ΑΛΚΙΦΡΩΝ: Επιστολές Εταιρικές


 

Μια από τις πιο γλαφυρές και γεμάτες χάρη Επιστολές είναι αυτή που έγραψε η Γλυκερία στον Μένανδρο (4,19).

4. Εταιρικές Επιστολές

4.1. Φρύνη Πραξιτέλει.

... μὴ δείσῃς· ἐξείργασαι γὰρ πάγκαλόν τι χρῆμα͵ οἷον ἤδη τίς σοι τῶν πώποτε .......... οὐδεὶς τῶν κατὰ χειρῶν πονηθέντων͵ τὴν σεαυτοῦ ἑταίραν ἱδρύσας ἐν τεμένει. μέση γὰρ ἕστηκα [ἐπὶ] τῆς σῆς Ἀφροδίτης καὶ τοῦ Ἔρωτος ἅμα τοῦ σοῦ. μὴ φθονήσῃς δέ μοι τῆς τιμῆς· οἱ γὰρ ἡμᾶς θεασάμενοι ἐπαινοῦσι Πραξιτέλη͵ καὶ ὅτι τῆς σῆς τέχνης γέγονα οὐκ ἀδοξοῦσί με Θεσπιεῖς μέσην κεῖσθαι θεῶν. ἓν ἔτι τῇ δωρεᾷ λείπει͵ ἐλθεῖν σε πρὸς ἡμᾶς͵ ἵνα ἐν τῷ τεμένει μετ΄ ἀλλήλων κατακλινῶμεν. οὐ μιανοῦμεν γὰρ τοὺς θεοὺς οὓς αὐτοὶ πεποιήκαμεν. ἔρρωσο.

4.2 Γλυκέρα Βακχίδι.

Ὁ Μένανδρος ἡμῖν ἐπὶ τὴν τῶν Ἰσθμίων θέαν εἰς τὴν Κόρινθον ἐλθεῖν βεβούληται· ἐμοὶ μὲν οὐ κατὰ νοῦν· οἶδα[ς] γὰρ οἷόν ἐστιν ἐραστοῦ τοιούτου καὶ βραχὺν ἐστερῆσθαι χρόνον· ἀποτρέπειν δ΄ οὐκ ἐνῆν μὴ πολλάκις ἀποδημεῖν εἰωθότα. οὐδ΄ ὅπως αὐτὸν παρεγγυήσω μέλλοντα ἐπιδημεῖν ἔχω͵ οὐδ΄ ὅπως μή. βούλομαι μὲν αὐτὸν σπουδασθῆναι ὑπὸ σοῦ͵ κἀμοί τινα φέρειν φιλοτιμίαν τοῦτο λογίζομαι· οἶδε γὰρ τὴν οὖσαν ἡμῖν ἑταιρίαν πρὸς ἀλλήλας· δέδοικα δέ͵ ὦ φιλτάτη͵ οὐ σὲ τοσοῦτον -χρηστοτέρῳ γὰρ ἤθει κέχρησαι τοῦ βίου- ὅσον αὐτὸν ἐκεῖνον. ἐρωτικὸς γάρ ἐστι δαιμονίως͵ καὶ Βακχίδος οὐδ΄ ἂν τῶν σκυθρωποτάτων τις ἀπόσχοιτο. τὸ μὲν γὰρ δοκεῖν αὐτὸν οὐκ ἔλαττον τοῦ σοὶ ἐντυχεῖν ἢ τῶν Ἰσθμίων ἕνεκεν τὴν ἀποδήμησιν πεποιῆσθαι͵ οὐ πάνυ πείθομαι. ἴσως αἰτιάσῃ με τῆς ὑποψίας. συγγίνωσκε δὲ ταῖς ἑταιρικαῖς͵ ὦ φιλτάτη͵ ζηλοτυπίαις. ἐγὼ δ΄ οὐ παρὰ μικρὸν ἂν ἡγοίμην Μενάνδρου διαμαρτεῖν ἐραστοῦ. ἄλλως τε κἄν μοι κνισμός τις πρὸς αὐτὸν ἢ διαφορὰ γένηται͵ δεήσει με ἐπὶ τῆς σκηνῆς ὑπὸ Χρέμητός τινος ἢ Φειδύλου πικρῶς λοιδορεῖσθαι. ἐὰν δ΄ ἐπανέλθῃ μοι οἷος ᾤχετο͵ πολλὴν εἴσομαί σοι χάριν. ἔρρωσο.

4.3. Βακχὶς Ὑπερείδῃ.

Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης͵ ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο͵ ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνουσαι ἀσεβείας κριθησόμεθα͵ πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δ΄ οὐκέτι τὸ ἑταιρεῖν αἰτιασόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη͵ ἀλλ΄ ὅτι ἐπιεικὴς Ὑπερείδης ζηλώσομεν. πολλὰ τοίνυν κἀγαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω͵ καὶ ἡμᾶς ἀμειψομένας σε ἀντ΄ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης͵ τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί <σε> στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.

4.4. Βακχὶς Φρύνῃ.

Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην͵ φιλτάτη͵ ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην]͵ συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον͵ ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερείδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν͵ ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπ΄ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολὺ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν͵ ὦ φιλτάτη͵ τῶν ἑταιρῶν͵ μηδ΄ Ὑπερείδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη͵ μηδὲ τοῖς λέγουσί σοι ὅτι͵ εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας͵ οὐδὲν ἂν ὁ ῥήτωρ ὠφέλει͵ πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.

4.5. Βακχὶς Μυρρίνῃ.

Μὴ δὴ κρείττονος εἴη σοι τυχεῖν ἐραστοῦ͵ δέσποινα Ἀφροδίτη͵ ἀλλ΄ Εὐθίας σοι ὃν νῦν περιέπεις συγκαταβιῴη. τάλαινα γυνὴ τῆς ἀνοίας͵ ἥτις τῷ τοιούτῳ θηρίῳ προσέφθαρσαι. πλὴν ἴσως τῷ κάλλει πεπίστευκας· Μυρρίνην γὰρ στέρξει δῆλον ὅτι Φρύνην ὑπεριδών. ἀλλ΄ ἔοικας κνίσαι τὸν Ὑπερείδην βεβουλῆσθαι ὡς ἔλαττόν σοι νῦν προσέχοντα. κἀκεῖνος ἑταίραν ἔχει ἀξίαν ἑαυτοῦ καὶ σὺ ἐραστὴν σοὶ πρέποντα. αἴτησόν τι παρ΄ αὐτοῦ͵ καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπε ρηκυῖαν ἢ τοὺς νόμους καταλύουσαν. ἴσθι γοῦν ὅτι παρὰ πάσαις ἡμῖν ταῖς τὴν φιλανθρωποτέραν Ἀφροδίτην προτιμώσαις

4.6. Θαῒς Θεττάλῃ.

Οὐκ ἄν ποτ΄ ᾠήθην ἐκ τοσαύτης συνηθείας ἔσεσθαί μοί τινα πρὸς Εὐξίππην διαφοράν. καὶ τὰ μὲν ἄλλα ἐν οἷς αὐτῇ χρησίμη γέγονα ὑπὸ τὸν ἀπὸ τῆς Σάμου κατάπλουν͵ οὐκ ὀνειδίζω· ἀλλὰ Παμφίλου͵ γινώσκεις τοῦτο καὶ σύ͵ ὅσον ἡμῖν διδόντος ἀργύριον͵ ὅτι ταύτῃ ποτὲ ἐντυγχάνειν ἐδόκει͵ τὸ μειράκιον οὐ προσιέμην. ἡ δὲ καλῶς ἡμᾶς ἀντὶ τούτων ἠμείψατο τῇ κακίστ΄ ἀπολουμένῃ Μεγάρᾳ χαρίζεσθαι θέλουσα. πρὸς ἐκείνην δ΄ ἦν τις παλαιά μοι διὰ Στράτωνα ὑπόνοια· [ἀλλὰ] ταύτην μὲν οὖν οὐδὲν ᾤμην ποιεῖν παράλογον κακῶς λέγουσάν με. Ἁλῷα δ΄ ἦν͵ κἀπὶ τὴν παννυχίδα πᾶσαι͵ ὥσπερ ἦν εἰκός͵ παρῆμεν. ἐθαύμαζον δὲ τῆς Εὐξίππης τὴν ἀγερωχίαν· τὸ μὲν γὰρ πρῶτον κιχλίζουσα μετ΄ ἐκείνης καὶ μωκωμένη τὴν δυσμένειαν ἐνεδείκνυτο͵ εἶτα φανερῶς ποιημάτια ᾖδεν εἰς τὸν οὐκέθ΄ ἡμῖν προσέχοντα ἐραστήν. κἀπὶ τούτοις μὲν ἧττον ἤλγουν· ἀπαναισχυντήσασα δὲ εἰς τὸ φῦκός με καὶ τὸν παιδέρωτα ἔσκωπτεν. ἐδόκει δέ μοι πάνυ κακῶς πράττειν ὡς μηδὲ κάτοπτρον κεκτῆσθαι· εἰ γὰρ εἶδεν ἑαυτὴν χρῶμα σανδαράχης ἔχουσαν͵ οὐκ ἂν ἡμᾶς εἰς ἀμορφίαν ἐβλασφήμει. ἐμοὶ μὲν οὖν βραχὺ μέλει περὶ τούτων· ἀρέσκειν γὰρ τοῖς ἐρασταῖς͵ οὐχὶ Μεγάρᾳ καὶ Εὐξίππῃ βούλομαι ταῖς πιθήκοις. δεδήλωκα δέ σοι ἵνα μή μέ τι μέμψῃ. ἀμυνοῦμαι γὰρ αὐτὰς οὐκ ἐν σκώμμασιν οὐδὲ βλασφημίαις͵ ἀλλ΄ ἐν οἷς μάλιστα ἀνιάσονται. προσκυνῶ δὲ τὴν Νέμεσιν.

4.7. Θαῒς Εὐθυδήμῳ.

Ἐξ οὗ φιλοσοφεῖν ἐπενόησας͵ σεμνός τις ἐγένου καὶ τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους ἐπῆρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χεῖρας εἰς τὴν Ἀκαδήμειαν σοβεῖς͵ τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. ἐμάνης Εὐθύδημε͵ ἢ οὐκ οἶδας οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπακὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ὑμᾶς λόγους. ἀλλ΄ ἐμοὶ μὲν πράγματα πόσος ἐστὶν οἴει χρόνος ἐξ οὗ παρέχει βουλόμενος ἐντυχεῖν; προσφθείρεται δὲ Ἑρπυλλίδι τῇ Μεγάρας ἅβρᾳ. τότε μὲν οὖν αὐτὸν οὐ προσιέμην͵ σὲ γὰρ περιβάλλουσα κοιμᾶσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων σοφιστῶν χρυσίον ἔχειν. ἐπεὶ δέ σε ἀποτρέπειν ἔοικε τῆς μεθ΄ ἡμῶν συνηθείας͵ ὑποδέξομαι αὐτὸν καί͵ εἰ βούλει͵ τὸν διδάσκαλον τουτονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκούμενον ταῖς συνήθεσιν ἡδοναῖς. λῆρος ταῦτά ἐστι καὶ τῦφος καὶ ἐργολάβεια μειρακίων͵ ὦ ἀνόητε. οἴει δὲ διαφέρειν ἑταίρας σοφιστήν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθουσιν͵ ἐπεὶ ἕν γε ἀμφοτέροις τέλος πρόκειται τὸ λαβεῖν. πόσῳ δὲ ἀμείνους ἡμεῖς καὶ εὐσεβέστεραι· οὐ λέγομεν θεοὺς οὐκ εἶναι͵ ἀλλὰ πιστεύομεν ὀμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· οὐδ΄ ἀξιοῦμεν ἀδελφαῖς καὶ μητράσι μίγνυσθαι τοὺς ἄνδρας͵ ἀλλ΄ οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἶεν καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν͵ διὰ τοῦτο ἥττους δοκοῦμέν σοι τῶν σοφιστῶν. καὶ αὐτὴ παρὰ τούτοις ἐσχόλακα καὶ πολλοῖς διείλεγμαι. οὐδὲ εἷς ἑταίρᾳ ὁμιλῶν τυραννίδας ὀνειροπολεῖ καὶ στασιάζει τὰ κοινά͵ ἀλλὰ σπάσας τὸν ἑωθινὸν καὶ μεθυσθεὶς εἰς ὥραν τρίτην ἢ τετάρτην ἠρεμεῖ. παιδεύομεν δὲ οὐ χεῖρον ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγκρινον͵ εἰ βούλει͵ Ἀσπασίαν τὴν ἑταίραν καὶ Σωκράτην τὸν σοφιστήν͵ καὶ πότερος ἀμείνους αὐτῶν ἐπαίδευσεν ἄνδρας λόγισαι· τῆς μὲν γὰρ ὄψει μαθητὴν Περικλέα͵ τοῦ δὲ Κριτίαν. κατάβαλλε τὴν μωρίαν ταύτην καὶ ἀηδίαν͵ ὁ ἐμὸς ἔρως Εὐθύδημεοὐ πρέπει σκυθρωποῖς εἶναι τοιούτοις ὄμμασικαὶ πρὸς τὴν ἐρωμένην ἧκε τὴν ἑαυτοῦ οἷος ἐπανελθὼν ἀπὸ τοῦ Λυκείου πολλάκις τὸν ἱδρῶτα ἀποψώμενος͵ ἵνα μικρὰ κραιπαλήσαντες ἐπιδειξώμεθα ἀλλήλοις τὸ καλὸν τέλος τῆς ἡδονῆς. καὶ σοὶ νῦν μάλιστα φανοῦμαι σοφή. οὐ μακρὸν δίδωσιν ὁ δαίμων χρόνον τοῦ ζῆν· μὴ λάθῃς τοῦτον εἰς αἰνίγματα καὶ λήρους ἀναλώσας. ἔρρωσο.

4.8. Σιμαλίων Πετάλῃ.

Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τοὺς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι͵ οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι͵ καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ͵ οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα͵ ὃν παρ΄ Εὐφρονίῳ τρίτην ἑσπέραν πολύν τινα ἐνεφορησάμην͵ ὡς δὴ τὰς παρὰ τὴν νύκτα φροντίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρίπισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις͵ γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δ΄ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον ......͵ ὅν μοι ὑπὸ τὴν λυπρὰν ἐν τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπ΄ αὐτῶν περισπάσασα τῶν πλοκάμων͵ ὡς δὴ πᾶσι τοῖς ὑφ΄ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει͵ ἀπόλαυε τῆς ἡμετέρας μερίμνης͵ κἂν ᾖ σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακαριωτέροις ἡμῶν͵ οὐκ εἰς μακρὰν δέ͵ ἄνπερ ὡς ἡμεῖς ἔχωσιν͵ ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμεσῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν͵ ἀλλ΄ ἐγὼ δεόμενος καὶ ἀντιβολῶν· ἐρῶ γάρ͵ ὦ Πετάλη͵ κακῶς. φοβοῦμαι δέ͵ μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.

4.9. Πετάλη Σιμαλίωνι.

Ἐβουλόμην μὲν ὑπὸ δακρύων οἰκίαν ἑταίρας τρέφεσθαι· λαμπρῶς γὰρ ἂν ἔπραττον ἀφθόνων τούτων ἀπολαύουσα παρὰ σοῦ· νῦν δὲ δεῖ χρυσίου ἡμῖν͵ ἱματίων͵ κόσμου͵ θεραπαινιδίων. ἡ τοῦ βίου διοίκησις ἅπασα ἐντεῦθεν. οὐκ ἔστιν ἐν Μυρρινοῦντι πατρῷον ἐμοὶ κτημάτιον͵ οὐδ΄ ἐν τοῖς ἀργυρείοις ἐμοὶ μέταλλον͵ ἀλλὰ μισθωμάτια καὶ αἱ δυστυχεῖς αὗται καὶ κατεστεναγμέναι τῶν ἀνοήτων ἐραστῶν χάριτες. σοὶ δὲ ἐνιαυτὸν ἐντυγχάνουσα ἀδημονῶ͵ καὶ αὐχμηρὰν μὲν ἔχω τὴν κεφαλὴν μηδὲ ἰδοῦσα τὸν χρόνον τοῦτον μύρον͵ τὰ δὲ ἀρχαῖα καὶ τρύχινα περιβαλλομένη ταραντινίδια αἰσχύνομαι τὰς φίλας͵ οὕτως ἀγαθόν τί μοι γένοιτο. εἶτα οἴει μέ σοι παρακαθημένην πόθεν ζήσειν; ἀλλὰ δακρύεις· πεπαύσῃ μετὰ μικρόν. ἐγὼ δὲ ἂν μὴ [τις] ὁ διδοὺς ᾖ͵ πεινήσω τὸ καλόν. θαυμάζω δέ σου καὶ τὰ δάκρυα ὥς ἐστιν ἀπίθανα. δέσποινα Ἀφροδίτη͵ φιλεῖν͵ ἄνθρωπε͵ φής͵ καὶ βούλει σοι τὴν ἐρωμένην διαλέγεσθαι· ζῆν γὰρ χωρὶς ἐκείνης μὴ δύνασθαι. τί οὖν; οὐ ποτήριά ἐστιν ἐπὶ τῆς οἰκίας ὑμῖν; ....... μὴ χρυσία τῆς μητρός͵ μὴ δάνεια τοῦ πατρὸς κομιούμενος. μακαρία Φιλῶτις· [τοῖς] εὐμενεστέροις ὄμμασιν εἶδον ἐκείνην αἱ Χάριτες· οἷον ἐραστὴν ἔχει Μενεκλείδην͵ ὃς καθ΄ ἡμέραν δίδωσί τι. ἄμεινον γὰρ ἢ κλάειν. ἐγὼ δὲ ἡ τάλαινα θρηνῳδόν͵ οὐκ ἐραστὴν ἔχω· στεφάνιά μοι καὶ ῥόδα ὥσπερ ἀώρῳ τάφῳ πέμπει καὶ κλάειν δι΄ ὅλης φησὶ τῆς νυκτός. ἐὰν φέρῃς τι͵ ἧκε μὴ κλάων͵ εἰ δὲ μή͵ σεαυτὸν οὐχ ἡμᾶς ἀνιάσεις.

4.10. Μυρρίνη Νικίππῃ.

Οὐ προσέχει μοὶ τὸν νοῦν ὁ Δ[ι]ίφιλος͵ ἀλλ΄ ἅπας ἐπὶ τὴν ἀκάθαρτον Θεττάλην νένευκε· καὶ μέχρι μὲν τῶν Ἀδωνίων καὶ ἐπίκωμός ποτε πρὸς ἡμᾶς καὶ κοιμησόμενος ἐφοίτα͵ ἤδη μέντοι ὡς ἄν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν καὶ τά γε πλεῖστα ὑπὸ τοῦ Ἕλικος͵ ὁπότε μεθυσθείη͵ ὁδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρπυλλίδος ἐρῶν τὴν παρ΄ ἡμῖν ἠγάπα σχολήν· νῦν μέντοι δῆλός ἐστι μηδ΄ ὅλως ἡμῖν ἐντευξόμενος· τέσσαρας γὰρ [Λύσιδος] ἑξῆς ἡμέρας ἐν τῷ Λύσιδος κήπῳ μετὰ Θεττάλης καὶ τοῦ κάκιστ΄ ἀπολουμένου Στρογγυλίωνος͵ ὃς ταύτην αὐτῷ προὐμνηστεύσατο τὴν ἐρωμένην ἐμοί τι προσκρούσας͵ κραιπαλᾷ. γραμματίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήνυσται͵ καὶ οὐδὲν ἐξ αὐτῶν ὄφελος. δοκεῖ δέ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερεντρυφᾶν ἡμῖν. λοιπὸν οὖν ἀποκλείειν͵ κἂν ἔλθῃ ποτὲ πρὸς ἡμᾶς κοιμη[θη]σόμενος͵ εἰ δὴ κνίσαι ποτὲ ἐκείνην βουληθείη͵ διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμελεῖσθαι καταβάλλεσθαι. εἰ δὲ μηδ΄ οὕτως ἀνύοιμεν͵ θερμοτέρου τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκου δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παρ΄ αὐτοῦ μισθωμάτων στερησόμεθα͵ ἀλλ΄ εἰ Θεττάλῃ γέλωτα παρέξομεν. ἔστι σοι πειραθέν͵ ὡς φής͵ πολλάκις ἐφ΄ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα͵ ὃ τὸν πολὺν αὐτοῦ τῦφον͵ ἀλλ΄ οὖν καὶ τὴν κραιπάλην ἐκκορήσει[εν]. ἐπικηρυκευσόμεθα δὴ αὐτῷ καὶ δακρύσομεν πιθανῶς͵ καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν ὁρᾶν εἰ οὕτως ἐμὲ περιόψεται ἐρῶσαν αὐτοῦ͵ καὶ τοιαῦτα ἄλλα ἐροῦμεν καὶ πλασόμεθα. ἥξει γὰρ ὡς ἐλεῶν δήπου με καιομένην ἐπ΄ αὐτῷ· μεμνῆσθαι γὰρ τοῦ παρελθόντος χρόνου καὶ τῆς συνηθείας ἔχειν καλῶς ἐρεῖ͵ φυσῶν ἑαυτὸν ὁ λάσταυρος. συλλήψεται δὲ ἡμῖν καὶ ὁ Ἕλιξ· ἐπ΄ ἐκεῖνον γὰρ ἡ Ἑρπυλλὶς ἀποδύσεται. ἀλλ΄ ἀμφιβάλλειν εἴωθε τὰ φίλτρα καὶ ἀποσκήπτειεν εἰς ὄλεθρον. βραχύ μοι μέλει· δεῖ γὰρ αὐτὸν ἢ ἐμοὶ ζῆν ἢ τεθνάναι Θεττάλῃ.

4.11. Μενεκλείδης Εὐθυκλεῖ.

Οἴχεται Βακχὶς ἡ καλή͵ Εὐθύκλεις φίλτατε͵ οἴχεται͵ πολλά τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε͵ τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσομαί ποτε Βακχίδος. οὐχ οὗτος ἔσται ὁ χρόνος. ὅσην συμπάθειαν ἐνεδείξατο· ἀπολογίαν ἐκείνην καλῶν οὐκ ἄν τις ἁμαρτάνοι τοῦ τῶν ἑταιρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖεν͵ δεξιὸν ἄν τί μοι ποιῆσαι δοκοῦσιν. τὸ γὰρ θρυλούμενον ὑπὸ πάντων͵ ὡς πονηραί͵ ὡς ἄπιστοι͵ ὡς πρὸς τὸ λυσιτελὲς βλέπουσαι μόνον͵ ὡς ἀεὶ τοῦ διδόντος͵ ὡς τίνος γὰρ οὐκ αἴτιαι κακοῦ τοῖς ἐντυγχάνουσι͵ διαβολὴν ἐπέδειξεν ἐφ΄ ἑαυτῆς ἄδικον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῷ ἤθει παρετάξατο. οἶσθα τὸν Μήδειον ἐκεῖνον τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθ΄ ὅσης θεραπείας καὶ παρασκευῆς ἐσόβει͵ εὐνούχους ὑπισχνούμενος καὶ θεραπαίνας καὶ κόσμον τινὰ βαρβαρικόν· καὶ ὅμως ἥκοντα αὐτὸν οὐ προσίετο͵ ἀλλ΄ ὑπὸ τοὐμὸν ἠγάπα κοιμωμένη χλανίσκιον τὸ λιτὸν τοῦτο καὶ δημοτικόν͵ καὶ τοῖς παρ΄ ἡμῶν γλίσχρως αὐτῇ πεμπομένοις ἐπανέχουσα τὰς σατραπικὰς ἐκείνας καὶ πολυχρύσους δωρεὰς διωθεῖτο. τί δαί; τὸν Αἰγύπτιον ἔμπορον ὡς ἀπεσκοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἄμεινον εὖ οἶδ΄ ὅτι γένοιτ΄ ἄν. [ὡς χρηστὸν ἦθος οὐκ εἰς εὐδαίμονος βίου προαίρεσιν δαίμων τις ὑπήνεγκεν.] εἶτ΄ οἴχεται ἡμᾶς ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχίς. ὡς ἄδικον͵ ὦ φίλαι Μοῖραι· ἔδει γὰρ αὐτῇ συγκατακεῖσθαί με καὶ νῦν ὡς τότε. ἀλλ΄ ἐγὼ μὲν περίειμι καὶ τροφῆς ψαύω καὶ διαλέξομαι τοῖς ἑταίροις͵ ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὄμμασιν ὄψεται μειδιῶσα͵ οὐδὲ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις ἀπολαύσμασιν. ἀρτίως μὲν οἷον ἐφθέγγετο͵ οἷον ἔβλεπεν͵ ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρῆνες ἐνίδρυντο͵ ὡς δὲ ἡδύ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλημάτων νέκταρ ἔσταζεν· ἐπ΄ ἄκροις μοι δοκεῖ τοῖς χείλεσιν αὐτῆς ἐκάθισεν ἡ Πειθώ. ἅπαντα ἐκείνη γε τὸν κεστὸν ὑπέζωστο͵ ὅλαις ταῖς Χάρισι τὴν Ἀφροδίτην δεξιωσαμένη. ἔρρει τὰ παρὰ τὰς προπόσεις μινυρίσματα͵ καὶ ἡ τοῖς ἐλεφαντίνοις δακτύλοις κρουομένη λύρα ἔρρει. κεῖται δὲ ἡ πάσαις μέλουσα Χάρισι κωφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρα μὲν ἡ ἱππόπορνος ζῇ͵ οὕτω Θεαγένην συλήσασα ἀνηλεῶς͵ ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἄθλιον χλαμύδιον ἁρπάσαντα καὶ πέλτην οἴχεσθαι στρατευσόμενον· Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ῥάων γέγονα πρὸς σὲ ἀποδυράμενος͵ Εὐθύκλεις φίλτατε· ἡδὺ γάρ μοί τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνῆσθαι καταλέλειπται. ἔρρωσο.

4.12. Λέαινα Φιλοδήμῳ.

Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβεβλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην͵ ταλαίπωρε͵ οἷα πάσχεις μετ΄ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα <τῆς> γυναικός͵ αὐτοσανδαράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη͵ οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοιδοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἅλυσιν -ἀξία γέ ἐστιν ἐν ἁλύσει διατελεῖν πλὴν οὐχὶ χρυσῇ- φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες͵ ὡς πλατεῖς͵ ὡς ἄρ<ρ>υθμοι. αἰαῖ͵ γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἂν εἱλόμην͵ Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἁλύσεως καὶ τῶν περισκελ[λ]ίδων συγκερ ....

4.13 (χωρίς τίτλο)

.... ἐραστοῦ χωρίον Νύμφαις θυσίαν λέγουσα ὀφείλειν. εἴκοσιν ἀπέχει τῆς πόλεως στάδια· αὐτὸ δ΄ ἐστὶ λειμών τις ἢ κῆπος· ὀλίγη δὲ παρὰ τὴν ἔπαυλιν ἀνεῖται σπόριμος͵ τὰ δὲ λοιπὰ κυπαρίττια καὶ μυρρίναι͵ ἐρωτικοῦ͵ φίλη͵ κτημάτιον ὄντως͵ οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς͵ τὰ δ΄ ὑπὸ τῶν ὑπαντώντων ἐρ<ρ>ινώμεθα. Νικίας δ΄ ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών «ποῦ» φησιν ἡμῖν «ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χωρίον ὅποι βαδίζετε͵ ὅσας ἕξει συκᾶς.» τοῦτον μὲν οὖν Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὼν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλλέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δ΄ ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδιὰν ὡς οὐδ΄ <ἂν> ᾠήθημεν ταχέως ἀνυσθεῖσα. εὐθὺς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις͵ ἑκατέρωθεν δὲ μυρ<ρ>ίνης εἰσὶ θάμνοι͵ καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξοχαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ βωμὸν αὐτοσχεδίως ἐνήσαμεν͵ εἶτα σχιζία καὶ πόπανα ἐπ΄ αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος͵ καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιάσασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτῃ͵ ἱκετεύομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. «Ἴωμεν» ἔφη ἡ Μέλισσα «οἴκαδε καὶ κατακλινῶμεν». «μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανός» εἶπον ἐγώ «τούτου· ὁρᾷς γὰρ ὥς ἐστιν ἐρωτικός· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλ΄ ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία͵ ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια͵ ἔνθα ἀγροῦ ὑπαίθριοι χάριτες». «ναὶ ναί͵ λέγεις καλῶς» ἔφασαν· εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτοσχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκινθοι καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύριζον͵ ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπιχώριος͵ ἀλλὰ Ἰταλός͵ οἵου σὺ ἔφης καδίσκους ἓξ Ἐλευσῖνι ἐωνῆσθαι͵ σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί͵ καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γαλάκτια ποικίλα͵ τὰ μὲν μελίπηκτα τὰ δ΄ ἀπὸ ταγήνου -πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [τὰ πεμμάτια]- ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδαψιλεύετο. μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύλικες· καὶ προπιεῖν μέτρον ἦν &lt;πλὴν&gt; τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει· ὑπεψεκάζομεν <οὖν> μικροῖς τισι κυ<μ>βίοις ἀλλεπαλλήλοις. καὶ παρῆν Κρου[σ]μάτιον ἡ Μεγάρας καταυλοῦσα͵ ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν ᾖδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών͵ ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴχομεν τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τοὺς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι͵ καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί τις ἐφίλησεν ὑπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι͵ καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατόπιν τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη͵ τῶν ἀνδρῶν δὲ ἐκεῖνα· ὑπεκδυόμεναι δ΄ οὖν μικρὸν ἄπωθεν συνηρεφῆ τινα λόχμην εὕρομεν͵ ἀρκοῦντα τῇ τότε κραιπάλῃ θάλαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέκουσα καὶ «εἰ πρέπει μοι͵ φίλη͵ σκέψαι»͵ ἡ δ΄ ἴων ἔχουσα κάλυκας ἐπανῄει «ὡς χρηστὸν ἀποπνεῖ» λέγουσα͵ ἡ δὲ μῆλα ἄωρα «ἰδοὺ ταυτί» ἐκ τοῦ κόλπου προφέρουσα ἐπεδείκνυτο͵ ἡ δὲ ἐμινύριζεν͵ ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη· καὶ τὸ δὴ γελοιότατον͵ πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστάμεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ παρεμπορευσαμέναι<ς> τῆς ἀφροδίτης πάλιν συνειστήκει πότος· καὶ οὐκέθ΄ ἡμῖν ἐδόκουν προσβλέπειν ὡς πρότερον αἱ Νύμφαι͵ ἀλλ΄ ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δ΄ ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες͵ καὶ ἐκ τρυγὸς ἥδι στοι βότρυες͵ καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες͵ καὶ ἐπιχώριοι κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων͵ καὶ σισάρων εὐκάρδιοι ῥίζαι ὄξει δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι ὃ μάλιστα ἡδέως ἐφάγομεν͵ θριδακῖναι καὶ σέλινα· <π>ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος͵ <καὶ> ἑκάστη «ταύτην ἕλκυσον» «μὰ Δία ἀλλά μοι ταύτην» «μὴ μὲν οὖν ἀλλὰ ἐκείνην» ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί͵ αἱ δὲ οὖλαι <καὶ> βοστρύχοις ἐμφερεῖς͵ ἀλλὰ βραχεῖαι͵ ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν <ἐν>εκέχρωστο αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρίσασαι δ΄ οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραιπαλῶμεν μάλα νεανικῶς μέχρι <τοῦ> μηδὲ λανθάνειν ἀλλήλας θέλειν͵ μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρακλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου -τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ- εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβουλόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς͵ ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς͵ οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.

4.14. Μεγάρα Βακχίδι.

Σοὶ μόνῃ ἐραστὴς γέγονεν͵ ὃν φιλεῖς οὕτως ὥστε μηδ΄ ἀκαρῆ πως αὐτοῦ διαζευχθῆναι δύνασθαι. τῆς ἀηδίας͵ δέσποινα Ἀφροδίτη. κληθεῖσα ὑπὸ Γλυκέρας ἐπὶ θυσίαν ἐκ τοσούτου χρόνουἀπὸ τῶν Διονυσίων γὰρ ἡμῖν ἐπήγγειλεν -οὐχ ἥκεις͵ οἶμαι͵ δι΄ ἐκεῖνον͵ οὐδὲ τὰς φίλας ἰδεῖν γυναῖκας ἀνασχομένη. σώφρων γέγονας σὺ καὶ φιλεῖς τὸν ἐραστήν͵ μακαρία τῆς εὐφημίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι παρῆμεν͵ Θεττάλη͵ Μοσχάριον͵ Θαΐς͵ Ἀνθράκιον͵ Πετάλη͵ Θρυαλλίς͵ Μυρρίνη͵ Χρυσίον͵ Εὐξίππη· ὅπου καὶ Φιλουμένη͵ καίτοι γεγαμημένη προσφάτως καὶ ζηλοτυπουμένη͵ τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δ΄ ἡμῖν μόνη τὸν Ἄδωνιν περιέψυχες͵ μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη παραλάβῃ. οἷον ἡμῶν ἐγένετο τὸ συμπόσιον -τί γὰρ οὐχ ἅψομαί σου τῆς καρδίας; -ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ᾠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν ἔλιπε͵ σύ͵ τὰ δ΄ ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν͵ οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δ΄ οὖν πλείστην ἡμῖν παρασκευάσαν τέρψιν͵ δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρρίνη τὸ ζώνιον λύσασα -βόμβυξ δ΄ ἦν τὸ χιτώνιον- δι΄ αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν͵ ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δ΄ οἷον ἐνεργοῦσά τι ἐρωτικὸν ὑπεστέναξεν͵ ὥστε με νὴ τὴν Ἀφροδίτην καταπλαγῆναι. οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς͵ ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· «οὐ γὰρ διὰ παραπετασμάτων ἐγώ» φησίν «ἀγωνιοῦμαι͵ οὐδὲ ἀκκιζομένη͵ ἀλλ΄ οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις ἁγών». ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώσασα τὴν ὀσφῦν «ἰδού͵ σκόπει τὸ χρῶμα» φησίν «ὡς ἄκρηβες͵ Μυρρίνη͵ ὡς ἀκήρατον͵ ὡς καθαρόν͵ τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί͵ [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν͵] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε ἄσαρκον͵ τοὺς γελασίνους ἐπ΄ ἄκρων. ἀλλ΄ οὐ τρέμει νὴ Δία» <φησὶν> ἅμ΄ ὑπομειδιῶσα «ὥσπερ ἡ Μυρρίνης». καὶ τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς͵ καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν͵ ὥστε ἀνακροτῆσαι πάσας καὶ νικᾶν ἀποφήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες .... τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδ΄ ἡτισοῦν ἐθάρσησεν· ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυχίσασαι δ΄ οῦν καὶ τοὺς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι -ἀεὶ γὰρ ἡδίων ἡ πρόσφατος ἀφροδίτη- ᾠχόμεθα ἔξοινοι͵ καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν͵ ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν͵ πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς͵ καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας͵ τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἑστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῇ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη <περι>στέλλει. ὅπως δ΄ ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.

4.15. Φιλουμένη Κρίτωνι.

Τί πολλὰ γράφων ἀνιᾷς σαυτόν; πεντήκοντά μοι χρυσῶν δεῖ καὶ γραμμάτων οὐ δεῖ. εἰ μὲν οὖν φιλεῖς͵ δός· εἰ δὲ φιλαργυρεῖς͵ μὴ ἐνόχλει. ἔρρωσο.

4.16. Λάμια Δημητρίῳ.

Σὺ ταύτης τῆς παρρησίας αἴτιος͵ <ὃς> τοσοῦτος ὢν βασιλεὺς εἶτα ἐπέτρεψας καὶ ἑταίρᾳ γράφειν σοι͵ [καὶ] οὐχ ἡγησάμενος δεινὸν ἐντυγχάνειν τοῖς ἐμοῖς γράμμασιν ὅλῃ μοι ἐντυγχάνων. ἐγώ͵ δέσποτα Δημήτριε͵ ὅταν μὲν ἔξω σε θεάσωμαι καὶ ἀκούσω μετὰ τῶν δορυφόρων καὶ τῶν στρατοπέδων καὶ τῶν πρέσβεων καὶ τῶν διαδημάτων͵ νὴ τὴν Ἀφροδίτην͵ πέφρικα καὶ ταράττομαι καὶ ἀποστρέφομαι ὡς τὸν ἥλιον͵ μὴ ἐπικαῶ τὰ ὄμματα· καὶ τότε μοι ὄντως ὁ πολιορκητὴς εἶναι δοκεῖς Δημήτριος· οἷον δὲ καὶ βλέπεις τότε͵ ὡς πικρὸν καὶ πολεμικόν· καὶ ἀπιστῶ ἐμαυτῇ καὶ λέγω «Λάμια͵ σὺ μετὰ τούτου καθεύδεις; σὺ διὰ νυκτὸς ὅλης αὐτὸν καταυλεῖς; σοὶ νῦν οὗτος ἐπέσταλκε; σοὶ Γνάθαιναν τὴν ἑταίραν συγκρίνει;» καὶ ἠλογημένη σιωπῶ καὶ εὔχομαί σε θεάσασθαι παρ΄ ἑαυτῇ. καὶ ὅταν ἔλθῃς͵ προσκυνῶ σε· καὶ ὅταν περιπλακείς με καταφιλῇς͵ πάλιν πρὸς ἐμαυτὴν τἀναντία λέγω «οὗτός ἐστιν ὁ πολιορκητής; οὗτός ἐστιν ὁ ἐν τοῖς στρατοπέδοις; τοῦτον φοβεῖται <ἡ> Μακεδονία͵ τοῦτον ἡ Ἑλλάς͵ τοῦτον ἡ Θρᾴκη; νὴ τὴν Ἀφροδίτην͵ σήμερον αὐτὸν τοῖς αὐλοῖς ἐκπολιορκήσω καὶ ὄψομαι τί με διαθήσει». ...... μᾶλλον εἰς τρίτην͵ παρ΄ ἐμοὶ γὰρ δειπνήσεις͵ δέομαι. τὰ Ἀφροδίσια ποιῶ ταῦτα <τὰ> κατ΄ ἔτος͵ καὶ ἀγῶνα ἔχω ἀεὶ τὰ πρότερα τοῖς ὑστέροις νικᾶν. ὑποδέξομαι δή σε ἐπαφροδίτως καὶ ὡς ἔνι μάλιστα ἐπιφανῶς͵ ἄν μοι περιουσιάσαι γένηται ὑπὸ σοῦ͵ μηδὲν ἀνάξιον τῶν σῶν ἀγαθῶν ἐξ ἐκείνης τῆς ἱερᾶς νυκτὸς ἔτι πεποιηκυίᾳ͵ καίτοι σοῦ γε ἐπιτρέποντος ὅπως ἂν βούλωμαι χρῆσθαι τῷ ἐμῷ σώματι· ἀλλὰ κέχρημαι καλῶς καὶ ἀμίκτως πρὸς ἑτέρους. οὐ ποιήσω τὸ ἑταιρικὸν οὐδὲ ψεύσομαι͵ δέσποτα͵ ὡς ἄλλαι ποιοῦσιν. ἐμοὶ γὰρ ἐξ ἐκείνου͵ μὰ τὴν Ἄρτεμιν͵ οὐδὲ προσέπεμψαν ἔτι πολλοὶ [οὐδὲ ἐπείρασαν] αἰδούμενοί σου τὰς πολιορκίας. ὀξύς ἐστιν Ἔρως͵ ὦ βασιλεῦ͵ καὶ ἐλθεῖν καὶ ἀναπτῆναι. ἐλπίσας πτεροῦται͵ καὶ ἀπελπίσας ταχὺ πτερορρυεῖν εἴωθεν ἀπογνωσθείς. διὸ καὶ μέγα τῶν ἑταιρουσῶν ἐστι σόφισμα͵ ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτιθεμένας ταῖς ἐλπίσι διακρατεῖν τοὺς ἐραστάς. [πρὸς ὑμᾶς δὲ οὐδὲ ὑπερτίθεσθαι ἔξεστιν͵ ὥστε φόβον εἶναι κόρου.] λοιπὸν ἡμᾶς δεῖ τὰ μὲν ποιεῖν͵ τὰ δὲ μαλακίζεσθαι͵ τὰ δὲ ᾄδειν͵ τὰ δὲ αὐλεῖν͵ τὰ δὲ ὀρχεῖσθαι͵ τὰ δὲ δειπνοποιεῖν͵ τὰ δὲ κοσμεῖν [σοι] τὸν οἶκον͵ τὰς [δὲ] ὁπωσοῦν ἄλλως ταχὺ μαραινομένας μεσολαβούσας χάριτας͵ ἵνα μᾶλλον ἐξάπτωνται τοῖς διαστήμασιν εὐαλέστεραι αὐτῶν αἱ ψυχαί͵ φοβουμένων μὴ ἄλλο πάλιν γένηται τῆς ἐν τῷ παρόντι τύχης κώλυμα. ταῦτα δὲ πρὸς μὲν ἑτέρους τάχα ἂν ἐδυνάμην͵ βασιλεῦ͵ πλάττεσθαι καὶ τεχνιτεύειν· πρὸς δὲ σέ͵ ὃς οὕτως ἤδη αὐχεῖς ἐπ΄ ἐμοὶ ὡς ἐπιδεικνύναι με καὶ ἀγάλλεσθαι πρὸς τὰς ἄλλας ἑταίρας ὅτι πασῶν ἐγὼ πρωτεύω͵ μὰ τὰς φίλας Μούσας͵ οὐκ ἂν ὑπομείναιμι [πλάττεσθαι]· οὐχ οὕτως εἰμὶ λιθίνη. ὥστε ἀφεῖσα πάντα καὶ τὴν ψυχὴν ἐμαυτῆς εἰς τὴν σὴν ἀρέσκειαν ὀλίγον ἡγήσομαι <δε>δαπανῆσ<θ>αι. <ἀλλ΄> εὖ οἶδα γὰρ ὅτι οὐ μόνον ἐν τῇ Θηριππίδου οἰκίᾳ͵ ἐν ᾗ μέλλω σοι τὸ τῶν Ἀφροδισίων εὐτρεπίζειν δεῖπνον͵ ἔσται διαβόητος ἡ παρασκευή͵ ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Ἀθηναίων πόλει͵ νὴ τὴν Ἄρτεμιν͵ καὶ ἐν τῇ Ἑλλάδι πάσῃ. καὶ μάλιστα οἱ μισητοὶ Λακεδαιμόνιοι͵ ἵνα δοκῶσιν ἄνδρες εἶναι οἱ ἐν Ἐφέσῳ ἀλώπεκες͵ οὐ παύσονται τοῖς Ταϋγέτοις ὄρεσι καὶ ταῖς ἐρημίαις ἑαυτῶν διαβάλλοντες ἡμῶν τὰ δεῖπνα καὶ καταλυκουργίζοντες τῆς σῆς ἀνθρωποπαθείας. ἀλλ΄ οὗτοι μὲν χαιρόντων͵ δέσποτα͵ σὺ δέ μοι μέμνησο φυλάξαι τὴν ἡμέραν τοῦ δείπνου καὶ τὴν ὥραν ἣν ἂν ἕλῃ· ἀρίστη γὰρ ἣν <σὺ> βούλει. ἔρρωσο.

4.17. Λεόντιον Λαμίᾳ.

Οὐδὲν δυσαρεστότερον͵ ὡς ἔοικεν͵ ἐστὶν ἄρτι πάλιν μειρακευομένου πρεσβύτου. οἷά με Ἐπίκουρος οὗτος διοικεῖ πάντα λοιδορῶν͵ πάντα ὑποπτεύων͵ ἐπιστολὰς ἀδιαλύτους μοι γράφων͵ ἐκδιώκων ἐκ τοῦ κήπου. μὰ τὴν Ἀφροδίτην͵ εἰ Ἄδωνις ἦν͵ ἤδη ἐγγὺς ὀγδοήκοντα γεγονὼς ἔτη͵ οὐκ ἂν αὐτοῦ ἠνεσχόμην φθειριῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπιλημένου εὖ μάλα πόκοις ἀντὶ πίλων. μέχρι τίνος ὑπομενεῖ τις τὸν φιλόσοφον τοῦτον; ἐχέτω τὰς περὶ φύσεως αὐτοῦ κυρίας δόξας καὶ τοὺς διεστραμμένους κανόνας͵ ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίαν ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύβριστον. ὄντως ἐγὼ πολιορκητὴν ἔχω τ[οι]οῦτον͵ οὐχ οἷον σὺ Λάμια Δημήτριον. μὴ γὰρ ἔστι σωφρονῆσαι διὰ τὸν ἄνθρωπον τοῦτον; καὶ σωκρατίζειν καὶ στωμύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι͵ καὶ Ἀλκιβιάδην τινὰ τὸν Πυθοκλέα νομίζει καὶ Ξανθίππην ἐμὲ οἴεται ποιήσειν. [καὶ] πέρας ἀναστᾶσα ὁποίποτε γῆν πρὸ γῆς φεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς αὐτοῦ τὰς ἀδιαπαύστους ἀνέξομαι. ὃ δὲ πάντων δεινότατον ἤδη καὶ ἀφορητότατον τετόλμηκεν͵ ὑπὲρ οὗ καὶ γνώμην βουλομένη λαβεῖν τί μοι ποιητέον ἐπέσταλκά σοι· Τίμαρχον τὸν καλὸν οἶσθα τὸν Κηφισιᾶθεν. οὐκ ἀρνοῦμαι πρὸς τὸν νεανίσκον οἰκείως ἔχειν ἐκ πολλοῦπρὸς σέ μοι τἀληθῆ Λάμιααὶ τὴν πρώτην ἀφροδίτην ἔμαθον παρ΄ αὐτοῦ σχεδόν· οὗτος γάρ με διεπαρθένευσεν ἐκ γειτόνων οἰκοῦσαν. ἐξ ἐκείνου τοῦ χρόνου πάντα μοι τἀγαθὰ πέμπων οὐ διαλέλοιπεν͵ ἐσθῆτα<ς>͵ χρυσία͵ θεραπαίνας θεράποντας͵ Ἰνδὰς Ἰνδούς. τἆλλα σιωπῶ. ἀλλὰ τὰ μικρότατα προλαμβάνει τῆς ὥρας͵ ἵνα μηδεὶς φθάσῃ με γευσάμενος. τοιοῦτον οὖν ἐραστὴν «ἀπόκλεισον» φησὶ «καὶ μὴ προσίτω σοι»͵ ποίοις δοκεῖς αὐτὸν ἀποκαλῶν ὀνόμασιν; οὔτε ὡς Ἀττικὸς οὔτε ὡς φιλόσοφος͵ ....... ἢ Καππαδοκίας πρῶτος εἰς τὴν Ἑλλάδα ἥκων. ἐγὼ μὲν εἰ καὶ ὅλη γέμοι ἡ Ἀθηναίων πόλις Ἐπικούρων͵ μὰ τὴν Ἄρτεμιν͵ οὐ ζυγοστατήσω πάντας αὐτοὺς πρὸς τὸν Τιμάρχου βραχίονα͵ μᾶλλον δὲ οὐδὲ πρὸς τὸν δάκτυλον. τί σὺ λέγεις Λάμια; οὐκ ἀληθῆ ταῦτα; οὐ δίκαιά φημι; καὶ μὴ δή͵ δέομαί σου πρὸς τῆς Ἀφροδίτης͵ μή σοι ταῦτα ἐπελθέτω· «ἀλλὰ φιλόσοφος͵ ἀλλὰ ἐπιφανής͵ ἀλλὰ πολλοῖς φίλοις κεχρημένος». λαβέτω καὶ ἁγὼ ἔχω͵ διδασκέτω δ΄ ἄλλους. ἐμὲ γὰρ οὐδὲν θάλπει ἡ δόξα͵ ἀλλ΄ ὃν θέλω δὸς Τίμαρχον͵ Δάματερ. ἀλλὰ καὶ δι΄ ἐμὲ πάντα ἠνάγκασται ὁ νεανίσκος καταλιπών͵ τὸ Λύκειον καὶ τὴν ἑαυτοῦ νεότητα καὶ τοὺς συνεφήβους καὶ τὴν ἑταιρείαν͵ μετ΄ αὐτοῦ ζῆν καὶ κολακεύειν αὐτὸν καὶ καθυμνεῖν τὰς ὑπηνέμους αὐτοῦ δόξας. ὁ <δ΄> Ἀτρεὺς οὗτος «ἔξελθε» φησίν «ἐκ τῆς ἐμῆς μοναγρίας καὶ μὴ πρόσιθι Λεοντίῳ». ὡς οὐ δικαιότερον ἐκείνου ἐροῦντος «σὺ μὲν οὖν μὴ πρόσιθι τῇ ἐμῇ». καὶ ὁ μὲν νεανίσκος ὢν ἀνέχεται τὸν ὕστερον ἀντεραστὴν γέροντα͵ ὁ δὲ τὸν δικαιότερον οὐχ ὑπομένει. τί ποιήσω͵ πρὸς τῶν θεῶν ἱκετεύω σε Λάμια. νὴ τὰ μυστήρια͵ νὴ τὴν τούτων τῶν κακῶν ἀπαλλαγήν͵ ὡς ἐνθυμηθεῖσα τοῦ Τιμάρχου τὸν χωρισμὸν ἄρτι ἀπέψυγμαι καὶ ἵδρωκα τὰ ἄκρα καὶ ἡ καρδία μου ἀνέστραπται. δέομαί σου͵ δέξαι με πρὸς σεαυτὴν ἡμέρας ὀλίγας͵ καὶ ποιήσω τοῦτον αἰσθάνεσθαι πηλίκων ἀπέλαυεν ἀγαθῶν ἔχων ἐν τῇ οἰκίᾳ ἐμέ. καὶ οὐκέτι φέρει τὸν κόρον͵ εὖ οἶδα· πρεσβευτὰς εὐθὺς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμα<ρ>χον καὶ Πολύαινον. ποσάκις οἴει με͵ Λάμια͵ πρὸς αὐτὸν ἰδίᾳ παραγενομένην εἰπεῖν «τί ποιεῖς Ἐπίκουρε; οὐκ οἶσθα ὡς διακωμῳδεῖ σε Τιμοκράτης ὁ Μητροδώρου <ἀδελφὸς> ἐπὶ τούτοις ἐν ταῖς ἐκκλησίαις͵ ἐν τοῖς θεάτροις͵ παρὰ τοῖς ἄλλοις σοφισταῖς;» ἀλλὰ τί ἔστιν αὐτῷ ποιῆσαι; ἀναίσχυντός ἐστι τῷ ἐρᾶν. καὶ ἐγὼ ἔσομαι τοίνυν ὁμοία τις αὐτῷ [ἀναίσχυντος] καὶ οὐκ ἀφήσω τὸν ἐμὸν Τίμαρχον. ἔρρωσο.

4.18. Μένανδρος Γλυκέρᾳ.

Ἐγὼ μὰ τὰς Ἐλευσινίας θεάς͵ μὰ τὰ μυστήρια αὐτῶν͵ ἅ σοι καὶ ἐναντίον ἐκείνων ὤμοσα πολλάκις͵ Γλυκέρα͵ μόνος μόνῃ͵ ὡς οὐδὲν ἐπαίρω τἀμὰ οὐδὲ βούλομαι σου χωρίζεσθαι͵ ταῦτα καὶ λέγω καὶ γράφω. τί γὰρ ἐμοὶ χωρὶς σοῦ γένοιτ΄ ἂν ἥδιον; τί&lt;νι&gt; δ΄ ἐπαρθῆναι μεῖζον <ἂν> δυναίμην τῆς σῆς φιλίας; ἐπεὶ καὶ τὸ ἔσχατον ἡμῶν γῆρας διὰ τοὺς σοὺς τρόπους καὶ τὰ &lt;σὰ&gt; ἤθη νεότης ἀεὶ φανεῖταί μοι. καὶ συννεάσαιμεν ἀλλήλοις καὶ συγγηράσαιμεν͵ καὶ νὴ τοὺς θεοὺς συναποθάνοιμεν͵ ἀλλ΄ αἰσθανόμενοι͵ Γλυκέρα͵ ὅτι συναποθνήσκομεν͵ ἵνα μηδετέρῳ ἡμῶν ἐς Ἅιδου συγκαταβαίη τις ζῆλος͵ εἴ τινων ἄλλων ὁ σωθεὶς πειράσεται ἀγαθῶν. μὴ δὴ γένοιτό μοι πειραθῆναι σοῦ μηκέτ΄ οὔσης· τί γὰρ ἂν ἔτι καταλείποιτο ἀγαθόν; ἃ δὲ νῦν ἤπειξέ με ἐν Πειραιεῖ μαλακιζόμενον -οἶσθα γάρ μου τὰς συνήθεις ἀσθενείας͵ ἃς οἱ μὴ φιλοῦντές με τρυφὰς καὶ σαλακωνίας καλεῖν εἰώθασιν- ἐπιστεῖλαί σοι ἐν ἄστει μενούσῃ διὰ τὰ Ἁλῷα τῆς θεοῦ͵ ταῦτ΄ ἐστίν· ἐδεξάμην ἀπὸ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου γράμματα͵ ἐν οἷς δεῖταί μου πάσας δεήσεις͵ καὶ προτρέπεται βασιλικῶς ὑπισχνούμενος τὸ δὴ λεγόμενον τοῦτο τὰ τῆς γῆς ἀγαθὰ καὶ ἐμὲ καὶ Φιλήμονα· καὶ γὰρ ἐκείνῳ γράμματα κεκομίσθαι φησί· καὶ αὐτὸς δὲ ὁ Φιλήμων ἐπέστειλέ μοι τὰ ἴδια δῆλον ὅτι ἐλαφρότερα καὶ ὡς οὐ Μενάνδρῳ γεγραμμένα ἧττον λαμπρά. ἀλλ΄ ὄψεται καὶ βουλεύσεται τὰ ἴδια οὗτος. ἐγὼ δὲ οὐ περιμενῶ βουλάς͵ ἀλλὰ σύ μοι͵ Γλυκέρα͵ καὶ γνώμη καὶ Ἀρεοπαγῖτις βουλὴ καὶ Ἡλιαία͵ <καὶ> ἅπαντα νὴ τὴν Ἀθηνᾶν ἀεί <τε> γέγονας καὶ νῦν ἔσῃ. τὰς μὲν οὖν ἐπιστολὰς τοῦ βασιλέως σοι διεπεμψάμην͵ ἵνα μὴ κόπτω σε δὶς καὶ τοῖς ἐμοῖς καὶ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνουσαν· ἃ δὲ ἐπιστέλλειν αὐτῷ ἔγνωκα͵ βούλομαί σε εἰδέναι. πλεῖν μὲν καὶ εἰς Αἴγυπτον ἀπιέναι μακρὰν οὕτως καὶ ἀπῳκισμένην βασιλείαν οὖσαν͵ μὰ τοὺς δώδεκα θεούς͵ οὐδὲ ἐνθυμοῦμαι. ἀλλ΄ οὐδὲ εἰ ἐν Αἰγίνῃ ταύτῃ γε τῇ πλησίον ἔκειτο Αἴγυπτος͵ οὐδ΄ οὕτως ἐν νῷ ἂν ἔσχον ἀφεὶς τὴν ἐμὴν βασιλείαν τῆς σῆς φιλίας μόνος ἐν τοσούτῳ ὄχλῳ Αἰγυπτίων χωρὶς Γλυκέρας ἐρημίαν πολυάνθρωπον ὁρᾶν. ἥδιον γὰρ καὶ ἀκινδυνότερον τὰς σὰς θεραπεύω μᾶλλον αὐλάς͵ ἢ τὰς ἁπάντων τῶν σατραπῶν καὶ βασιλέων͵< ἵν΄> ἐπικίνδυνον μὲν τὸ ἄγαν ἐλεύθερον͵ εὐκαταφρόνητον δὲ τὸ κολακεῦον͵ ἄπιστον δὲ τὸ εὐτυχούμενον. ἐγὼ δὲ καὶ τὰς θηρικλείους καὶ τὰ καρχήσια καὶ τὰς χρυσίδας καὶ πάντα τὰ ἐν ταῖς αὐλαῖς ἐπίφθονα παρὰ τούτοις ἀγαθὰ φυόμενα͵ τῶν κατ΄ ἔτος Χοῶν καὶ τῶν ἐν τοῖς θεάτροις Ληναίων καὶ τῆς χθιζῆς ὁμολογίας καὶ τῶν τοῦ Λυκείου γυμνασίων καὶ τῆς ἱερᾶς Ἀκαδημ<ε>ίας οὐκ ἀλλάττομαι͵ μὰ τὸν Διόνυσον καὶ τοὺς βακχικοὺς αὐτοῦ κισσούς͵ οἷς στεφανωθῆναι μᾶλλον ἢ τοῖς Πτολεμαίου βούλομαι διαδήμασιν͵ ὁρώσης καὶ καθημένης ἐν τῷ θεάτρῳ Γλυκέρας. ποῦ γὰρ ἐν Αἰγύπτῳ ὄψομαι ἐκκλησίαν καὶ ψῆφον ἀναδιδομένην; ποῦ δὲ δημοκρατικὸν ὄχλον οὕτως ἐλευθεριάζοντα; ποῦ δὲ θεσμοθέτας ἐν ταῖς ἱεραῖς κόμαις κεκισσωμένους; ποῖον περισχοίνισμα; ποίαν αἵρεσιν; ποίους Χύτρους; Κεραμεικόν͵ ἀγοράν͵ δικαστήρια͵ τὴν καλὴν ἀκρόπολιν͵ τὰς σεμνὰς θεάς͵ τὰ μυστήρια͵ τὴν γειτνιῶσαν Σαλαμῖνα͵ τὰ στενά͵ τὴν Ψυττάλ<ε>ιαν͵ τὸν Μαραθῶνα͵ ὅλην ἐν ταῖς Ἀθήναις τὴν Ἑλλάδα͵ τὴν Ἰωνίαν͵ τὰς Κυκλάδας πάσας; ἀφεὶς ταῦτα καὶ Γλυκέραν μετ΄ αὐτῶν εἰς Αἴγυπτον ἀπέλθω χρυσὸν λαβεῖν καὶ ἄργυρον καὶ πλοῦτον; ᾧ μετὰ τίνος χρήσομαι; μετὰ Γλυκέρας τοσοῦτον διατεθαλασσευμένης; οὐ πενία δέ μοι ἔσται χωρὶς αὐτῆς ταῦτα; ἐὰν δὲ ἀκούσω τοὺς σεμνοὺς ἔρωτας εἰς ἄλλον αὐτὴν μετατεθεικέναι͵ οὐ σποδός μοι πάντες οἱ θησαυροὶ γενήσονται; καὶ ἀποθνήσκων τὰς μὲν λύπας ἐμαυτῷ συναποίσω͵ τὰ δὲ χρήματα τοῖς ἰσχύουσιν ἀδικεῖν ἐν μέσῳ κείσεται. ἢ μέγα τὸ συμβιοῦν Πτολεμαίῳ καὶ σατράπαις καὶ τοιούτοις ψόφοις͵ ὧν οὔτε τὸ φιλικὸν βέβαιον οὔτε τὸ διεχθρεῦον ἀκίνδυνον; ἐὰν δὲ διοργισθῇ τί μοι Γλυκέρα͵ ἅπαξ αὐτὴν ἁρπάσας κατεφίλησα· ἂν ἔτι ὀργίζηται͵ μᾶλλον αὐτὴν ἐβιασάμην· κἂν βαρυθύμως ἔχῃ͵ δεδάκρυκα· καὶ πρὸς ταῦτ΄͵ οὐκέθ΄ ὑπομείνασα τὰς ἐμὰς λύπας͵ δεῖται λοιπὸν οὔτε στρατιώτας ἔχουσα οὔτε δορυφόρους οὔτε φύλακας· ἐγὼ γὰρ αὐτῇ εἰμι πάντα. ἦ μέγα καὶ θαυμαστὸν ἰδεῖν τὸν καλὸν Νεῖλον· οὐ μέγα δὲ καὶ τὸν Εὐφράτην ἰδεῖν; οὐ μέγα δὲ καὶ τὸν Ἴστρον; οὐ τῶν μεγάλων καὶ ὁ Θερμώδων͵ ὁ Τίγρις͵ ὁ Ἅλυς [ὁ Ρῆνος]; εἰ μέλλω πάντας τοὺς ποταμοὺς ὁρᾶν͵ καταβαπτισθήσεταί μοι τὸ ζῆν μὴ βλέποντι [μοι] Γλυκέραν. ὁ δὲ Νεῖλος οὗτος καίπερ ὢν καλός͵ ἀλλ΄ ἀποτεθηρίωται͵ καὶ οὐκ ἔστιν οὐδὲ προσελθεῖν αὐτοῦ ταῖς δίναις ἐλλοχωμένου τοσούτοις κακοῖς. ἐμοὶ γένοιτο͵ βασιλεῦ Πτολεμαῖε͵ χώματος καὶ τάφου πατρῴου τυχεῖν. ἐμοὶ γένοιτο τὸν Ἀττικὸν ἀεὶ στέφεσθαι κισσὸν καὶ τὸν ἐπ΄ ἐσχάρας ὑμνῆσαι κατ΄ ἔτος Διόνυσον͵ τὰς μυστηριώτιδας ἄγειν τελετάς͵ δραματουργεῖν τι καινὸν ταῖς ἐτησίοις θυμέλαις [δρᾶμα]͵ γελῶντα καὶ χαίροντα καὶ ἀγωνιῶντα καὶ φοβούμενον καὶ νικῶντα. Φιλήμων δὲ εὐτυχείτω καὶ τἀμὰ <ἐχέτω> ἀγαθὰ γενόμενος ἐν Αἰγύπτῳ. οὐκ ἔχει Φιλήμων Γλυκέραν τινά͵ οὐδὲ ἄξιος ἦν ἴσως τοιούτου ἀγαθοῦ. σὺ δὲ ἐκ τῶν Ἁλῴων δέομαι͵ Γλυκέριον͵ εὐθὺς πετομένη πρὸς ἡμᾶς ἐπὶ τῆς ἀστράβης φέρου. μακροτέραν ἑορτὴν οὐδέποτε ἔγνων οὐδὲ ἀκαιροτέραν. Δήμητερ͵ ἵλεως γενοῦ.

