Σωτάδης ο Αθηναίος, διασωθέντα
αποσπάσματα των ποιημάτων του
ΕΓΚΛΕΙΟΜΕΝΑΙ
Καρῖδας ἔλαβον πρῶτον͵ ἀπεταγήνισα
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας͵
ὤπτησα τὰ μέσα͵ τὴν δὲ λοιπὴν γρυμέαν
ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο͵
ἐν λοπάδι μεγάλῃ ταῦτα͵ λιτῶς προσαγαγὼν
χλόην κύμινον ἅλας ὕδωρ ἐλάδιον.
λάβρακα μετὰ ταῦτ΄ ἐπριάμην καλὸν σφόδρα͵
ἔσται δι΄ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ.
ἀποδοὺς ὅσ΄ ἐστὶν ἀπ΄ ὀβελίσκων ὀπτανά͵
τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς͵
ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ΄ ὡς ἔχει͵
ἅλμῃ τε λιπαρᾷ παρατίθημ΄ ὀρίγανον.
ταύταις προσέλαβον σηπίας καὶ τευθίδας•
ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη
καὶ πτερύγι΄ ἁπαλῶς σηπίας ὠπτημένα.
τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινόν
παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά͵
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.
γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα͵
κατέπνιξ΄ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.
κωβίδι΄ ἄττα καὶ πετραῖα δή τινα
ἰχθύδια͵ τούτων ἀποκνίσας τὰ κρανία
ἐμόλυν΄ ἀλεύρῳ τοιούτῳ τινί͵
πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.
ἀμίαν τε χήραν͵ θηρίον καλὸν σφόδρα͵
θρίοισι ταύτην ἅλις ἐλαδίῳ διείς
ἐσπαργάνωσα περιπάσας ὀρίγανον͵
ἐνέκρυψά θ΄ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
ἀφύαν θ΄ ἅμ΄ αὐτῇ παρέλαβον Φαληρικήν͵
εἷς κύαθος ἐνταῦθ΄ ὕδατος ἐπιχυθεὶς πολύ•
τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα͵
κἂν ᾖ δικότυλος λήκυθος͵ καταστρέφω.
τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ΄ ἔσθ΄ ἡ τέχνη͵
οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι΄ ὑπομνημάτων.
ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ
Παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ•
τοῦτον μασᾶται͵ παρακατεσθίει δ΄ ἐμέ.
6 Ἀγαθὸς εὐφυὴς δίκαιος εὐτυχὴς ὃς ἂν ζῇ͵
τοῦ φθόνου λαβεῖν δεῖ μερίδ΄͵ ἢ μῶμον ἔχειν δεῖ.
Πλουτεῖ τις ἄγαν; ἀλλὰ πάθος παρέλαβεν αὐτόν.
Εὐσεβής τίς ἐστιν; πενίαν δέδωκεν αὑτῷ.
Μέγας ἐστὶ τεχνίτης; ἀτυχῆ πεποίηχ΄ αὑτόν.
Κἂν ἐπὶ τὸ μέγιστον δίκαιος κριτὴς ὑπάρχῃ͵
δεῖ τὸν φύσει νικώμενον ἄδικον αὐτὸν εἰπεῖν.
Πλούσιός τίς ἐστιν; τὸ μέγα πτῶμα φοβεῖται.
Ἰσχυρὸς ὑπάρχει; νόσου πεῖραν εὐλαβεῖται.
Ἡμέρας μιᾶς ἀλυπία μέγ΄ ἐστὶ κέρδος.
Τί γάρ ἐσμεν ὅλως͵ ἢ ποταπῆς γεγόναμεν ὕλης;
Στόχασαι κατὰ σεαυτὸν τὸ βιωτικὸν νοήσας͵
ἐκ τίνος ἐγένου καὶ τίς εἶ καὶ τίς πάλι γίνῃ.
7 Λύπη σε μακρὰν προφεύξεται ἀγαθὰ φρονοῦντα.
Μιμοῦ τὸ καλόν͵ καὶ μενεῖς ἐν βροτοῖς ἄριστος.
Νόμος ἐστὶ θεός. τοῦτον ἀεὶ πάντοτε τίμα.
Ξένος ὀφείλεις εἶναι τῶν οὐ καλῶς φρονούντων.
Οὗ καλῶς βιοῖς παράμενε͵ κεὐτυχεῖς τὰ πάντα.
Παρατήρει τὰ πάντων καλά͵ καὶ ταῦτα σὺ μιμοῦ.
Ρῆσιν δ΄ ἀγαθὴν δεδομένην εὖ φύλασσε σαυτῷ.
Σοὶ τοῦτο γενέσθω φίλον͵ ἐς μηδὲν ἀτακτεῖν.
Τὴν ἡσυχίαν κατὰ βίον ἵνα πάντοτε τηρῇς.
Ὑγιαίνειν εὔχου τοῖς θεοῖς͵ ἐφ΄ ὅσον ἔχεις ζῆν.
