3. Παρασιτικές
Επιστολές
3.1. Ἑκτοδιώκτης Λοπαδεκθάμβῳ.
Ὁ γνώμων οὔπω σκιάζει τὴν ἕκτην͵ ἐγὼ δὲ ἀποσκλῆναι κινδυνεύω
τῷ λιμῷ κεντούμενος. εἶεν͵ ὥρα σοι βουλεύματος͵ Λοπαδέκθαμβε͵ μᾶλλον δὲ μοχλοῦ
καὶ καλῳδίου [ἀπάγξασθαι]· εἰ γὰρ ἢ ὅλην καταβαλοῦμεν τὴν κίονα τὴν τὸ πικρὸν
τοῦτο ὡρολόγιον ἀνέχουσαν͵ ἢ τὸν γνώμονα τρέψομεν ἐκεῖσε νεύειν οὗ τάχιον
δυνήσεται τὰς ὥρας ἀποσημαίνειν͵ ἔσται τὸ βούλευμα Παλαμήδειον· ὡς νῦν ἐγώ σοι
αὖος ὑπὸ λιμοῦ καὶ αὐχμηρός. Θεοχάρης δὲ οὐ πρότερον καταλαμβάνει τὴν στιβάδα
πρὶν αὐτῷ τὸν οἰκέτην δραμόντα φράσαι τὴν ἕκτην ἑστάναι. δεῖ οὖν ἡμῖν τοιούτου
σκέμματος͵ ὃ κατασοφίσασθαι καὶ παραλογίσασθαι τὴν τοῦ Θεοχάρους εὐταξίαν
δυνήσεται. τραφεὶς γὰρ ὑπὸ παιδαγωγῷ βαρεῖ καὶ ὠφρυωμένῳ οὐδὲν φρονεῖ νεώτερον͵
ἀλλ΄ οἷά τις Λάχης ἢ Ἀπόληξις αὐστηρός ἐστι τοὺς τρόπους καὶ οὐκ ἐπιτρέπει τῇ
γαστρὶ πρὸ τῆς ὥρας ἐμπίπλασθαι.
3.2. Τρεχέδειπνος Μανδυλοκολάπτῃ.
Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμβαλών μοι κατὰ
τύχην χρηστῶς ἠσπάσατο καὶ κατεμέμφετο ὅτι μὴ θαμίζοιμι παρ΄ αὐτόν. καὶ μικρὰ
προσπαίξας ἴθι πρὸς Διός εἶπεν ὦ βέλτιστε͵ καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον
ἡμῖν τὴν ἑταίραν ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει͵ πάντως οὐκ ἀγνοεῖς͵
μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς
τεμαχίτης καὶ σταμνία τοῦ Μενδησίου νέκταρος͵ εἴποι τις ἄν͵ πεπληρωμένα. καὶ ὁ
μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παρ΄ ὅτου
καλοῖτο͵ ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ͵ ὡς ἔοικε͵ πειραθεῖσα τοῦ
Γοργίου καὶ μικροπρεποῦς περὶ τὰς ἀποδόσεις͵ τὴν ὀργὴν ἔναυλον [ἐγκειμένην] ἔχουσα͵
πλήρη τὴν κακκάβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος
καταχέαι ζέοντος τοῦ ὕδατος͵ εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν
κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς
προπηλακισμοὺς ὑπομένομεν.
3.3. Ἀρτεπίθυμος Κνισοζώμῳ.
Ἀγχόνης μοι δεῖ͵ καὶ ὄψει με οὐ μετὰ μακρὸν ἐν βρόχῳ τὸν
τράχηλον ἔχοντα. οὔτε γὰρ τὰ ῥαπίσματα οἷός τέ εἰμι φέρειν καὶ τὴν ἄλλην
παροινίαν τῶν κάκιστ΄ ἀπολουμένων ἐρανιστῶν͵ οὔτε τῆς μιαρᾶς καὶ ἀδηφάγου γαστρὸς
κρατεῖν· ἡ μὲν γὰρ αἰτεῖ͵ καὶ οὐ πρὸς κόρον μόνον ἀλλ΄ εἰς τρυφήν· τὸ πρόσωπον
δὲ τὰς ἐπαλλήλους πληγὰς οὐκ ἀνέχεται͵ καὶ κινδυνεύω τοῖν ὀφθαλμοῖν τὸν ἕτερον
συσταλῆναι ὑπὸ τῶν ῥαπισμάτων ἐνοχλούμενος. ἰοὺ ἰοὺ τῶν κακῶν͵ οἷα ὑπομένειν ἡμᾶς
ἀναγκάζει ἡ παμφάγος αὕτη καὶ παμβορωτάτη γαστήρ. ἔκρινα οὖν πολυτελοῦς
τραπέζης ἀπολαύσας ἀποπτύσαι τὸ ζῆν͵ κρείττονα ὀδυνηροῦ βίου τὸν καθ΄ ἡδονὴν
θάνατον ἡγησάμενος.
3.4. Ἑτοιμόκοσσος Ζωμεκπνέοντι.
Ἰατταταιάξ͵ τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ
μηχανῆς ἐρρύσατό μ΄ ἐν ἀκαρεῖ μέλλοντα παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά
με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα͵ μᾶλλον δὲ
αὐτόνεκρον͵ θεασάμενος [ἕνα τῶν κάτω]͵ τοῖς μαθηταῖς ἐπέταττεν φοράδην ἀνελεῖν͵
καὶ ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν͵ ἔπειτα ῥυῆναι φλέβα διατεμὼν
τὸ πολὺ τοῦ αἵματος ἐποίησεν͵ οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθήτῳ με τῷ θανάτῳ
διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] οἱ λακκόπλουτοι εἰργάσαντό
με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν ἀναγκάζοντες.
ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν͵ ὁ δὲ κόπαιον εὐμέγεθες παρώθει ταῖς γνάθοις͵ ὁ δὲ
κρᾶμα͵ οὐκ οἶνον͵ ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος͵ καθάπερ εἰς πίθον ἐνέχει.
αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλήρωσα͵ ὥστε αὐτὸν τὸν Ἀκεσίλαον
θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ΄ ἐπειδὴ
θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κινδύνου φανερῶς ἐξείλοντο͵ ἐπ΄ ἐργασίαν
τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθοῦ
μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα͵ ὁμολογουμένην
ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν͵ ἢ πεμμάτων ἀπολαύοντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον
ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.
3.5. Οἰνοπνίκτης Κοτυλοβροχθίσῳ.
Ἴθι͵ λαβὼν τὴν σύριγγα καὶ τὰ κύμβαλα ἧκε περὶ πρώτην φυλακὴν
τῆς νυκτὸς ἐπὶ τὸν χρυσοῦν στενωπὸν ἐπὶ τὴν Ἄγνον͵ ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται
καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταίραν ἀγαγεῖν παρὰ τὸν
νεόπλουτον Θηριππίδην τὸν Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ
χρόνος͵ καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ
μειρακίου͵ θρύπτεται καὶ συνεχῶς ἀκκίζεται͵ καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη
οὔ φησιν ἑαυτὴν ἐπιδώσειν͵ εἰ μή τι χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν
καὶ βίᾳ ταύτην͵ εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν͵ ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω
τάχιστα αὐτὴν καὶ ἄκουσαν ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο καὶ
τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρθωμα͵ ληψόμεθα χρυσοῦς τοῦ νέου
κόμματος οὐκ ὀλίγους καὶ λαμπρὰν ἐσθῆτα͵ καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπ΄ ἀδείας
ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ
φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ
φίλοι νομίζονται.
3.6. Ραγοστράγγισος Στεμφυλοδαίμονι.
Ἄρδην ἀπόλωλά σοι· ὁ γὰρ χθὲς εὐπάρυφος͵ πιναροῖς͵ ὡς ὁρᾷς͵
καὶ τρυχίνοις ῥακίοις τὴν αἰδῶ περισκέπω. ἀπέδυσε γάρ με Παταικίων ὁ
παμπόνηρος͵ ὃς τὰ κέρματά με - εἶχον δέ͵ ὡς οἶσθα͵ ὑπόσυχνον ἀργύριον- δεξιαῖς
χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι <span style="mso-spacerun: yes;"> </span>δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι
παριδεῖν ὅσον ἐζημιώθην͵ εἶτ΄ ἀθῴῳ γενέσθαι τοῦ πλείονος͵ ἐκ τῆς κατ΄ ὀργὴν ἔριδος
τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθ΄ ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ
προκλήσεως ἀποτιθείς͵ τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμάτων. ποῖ δὴ οὖν
βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγίζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ
βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει
με ἱματίοις͵ ἢ καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος
θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης
θέρεσθαι].
3.7. Ψιχοκλά[υ]στης Βουκίωνι.
Τῇ προτεραίᾳ ξυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρουθίας καὶ
Κύναιθος οἱ παράσιτοι͵ λουσάμενοι εἰς τὸ ἐν Σηραγγείῳ βαλανεῖον͵ ἀμφὶ τὴν
πέμπτην ὥραν δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ Χαρικλέους τοῦ
μειρακίου ᾠχόμεθα͵ ἔνθα αὐτός τε ἀσμένως ὑπεδέξατο φιλόγελώς τε ὢν καὶ
φιλαναλώτης͵ ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρέσχομεν͵ παρὰ μέρος ἀλλήλους
ἐπιρραπίζοντες καὶ ἀνάπαιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν καὶ αὐτοχαρίτων
ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν τούτῳ δέ͵ ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου
τοῦ συμποσίου͵ ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δ΄ αὐτῷ πλῆθος
οἰκετῶν͵ οἳ δραμόντες ἐφ΄ ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ
καμπύλῃ παίει τὸν νῶτον τοῦ Χαρικλέους͵ ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον
ἀνδραπόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα·
τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδ΄ εὐαριθμήτους͵ τέλος ἀγαγὼν
εἰς τὸ δεσμωτήριον ἀπέθετο ὁ ἄγριος γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ
καθηδυπαθήσας μεθ΄ ἡμῶν ὁ χαρίεις Εὐθύδικος͵ ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου
τῶν Ἀρεοπαγιτῶν͵ ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον͵ τάχ΄ ἂν καὶ τῷ δημίῳ παρεδόθημεν.
οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ΄ ἡμῶν͵ καὶ πάντα ἔπραττεν ὡς ἂν
τὴν ἐπὶ θανάτῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.
3.8. Γνάθων Λει[σ]χοπίνακι.
Ἡμῶν ὡς Μεγαρέων ἢ Αἰγιέων οὐδεὶς λόγος͵ εὐδοκιμεῖ δὲ τὰ νῦν
Γρυλλίων μόνος καὶ κατέχει τὸ ἄστυ͵ καὶ πᾶσα αὐτῷ καθάπερ Κράτητι τῷ Θήβηθεν
κυνὶ ἀνέῳγεν [ἡ] οἰκία. ἐμοὶ δοκεῖν͵ Θετταλίδα τινὰ γραῦν ἢ Ἀκαρνανίδα
φαρμακεύτριαν πεπορισμένος καταγοητεύει τοὺς ἀθλίους νεανίσκους. τί γὰρ καὶ στωμύλον
ἔχει; τί δὲ ὁμιλητικὸν καὶ ἡδὺ φέρει; ἀλλ΄ ἴσως εὐμενεστέροις ὄμμασιν ἐκεῖνον εἶδον
αἱ Χάριτες͵ ὡς τοὺς μὲν ἀπομύττεσθαι πρὸς αὐτοῦ͵ ἡμᾶς δὲ ἀγαπᾶν εἰ τὰς ἀπομαγδαλίας
ὡς κυσί τις παραρρίψειε. τάχα δὲ οὐ γόης͵ ἀλλὰ τύχῃ κέχρηται δεξιᾷ. [τύχη γὰρ παρὰ
πάντα ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.] οὐδὲν γὰρ ἐν ἀνθρώποις γνώμη͵ πάντα δὲ
τύχη͵ καὶ ταύτης ὁ τυχὼν ἡδὺς ἔστι καὶ νομίζεται.
3.9. Τραπεζολείκτης Ψιχίωνι.
῎Ηλγησα͵ ὦ καλὲ Ψιχίων͵ ἀκούσας τὴν συμβᾶσάν σοι περὶ τὸ
πρόσωπον συμφοράν. εἰ δὲ καὶ τοῦτον ἐγένετο τὸν τρόπον ὃν διηγήσατο ἡμῖν ἐπανελθοῦσα
τοῦ συμποσίου ἡ Λειριόνη -λέγω δὴ τὴν παιδίσκην Φυλλίδος τῆς ψαλτρίας- πόλεμον ὑπέστης
καὶ πόρθησιν καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ
θηλυδρίαν περικατεάξαι σοι τὴν φιάλην͵ ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα
καὶ τὴν δεξιὰν σιαγόνα͵ καὶ τοῦ αἵματος ἐνεχθῆναι κρουνούς͵ οἵους ὕδατος αἱ ἐν
Γερανείᾳ πέτραι σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων τουτωνί͵
τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα γὰρ κινδύνου τὸ ζῆν͵ καὶ τὸν ἐκ
λιμοῦ θάνατον δεδιότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.
3.10. Στεμφυλοχαίρων Τραπεζοχάροντι.
Ὡς εὐτυχῶς͵ ὡς μακαρίως πέπραγα. ἐρήσῃ με ἴσως τίνα τρόπον͵ ὦ
βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτά σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις͵ ὡς
οἶσθα͵ τὴν Κουρεῶτιν [ἑορτήν]· ἐγὼ δέ͵ παραληφθεὶς ἐπὶ δεῖπνον [τέρπειν]͵ ὠρχούμην
τὸν κόρδακα. οἱ δαιτυμόνες δὲ ἐκ φιλονεικίας ἔπινον͵ ἕως͵ τῆς ἁμίλλης εἰς ἄπειρον
προχωρούσης͵ κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι
καὶ αὐτῶν τῶν οἰκετῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν σκευῶν ὑφελέσθαι
δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόντων ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ͵ τὸ
χειρόμακτρον ὑπὸ μάλης λαβὼν ἐξηλλόμην ὡς ἐν τῇ φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν.
ὅρα δέ͵ ὥς ἐστι πολυτελές͵ ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος
λεπτὸν εἰς ὑπερβολὴν καὶ πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι͵ γαστριῶ
σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακνίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν͵
καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέσθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.
3.11. Ὡρολόγιος Λαχανοθαυμάσῳ.
Ἑρμῆ κερδῷε καὶ ἀλεξίκακε Ἡράκλεις͵ ἀπεσώθην. οὐδὲν ἂν δεινὸν
ἔτι γένοιτο. προχόην ὑφελόμενος ἀργυρᾶν Φανίου τοῦ πλουσίου δρόμῳ δοὺς φέρεσθαι
ἦν γὰρ ἀωρία τῆς νυκτός -ἠπειγόμην σώζειν ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ
περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ
Κνώσιοι͵ ὑφ΄ ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον͵ ὡς
μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν τοῖς ἑτοίμοις εἰς ἔλεον
καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλ΄ ἐπιπολῆς͵ [καὶ]
ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου
δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθ΄ ὑλακτούντων -οἴκοι γὰρ πάντες ἐδέδεντο- αὐτὸς
δὲ εἰς Πειραιᾶ δραμὼν νηὶ Σικελικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην
τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων νένασμαι τοῖς κέρμασι καὶ
νεόπλουτος ἐπανελήλυθα͵ καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν͵ ὡς ἐπιθυμεῖν κόλακας
τρέφειν καὶ κεχρῆσθαι παρασίτοις͵ οὐ παρασιτεῖν αὐτός. ἀλλ΄ ἢν τουτὶ τὸ πορισθὲν
ἀργύριον ἀπαναλώσω͵ πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψομαι· οὐδὲ γὰρ κύων
σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.
3.12. Κεφαλογλύπτης Μαππαφανίσῳ.
Κακὸς κακῶς ἀπόλοιτο καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγῳδίας
ὑποκριτής. ὡς γὰρ ἐνίκα τοὺς ἀντιτέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην
τοὺς Αἰσχύλου Προπομποὺς τορῷ τινι καὶ γεγωνοτέρῳ φωνήματι χρησάμενος͵ γαῦρος ἦν
καὶ κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἷα ὑπέμεινα͵ τοῦτο
μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος͵ τοῦτο δὲ ἀντὶ
πλακοῦντος͵ τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ σησαμοῦντας͵ αὐτὸς μέλιτι
δεδευμένους λίθους ἀποτρώγων. ἡ πασῶν δὲ ἰταμωτάτη͵ τὸ ἐκ Κεραμεικοῦ πορνίδιον͵
ἡ μέτοικος ἡ Φενεᾶτις͵ Ὑακινθίς͵ κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς
κεφαλῆς͵ καὶ ὁμοῦ τῷ κτύπῳ ἐλελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχουμένων πολὺς
καὶ καπυρὸς ἐξεχύθη γέλως͵ ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον͵ ἀλλά
μοι γέγονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός͵ πέρα[ς] δὲ οὐδέν. μήτε οὖν ἐς
νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος͵ ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν
ὀρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.
3.13. Καπνοσφράντης Ἀριστομάχῳ.
Ὦ δαῖμον͵ ὅς με κεκλήρωσαι καὶ εἴληχας͵ ὡς πονηρὸς εἶ καὶ
λυπεῖς ἀεὶ τῇ πενίᾳ συνδέων. ἢν γὰρ ἀπορία τοῦ καλοῦντος γένηται͵ ἀνάγκη με
σκάνδικας ἐσθίειν καὶ γήθυα͵ ἢ πόας ἀναλέγειν καὶ τῆς Ἐννεακρούνου πίνοντα
πίμπλασθαι τὴν γαστέρα. εἶτα͵ ἕως μὲν τὸ σῶμα τὰς ὕβρεις ὑπέμενε καὶ ἦν ἐν ὥρᾳ
τοῦ πάσχειν νεότητι καὶ ἀκμῇ νευρούμενον͵ φορητὸς ἡ ὕβρις· ἐπειδὴ δὲ ἐγώ σοι
μεσαιπόλιος͵ καὶ τὸ λειπόμενον τοῦ βίου πρὸς γῆρας ὁρᾷ͵ τίς ἴασις τῶν κακῶν; Ἁλιαρτίου
σχοινίου χρεία͵ καὶ κρεμήσομαι πρὸ τοῦ Διπύλου͵ ἢν μή τι δεξιὸν ἡ τύχη
βουλεύσηται. εἰ δὲ [καὶ] τοῖς αὐτοῖς ἐπιμείνειεν͵ οὐ πρότερον στραγγαλιῶ τὸν
τράχηλον͵ πρὶν τραπέζης ἀπολαῦσαι πολυτελοῦς· οὐκ εἰς μακρὰν δὲ ὁ περίβλεπτος οὗτος
καὶ ἀοίδιμος ἔσται γάμος Χαριτοῦς καὶ Λεωκράτους͵ μετὰ τὴν ἕνην καὶ νέαν τοῦ
Πυανεψιῶνος͵ εἰς ὃν πάντως ἢ παρὰ τὴν πρώτην ἡμέραν ἢ τοῖς ἐπαυλίοις
κεκλήσομαι. δεῖ γὰρ θυμηδίας καὶ παρασίτων τοῖς γάμοις͵ καὶ ἄνευ ἡμῶν ἀνέορτα
πάντα καὶ συῶν οὐκ ἀνθρώπων πανήγυρις.
