Σωτάδης Μαρώνειος, Ποίηση


 

Αρχηγός της σχολής των κιναιδογράφων, που έζησε την εποχή του Πτολεμαίου του Φιλάδελφου και έγραψε αρκετές έξυπνες κωμωδίες.

Όπως αναφέρει ο Αθήναιος, έγραψε στίχους με τους οποίους κορόιδευε τον Πτολεμαίο για τον γάμο του με την Αρσινόη. Γι’ αυτό ο Πτολεμαίος τον έκλεισε σε μολυβένιο κιβώτιο και τον έριξε στη θάλασσα.

Στην αρχαία γραμματολογία τα έργα του είναι γνωστά με τον τίτλο «Φλύακες» ή «κίναιδοι» ή «ιωνικοί λόγοι» και χαρακτηρίζονται για την καινοτομία τους στην ύλη και την μετρική τους (σωτάδειο μέτρο).

 

Στο λεξικό Σούδα αναφέρεται η εξής πληροφορία:

«sigma.871 Σωτάδης͵ Κρής͵ Μαρωνείτης͵ δαιμονισθείς͵ ἰαμβογράφος. ἔγραψε Φλύακας ἤτοι Κιναίδους διαλέκτῳ Ἰωνικῇ• καὶ γὰρ Ἰωνικοὶ λόγοι ἐκαλοῦντο οὗτοι. ἐχρήσατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Πύρης ὁ Μιλήσιος καὶ Θεόδωρος καὶ Τιμοχαρίδας καὶ Ξέναρχος. εἰσὶ δὲ αὐτοῦ εἴδη πλεῖστα• οἷον Εἰς ᾅδου κατάβασις• Πρίηπος• Εἰς Βελεστίχην• Ἀμαζών• καὶ ἕτερα. καὶ Ἐγκλειόμεναι͵ καὶ Παραλυτρούμενος• ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. »

 

Αυτά τα δύο τελευταία έργα όμως δεν ανήκουν στον Σωτάδη τον Μαρωνείτη, αλλά στον κωμικό Σωτάδη τον Αθηναίο και επειδή το λεξικό παραποιεί την αλήθεια σε αυτή την περίπτωση , παραθέτω την αναφορά του Αθήναιου από το έργο του «Δειπνοσοφιστές» όπου γράφει ακριβώς αυτό:

Deipn 7.41. Σωτάδης δ΄͵ οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνίτης͵ ἀλλ΄ ὁ τῆς μέσης κωμῳδίας͵ ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις (οὕτω γὰρ ἐπιγράφει τὸ δρᾶμα) τοιάδε μάγειρον λέγοντα ( II 447 K )• καρῖδας ἔλαβον πρῶτον• ἀπεταγήνισα ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας• ὤπτησα τὰ μέσα͵ τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον. γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο͵ ἐν λοπάδι μεγάλῃ ταῦτα͵ λιτῶς προσαγαγὼν χλόην͵ κύμινον͵ ἅλας͵ ὕδωρ͵ ἐλᾴδιον. λάβρακα μετὰ ταῦτ΄ ἐπριάμην καλὸν σφόδρα• ἔσται δι΄ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ͵ ἀποδοὺς ὅσ΄ ἐστὶν ἀπ΄ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς• ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ΄ ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημ΄ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας• ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι΄ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά• ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα• κατέπνιξ΄ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι΄ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια͵ τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν΄ ἀλεύρῳ .... τοιούτῳ τινὶ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν͵ θηρίον καλὸν σφόδρα͵ θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐνέκρυψά θ΄ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. ἀφύαν θ΄ ἅμ΄ αὐτῇ παρέλαβον Φαληρικήν• εἷς κύαθος ἐνταῦθ΄ ὕδατος ἐπιχυθεὶς πολύ• τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα͵ κἂν ᾖ δικότυλος λήκυθος͵ καταστρέφω. τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ΄ ἐσθ΄ ἡ τέχνη͵ οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι΄ ὑπομνημάτων…

 

Επίσης ο Αθήναιος αναφέρει και τις εξής λεπτομέρειες για τον Σωτάδη τον Μαρωνείτη:

Deipn 14.13 ὁ δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται. καλεῖται δ΄ οὗτος καὶ κιναιδολόγος. ἤκμασεν δ΄ ἐν τῷ εἴδει τούτῳ Σωτάδης ὁ Μαρωνείτης͵ ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ αὐτοῦ [Σωτάδου] συγγράμματι ( FHG IV 359 ) καὶ ὁ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος. ἔγραψεν δὲ καὶ οὗτος περὶ τῶν τοῦ πα τρὸς ποιημάτων σύγγραμμα• ἐξ οὗ ἔστι κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου͵ κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ͵ Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ͵ καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων• διόπερ τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας͵ ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν ( FHG IV 415 )͵ καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνον εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινά͵ ἀτὰρ καὶ τόδε͵ ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει• εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ΄ ἐστὶν αὐτοῦ ἡ ποίησις•

1 Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς.
2 Ὁ δ΄ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης
διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν
ἠλέματον͵ ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.
3 Τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ΄ ἐσακοῦσαι;
4a Σείων μελίην Πηλιάδα δεξιὸν κατ΄ ὦμον.
4b Ἔνθ΄ οἱ μὲν ἐπ΄ ἄκραισι πυραῖς νέκυες ἔκειντο
γῆς ἐπὶ ξένης͵ ὀρφανὰ τείχεα προλιπόντες
Ἑλλάδος ἱερῆς͵ καὶ μυχὸν ἑστίης πατρῴης͵
ἥβην τ΄ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον.
4c Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν