀλωπεκῆθεν ταύτην ἀναθήσουσα. εἶτά μοι λόχος ἐξαίφνης ἀναφαίνεται νέων ἀγερώχων ἐπ΄ ἐμὲ συντεταγμένων· ὁ λόχος δὲ τῷ Μοσχίωνι συνέπραττεν. ἐπεὶ γὰρ τὸν μακαρίτην ἀπέβαλον Φαιδρίαν͵ οὐκ ἐπαύσατό μοι πράγματα παρέχων καὶ γαμησείων· ἐγὼ δὲ ἀνηνάμην ἅμα μὲν τὰ νεογνὰ παιδία κατοικτείρουσα ἅμα δὲ τὸν ἥρω Φαιδρίαν ἐν ὀφθαλμοῖς τιθεμένη. ἐλάνθανον δὲ ὑβριστὴν ὑμέναιον ἀναμένουσα καὶ θάλαμον νάπην εὑρίσκουσα. εἰς γάρ με τὸ συνηρεφὲς ἀγαγών͵ οὗ τὸ πύκνωμα συνεχὲς ἦν τῶν δένδρων͵ αὐτοῦ που κατὰ τῶν ἀνθῶν καὶ τῆς φυλλάδος͵ αἰδοῦμαι εἰπεῖν͵ ὦ φιλτάτη͵ τί παθεῖν ἐπηνάγκασε. καὶ ἔχω τὸν ἐξ ὕβρεως ἄνδρα͵ οὐχ ἑκοῦσα μὲν ὅμως δὲ ἔχω. καλὸν μὲν γὰρ ἀπείρα[σ]τον εἶναι τῶν ἀβουλήτων͵ ὅτῳ δὲ οὐχ ὑπάρχει τοῦτο͵ κρύπτειν τὴν συμφορὰν ἀναγκαῖον.

2.36. Εὔδικος Πασίωνι.

Φρύγα οἰκέτην ἔχω πονηρόν͵ ὃς ἀπέβη τοιοῦτος ἐπὶ τῶν ἀγρῶν· ὡς γὰρ τῇ ἕνῃ καὶ νέᾳ κατ΄ ἐκλογὴν τοῦ τον ἐπριάμην͵ Νουμήνιον μὲν εὐθὺς ἐθέμην καλεῖσθαι͵ δόξαντα δὲ εἶναι ῥωμαλέον καὶ ἐγρηγορὸς βλέποντα μετὰ περιχαρείας ἦγον ὡς ἐπὶ τῆς ἐσχατιᾶς μοι ἐσόμενον. ἦν δὲ οὗτος ἄρα λαμπρὰ ζημία. ἐσθίει μὲν γὰρ τεσσάρων σκαπανέων σιτία͵ ὑπνοῖ δὲ ὅσον ἤκουσα τετυφωμένου σοφιστοῦ λέγοντος Ἐπιμενίδην τινὰ Κρῆτα κεκοιμῆσθαι͵ ἢ ὡς ἀκούομεν τὴν Ἡρακλέους τριέσπερον. τί ἂν οὖν ποιοί[μ]ην͵ ὦ φίλτατε ἑταίρων καὶ συγγεωργῶν͵ ἴθι φράσον͵ ἐπὶ τοιούτῳ θηρίῳ καταβαλὼν ἀργυρίδιον;

2.37. Φιλομήτωρ Ἐπιφανίῳ.

Πρὸς θεῶν καὶ δαιμόνων͵ ὦ μῆτερ͵ ἐπ΄ ὀλίγον καταλιποῦσα τοὺς σκοπέλους καὶ τὴν ἀγροικίαν͵ θέασαι πρὸ τῆς τελευταίας ἡμέρας τὰ κατ΄ ἄστυ καλά. οἷα γὰρ οἷά σε λανθάνει͵ Ἁλῷα καὶ Ἀπατούρια καὶ Διονύσια καὶ ἡ νῦν ἑστῶσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή. ἡ μὲν οὖν Ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέραν͵ ἡ Νηστεία δὲ τὸ τήμερον εἶναι παρ΄ Ἀθηναίοις ἑορτάζεται͵ τῇ Καλλιγενείᾳ δὲ εἰς τὴν ἐπιοῦσαν θύουσιν. εἰ οὖν ἐπειχθεῖσα ἔρχῃ͵ ἕωθεν πρὸ τοῦ τὸν ἑωσφόρον ἐξελθεῖν συνθύεις ταῖς Ἀθηναίων γυναιξίν [αὔριον]. ἧκε οὖν͵ μὴ μέλλε͵ ναὶ πρὸς ἐμῆς καὶ τῶν αὐταδέλφων τῶν ἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως καταλῦσαι τὸν βίον ἀποτρόπαιον͵ ὡς ὂν θηριῶδες καὶ δύστροπον. ἀνέχου δέ͵ ὦ μῆτερ͵ τῆς ἐπὶ τῷ συμφέροντι παρρησίας· καλὸν ἅπασιν ἀνθρώποις ἀνυποστόλως ὁμιλεῖν͵ οὐχ ἥκιστα δὲ ἀναγκαῖον τὸ πρὸς τοὺς οἰκείους ἀληθίζεσθαι.

2.38. Εὐθύδικος Φιλίσκῳ.

Ἐγὼ μὲν τὸν παῖδα ἀποδόσθαι εἰς ἄστυ ξύλα καὶ κριθὰς ἀπέπεμψα͵ ἐπανήκειν τὴν αὐτὴν τὰ κέρματα κομίζοντα παρεγγυῶν. χόλος δὲ ἐμπεσὼν ἐξ ὁτουοῦν δαιμόνων εἰς αὐτὸν [οὐκ ἔχω λέγειν]͵ ὅλον παρήμειψε καὶ φρενῶν ἔξω κατέστησε. θεασάμενος γὰρ ἕνα τουτωνὶ τῶν μεμηνότων͵ οὓς διὰ τὸ μανιῶδες πάθος [λύτταν] κύνας ἀποκαλεῖν εἰώθασιν͵ ὑπερέβαλε τῇ μιμήσει τῶν κακῶν τὸν ἀρχηγέτην. καὶ ἔστιν ἰδεῖν θέαμα ἀποτρόπαιον καὶ φοβερόν͵ κόμην αὐχμηρὰν ἀνασείων͵ τὸ βλέμμα ἰταμός͵ ἡμίγυμνος ἐν τριβωνίῳ͵ πηρίδιον ἐξηρτημένος καὶ ῥόπαλον ἐξ ἀχράδος πεποιημένον μετὰ χεῖρας ἔχων͵ ἀνυπόδητος͵ ῥυπῶν͵ ἄπρακτος͵ τὸν ἀγρὸν καὶ ἡμᾶς οὐκ εἰδὼς τοὺς γονεῖς͵ ἀλλ΄ ἀρνούμενος͵ φύσει λέγων γεγονέναι τὰ πάντα καὶ τὴν τῶν στοιχείων σύγκρασιν αἰτίαν εἶναι γενέσεως͵ οὐχὶ τοὺς πατέρας. εὔδηλον δέ͵ ὅτι καὶ χρημάτων ὑπερορᾷ καὶ γεωργίαν στυγεῖ. ἀλλὰ καὶ αἰσχύνης αὐτῷ μέλει οὐδὲν καὶ τὴν αἰδῶ τῶν προσώπων ἀπέξυσται. οἴμοι οἷόν σε͵ ὦ γεωργία͵ τὸ τῶν ἀπατεώνων τουτωνὶ φροντιστήριον ἐξετραχήλισε. μέμφομαι τῷ Σόλωνι καὶ τῷ Δράκοντι͵ οἳ τοὺς μὲν κλέπτοντας σταφυλὰς θανάτῳ ζημιοῦν ἐδικαίωσαν͵ τοὺς δὲ ἀνδραποδίζοντας ἀπὸ τοῦ φρονεῖν τοὺς νέους ἀθῴους εἶναι τιμωρίας ἀπέλιπον.

2.39. Δρυάδης Μηλίῳ.

Ἔπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· ὅσα γὰρ ψώρας ὑπόπλεα͵ ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρῆσθαι ἐς ὅ τι ἂν θέλῃ͵ πρὶν φθάσαι διαφθαρῆναι παντελῶς ὑπὸ τῆς νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν ἐσθήματα πρόσφορα ταῖς ὥραις͵ ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ͵ τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον͵ ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώματα͵ τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς]͵ ἣν ἔχομεν ἐν ὥρᾳ γάμου͵ συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν͵ ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καταισχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή͵ ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θεραπεύουσαι κόσμῳ βίου καὶ σωφροσύνῃ σχολάζουσιν.