8 Τῆς τύχης σκοπεῖν δεῖ τὸ μέγιστον ὡς ἔλαττον͵
καὶ τὸ μὴ παρὸν μὴ θέλειν• οὐδὲ γὰρ σόν ἐστιν.
Ἀμφότερα μένειν οὐκ οἶδεν• ἕστηκε γὰρ οὐδέν.
Ἂν πλούσιος ὢν καθ΄ ἡμέραν σκοπῇς τὸ πλεῖον͵
ἐς τοσοῦτον εἶ πενιχρός͵ ἐς ὅσον εἶ περισσός.
Ὡς πένης θέλει σχεῖν͵ καὶ πλούσιος πλέον σχεῖν͵
ἴσον ἔχουσιν αὐτῶν αἱ ψυχαὶ τὸ μεριμνᾶν.
9 Εἰ καὶ βασιλεὺς πέφυκας͵ ὡς θνητὸς ἄκουσον.
Ἂν μακρὰ πτύῃς͵ φλεγματίῳ κρατεῖ περισσῷ.
Ἂν εὐειματῇς͵ ταῦτα πρὸ σοῦ προβάτιον εἶχεν.
Ἂν χρυσοφορῇς͵ τοῦτο τύχης ἐστὶν ἔπαρμα.
Ἂν πλούσιος ᾖς͵ τοῦτο χρόνων ἄδηλος ἰσχύς.
Ἂν ἀλαζὼν ᾖς͵ τοῦτ΄ ἀνοίας ἐστὶ φρύαγμα.
Ἂν δὲ σωφρονῇς͵ τοῦτο θεῶν δῶρον ὑπάρχει.
Ἡ σωφροσύνη πάρεστιν͵ ἂν μετρῇς σεαυτόν.
10 Ὁ πένης ἐλεεῖται͵ ὁ δὲ πλούσιος φθονεῖται͵
Ὁ μέσως δὲ βίος κεκραμένος δίκαιός ἐστιν͵
αὐτάρκεια γὰρ πρὸς πᾶσιν ἡδονὴ δικαία.
11 Πλειστάκις ἀδικούμενός τις ἐν ἀδικοῦντι καιρῷ
ἀνέχεταί τιν΄ οὗ μὴ θέλει διάφορος γενέσθαι.
12 Πῶς ἀναλύεται τὸ σῶμα; πνεύματος φυγόντος.
13 Πάντων ὁ λιμὴν τῶν μερόπων ὁ θάνατός ἐστιν.
14 Τί ποτ΄ ἐστι θεός; νοῦς. Τί δὲ νοῦς; φρόνησίς ἐστιν•
Ζῆνα δὲ σὺ νόμιζε τοῦτον ὅθεν ἔχομεν ἀεὶ ζῆν.
15 Αὐτὸς γὰρ Αἰὼν παντογενὴς ὁ πάντα γεννῶν
οὐ κρίνει δικαίως τὰ κατ΄ ἄνθρωπον ἕκαστον•
καὶ γὰρ κατὰ γαῖαν τά γε κακὰ πέφυκεν αἰεί͵
καὶ τοῖς μεγάλοις ἀεὶ κακοῖς γέγηθ΄ ὁ κόσμος͵
ὅτι πάντες ὅσοι περισσὸν ἠθέλησαν εὑρεῖν
ἢ μηχανικὸν ποίημ΄ ἢ σοφὸν μάθημα͵
οὗτοι κακὸν εἰς τὸν θάνατον τέλος ἐποίησαν͵
ὑπὸ τοῦ γεννήτορος κόσμου κακῶς παθόντες.
Σωκράτην ὁ κόσμος πεποίηκεν σοφὸν εἶναι͵
καὶ κακῶς ἀνεῖλεν τὸν Σωκράτην ὁ κόσμος͵
ἐν τῇ φυλακῇ κώνειον ὅτι πιὼν τέθνηκεν.
Πουλύποδα φαγὼν ὁ Διογένης ὠμὸν τέθνηκεν.
Αἰσχύλῳ γράφοντί τι ἐπιπέπτωκε χελώνη.
Σοφοκλῆς ῥᾶγα φαγὼν σταφυλῆς πνιγεὶς τέθνηκε.
Κύνες οἱ κατὰ Θρᾴκην Εὐριπίδην ἔτρωγον.
Τὸν θεῖον Ὅμηρον λιμὸς κατεδαπάνησεν.
16 ῞Ηρην ποτέ φασιν Δία τὸν τερπικέραυνον
17 Σκήλας καύματι κάλυψον
18 Τὴν μῆνιν ἄειδε͵ Μοῦσα͵ τὴν Ἀχιλλέως μοι
19 Σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμ΄ ὅμοιον.
20 Βλαστεῖ δ΄ ἐπὶ γῆς δένδρεα παντοῖα φύοντα.
21 Χὠς παῖς ποκα͵ πότνα͵ σὸς ἐφ΄ ἅμμιν τερατουργεῖς.