4.19.1 1Γλυκέρα Μενάνδρῳ.

Ἃς διεπέμψω μοι τοῦ βασιλέως ἐπιστολὰς εὐθὺς ἀνέγνων. μὰ τὴν Καλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευχαῖς ἔχαιρον͵ Μένανδρε͵ ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη͵ καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἥ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Εὐφρόνιον καὶ τῶν φίλων ἣν οἶσθα· καὶ <γὰρ> παρὰ σοὶ ἐδείπνησε πολλάκις͵ καὶ ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν͵ ἀλλ΄ ὡς φοβούμενος αὐτὴν ἐπαινεῖν͵ ὅθεν καὶ μειδιάσασα θερμότερόν σε κατεφίλησα. οὐ μέμνησαι͵ Μένανδρε; θεασάμεναι δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλμοῖς χαίρουσαν «ὦ Γλυκέριον» ἤροντο͵ «τί σοι τηλικοῦτον γέγονεν ἀγαθόν͵ ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον.» κἀγώ «Μένανδρον» ἔφην «τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς Πτολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρόπον τινὰ μεταπέμπεται» μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ͵ ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σὺν τῇ βασιλικῇ σφραγῖδι. «χαίρεις οὖν ἀπολειπομένη;» ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν͵ Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς͵ οὐδ΄ εἰ βοῦς μοι τὸ <δὴ> λεγόμενον φθέγξαιτο͵ πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνήσεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις Γλυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Αἰγύπτῳ βασιλεύειν μετὰ πάντων τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστολῶν ὧν ἀνέγνων <δῆλος> ἦν ὁ βασιλεύς͵ τἀμὰ πεπυσμένος ὡς ἔοικε περὶ σέ͵ καὶ ἠρέμα δι΄ ὑπονοιῶν Αἰγυπτίοις θέλων ἀστεϊσμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο͵ ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν διαβῆναι. τί γὰρ Ἀθῆναι χωρὶς Μενάνδρου; τί δὲ Μένανδρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα διασκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω͵ κἀν τοῖς παρασκηνίοις ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέμουσα͵ ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρτεμιν ἀναψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλ΄ ὅ γε ταῖς φίλαις τότε χαίρειν ἔφην͵ τοῦτ΄ ἦν Μένανδρε͵ ὅτι οὐκ ἄρα Γλυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερθαλάσσ<ι>οι ἐρῶσί σου͵ καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Αἴγυπτος καὶ Νεῖλος καὶ Πρωτέως ἀκρωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ πάντα μετέωρα νῦν ἐστι͵ βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν &lt;καὶ γραῶν&gt; καὶ θεραπόντων] καὶ παντὸς τοῦ [ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν͵ οὐκ ὄψονται δὲ Μένανδρον͵ εἰ μὴ ἐν ἄστει παρὰ Γλυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμονίαν ἴδοιεν͵ τὸν πάντῃ διὰ τὸ κλέος αὐτοῦ Μένανδρον καὶ νύκτωρ καὶ μεθ΄ ἡμέραν ἐμοὶ προσκείμενον. οὐ μὴν ἀλλ΄ εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου͵ χρήματος μεγάλου͵ καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρ΄ αὐτοῖς τίμια͵ δέομαί σου Μένανδρε͵ μὴ ποιήσῃ με πρόφασιν· μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἤδη τοὺς μεδίμνους ἀριθμοῦντες͵ οὓς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλ΄ ἄπιθι πᾶσι θεοῖς͵ ἀγαθῇ τύχῃ͵ δεξιοῖς πνεύμασι͵ Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξῃς με λέγειν͵ οὐδ΄ αὐτὴ δύναμαι κἂν θέλω· ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσομαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι͵ εὖ [δ΄] οἶδα͵ κἂν ἐκκλωμένης κώπης ναυτιᾷς ἐγὼ [θεραπεύσω] θάλψω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν͵ ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [εἰς Αἴγυπτον]͵ οὐ Διόνυσον ἀλλὰ Διονύσου θεράποντα καὶ προφήτην. οὐδὲ ἐν Νάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιωμένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα͵ καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεὺς καὶ ἡ Αἴγυπτος. οὐδὲν χωρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν͵ εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιουσίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν͵ ἐν ἐμοὶ καὶ τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλ΄ οἱ συγγενεῖς͵ ἀλλ΄ οἱ πατέρες͵ ἀλλ΄ οἱ φίλοι͵ σχεδὸν οἶσθα πάντῃ πάντες πολλῶν δέονται͵ πλουτεῖν θέλουσι καὶ χρηματίζεσθαι. σὺ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ με οὔτε μικροῦ οὔτε μεγάλου͵ τοῦτο εὖ οἶδα͵ πάλαι μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι͵ νῦν δὲ ἤδη καὶ κρίσιν προστεθεικὼς αὐτοῖς͵ ἧς μᾶλλον περιέχομαι͵ Μένανδρε͵ φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγο χρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβλη[ν]ται καί <τι> βουλῆς͵ ἀρραγέστερον ἐν τούτοις ἤδη τὸ ἔργον <ὂν> οὔτε ἀμιγὲς ἡδονῆς ἔσται [διὰ τὸ πάθος] οὔτε περιδεές. θήσει δὲ σὺ τὴν <αὐτὴν> γνώμην͵ ὅς γε πολλάκις περὶ τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλ΄ εἰ καὶ σὺ μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ͵ δέδοικα τοὺς Ἀττικοὺς σφῆκας͵ οἵτινες ἄρξονται πάντῃ με περιβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφῃρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦτον. ὥστε δέομαί σου Μένανδρε͵ ἐπίσχες͵ μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι͵ περίμεινον ἕως <ἂν> κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] Θεοφράστου καὶ Ἐπικούρου. τάχα γὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά͵ εἴτε λῷον εἰς Αἴγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασθῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι<ν ὁ> θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μένοντες] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον͵ γαστρομαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν͵ ἀλλ΄ ἰδεῖν͵ ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ γάρ͵ ὥς φασι͵ καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῷα [ἱερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σαφῶς μέχρι τίνος οὐ δύνασαι Γλυκέραν ἰδεῖν͵ ἵν΄ ἐγὼ μὲν καταδράμω πρὸς σέ͵ τὴν δὲ Φρυγίαν ταύτην ἑτοιμάσωμαι ἤδη. καὶ εἰ μελετᾶν πειράζεις ἀπὸ σαυτοῦ <ἐ>μὲ <καὶ> τὸν Πειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν Μουνυχίαν καὶ &lt;πάντα&gt; κατ΄ ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς -οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τοὺς θεούς͵ οὐδὲ σὺ δύνασαι διαπεπλεγμένος ὅλως ἤδη μοι. κἂν οἱ βασιλεῖς ἐπιστείλωσι πάντες͵ ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ ὅρκων ἱερῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον͵ ἐμὴ φιλότης͵ θᾶσσον εἰς ἄστυ παραγενέσθαι͵ ὅπως εἴ γε μεταβουλεύσαιο <περὶ> τῆς πρὸς βασιλέα ἀφίξεως͵ ἔχῃς εὐτρεπισμένα τὰ δράματα <καὶ> ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται Πτολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον οὐ δημοκρατικόν͵ ὡς οἶσθα -εἴτε Θαΐδα εἴτε Μισούμενον εἴτε Θρασυλέοντα εἴτε Ἐπιτρέποντας εἴτε Ραπιζομένην εἴτε Σικυών<ιον͵ εἴθ΄ ὅτι>οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν ἔρωτα καὶ ταῦτ΄ εἰδέναι δύνασθαι. σὺ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρ΄ ἐρώντων μανθάνειν· ἀλλ΄ εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες͵ αἰδούμεθα <μὰ> τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθάνουσαι. πάντως <δὲ> δέομαι͵ Μένανδρε͵ κἀκεῖνο παρασκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας͵ ἵνα κἂν μὴ παραγένωμαι σὺν σοί͵ διὰ σοῦ πλεύσω πρὸς Πτολεμαῖον͵ καὶ μᾶλλον αἴσθηται ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρωτας ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ΄ οὐδὲ τούτους ἀφήσεις͵ εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν͵ ἕως δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν͵ μαθήσομαι͵ ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα͵ εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ͵ ὦ θεοὶ πάντες͵ ὃ κοινῇ λυσιτελήσει͵ καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.