22 Ὤδινεν ὄρος͵ Ζεὺς δ΄ ἐφοβεῖτο͵ τὸ δ΄ ἔτεκεν μῦν.
23 Καλῶς ἂν εἶχε νὴ Δί΄͵ εἰ μετὰ τὸ μαθεῖν
οὐκ ἦν παθεῖν ἃ δεῖ παθεῖν• δεῖ γὰρ μαθεῖν.
Εἰ δεῖ παθεῖν μὲ κἂν μάθω͵ τί δεῖ μαθεῖν;
Οὐ δεῖ μαθεῖν ἄρ΄ ἃ δεῖ παθεῖν• δεῖ γὰρ παθεῖν•
διὰ τοῦτ΄ ἄρ΄ οὐ θέλω μαθεῖν• δεῖ γὰρ παθεῖν.
Λίγα λόγια για τον Ποιητή:
Αθηναίος κωμικός ποιητής της μέσης αττικής κωμωδίας.Έργα του αναφέρονται τα «Εγκλειόμενος» και «Παραλυτρουόμενος». Σώζονται μόνο τα αποσπάσματά τους που έχω αναρτήσει.
Τον αναφέρει ο Αθήναιος στο έργο του «Δειπνοσοφιστές»
1) Deipn 7.41. Σωτάδης δ΄͵ οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνίτης͵ ἀλλ΄ ὁ τῆς μέσης κωμῳδίας͵ ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις (οὕτω γὰρ ἐπιγράφει τὸ δρᾶμα) τοιάδε μάγειρον λέγοντα ( II 447 K )• καρῖδας ἔλαβον πρῶτον• ἀπεταγήνισα ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας• ὤπτησα τὰ μέσα͵ τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον. γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο͵ ἐν λοπάδι μεγάλῃ ταῦτα͵ λιτῶς προσαγαγὼν χλόην͵ κύμινον͵ ἅλας͵ ὕδωρ͵ ἐλᾴδιον. λάβρακα μετὰ ταῦτ΄ ἐπριάμην καλὸν σφόδρα• ἔσται δι΄ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ͵ ἀποδοὺς ὅσ΄ ἐστὶν ἀπ΄ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς• ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ΄ ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημ΄ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας• ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι΄ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά• ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα• κατέπνιξ΄ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι΄ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια͵ τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν΄ ἀλεύρῳ .... τοιούτῳ τινὶ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν͵ θηρίον καλὸν σφόδρα͵ θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐνέκρυψά θ΄ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. ἀφύαν θ΄ ἅμ΄ αὐτῇ παρέλαβον Φαληρικήν• εἷς κύαθος ἐνταῦθ΄ ὕδατος ἐπιχυθεὶς πολύ• τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα͵ κἂν ᾖ δικότυλος λήκυθος͵ καταστρέφω. τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ΄ ἐσθ΄ ἡ τέχνη͵ οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι΄ ὑπομνημάτων…
2)Deipn 9.5.17 Ἀχαιὸς δ΄ ἐν Αἴθωνι σατυρικῷ ( fr. 7 N )• κεκερματίσθω δ΄ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δ΄ ὁ κωμικὸς Παραλυτρουμένῳ ( II 449 K )• παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ• τοῦτον μασᾶται͵ παρακατεσθίει δ΄ ἐμέ…
3)2,1.128. …τὸ ἐλᾳδίου κοτύλη. ὅτι Θίμβρων ἔνδοξος μάγειρος παρὰ Φιλοστεφάνῳ. τευθὶς ὠνθυλευμένη Σωτάδης ὁ κωμικός φησιν͵ οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνείτης͵ παρ΄ ᾧ κωμικῷ μάγειρός τις τάδε φησί• καρῖδας ἔλαβον πρῶτον͵ ἀπετηγάνισα πάντας ἁπάσας• γαλεὸς εἴληπται μέγας• ὤπτησα τὰ μέσα. γλαύκου φέρω κεφαλαῖα παμμεγέθη δύο͵ ἐν λοπάδι μεγάλῃ ταῦτα͵ λιτῶς προσάγω χλόην͵ κύμινον͵ ἅλας͵ ὕδωρ͵ ἔλαιον. λάβρακ΄ 2,1.129 ἐπριάμην καλὸν σφόδρα• ἔσται δι΄ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ͵ τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς• ἔρριψα ταῦτα ἐπὶ τὸν ἄνθρακα ὡς ἔχει ἅλμῃ τε λιπαρᾷ παρατίθημι. γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα• κᾆτ΄ ἔπνιξα ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ͵ κωβίδι΄ ἄττα καὶ πε τραῖα δή τινα ἰχθύδια͵ τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν΄ ἀλεύρῳ πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν͵ θηρίον καλὸν σφόδρα͵ θρίοισι ταύτην εἴλησ΄ ἐλαδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον ἐν έκρυψά θ΄ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. εἶτα ἐπάγει• τοῦτ΄ ἔσθ΄ ἡ τέχνη͵ οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι΄ ὑπομνημάτων…