3.14. Βουκοπνίκτης Ἀρτοπύκτῃ.
Οὐκ ἀνέχομαι ὁρῶν Ζευξίππην τὴν ἱππόπορνον ἀπηνῶς τῷ μειρακίῳ
χρωμένην. οὐ γὰρ δαπανᾶται εἰς αὐτὴν χρυσίον μόνον καὶ ἀργύριον͵ ἀλλὰ καὶ
συνοικίας καὶ ἀγρούς. ἡ δέ͵ ἐπὶ πλέον ἐκτύφεσθαι τὸν ἔρωτα τούτῳ μηχανωμένη͵ τοῦ
Εὐβοέως ἐρᾶν προσποιεῖται [τοῦ] νεανίσκου͵ ἵνα τὰ τούτου κατασπαθήσασα οὕτως ἐπ΄
ἄλλον τρέψῃ τὸν ἔρωτα. ἐγὼ δὲ ὀδυνῶμαι τὴν καρδίαν ὁρῶν ὑπορρέοντα τοσοῦτον πλοῦτον͵
ὃν οἱ μακαρῖται αὐτῷ Λυσίας καὶ Φανοστράτη κατέλιπον. ἃ γὰρ ἐκεῖνοι κατ΄ ὀβολὸν
συνήγαγον͵ ἀθρόως ἀναλοῖ τὸ πολύκοινον τοῦτο καὶ αἰσχρότατον γύναιον. πάσχω μὲν
οὖν τι καὶ ἐπὶ τῷ μειρακίῳ· κύριος γὰρ γενόμενος τῆς οὐσίας πολλὴν τὴν εἰς ἡμᾶς
φιλανθρωπίαν ἐνεδείξατο· ὁρῶ δὲ καὶ τὰ ἡμέτερα σκάζοντα· εἰ γὰρ εἰς ταύτην ἅπαντα
ἀνατεθείη τὰ προσόντα τούτῳ τῷ βελτίστῳ͵ καλῶς͵ ὦ θεοί͵ καλῶς ἀπολαύσομεν τῆς
πλησμονῆς. ἔστι γάρ͵ ὡς οἶσθα͵ ἁπλοϊκὸς ὁ Φίληβος καὶ πρὸς ἡμᾶς τοὺς παρασίτους
ἐπιεικὴς καὶ μέτριος τὸν τρόπον͵ ᾠδαῖς μᾶλλον καὶ γέλωτι ἢ ταῖς εἰς ἡμᾶς ὕβρεσι
θελγόμενος.
3.15. Λαιμοκύκλωψ Κρεολώβῃ.
Ἰδοὺ μετὰ τὸν Εὐρώταν καὶ τὸ Λερναῖον ὕδωρ καὶ τὰ Πειρήνης
νάματα ἔρωτι τῆς Καλλιρρόης ἐκ Κορίνθου πάλιν Ἀθήναζε κατεπείγομαι. οὐ γάρ με τῶν
τρυφημάτων τῶν ἐν τούτοις οὐδὲν ἤρεσεν͵ ἀλλ΄ ἕτοιμος ἐντεῦθεν ἀποσοβεῖν καὶ
σπεύδειν ὡς ὑμᾶς. ἀχάριστοι γὰρ ὤφθησαν οὗτοι καὶ ἥκιστα συμποτικοί͵ καὶ
πλείους παρ΄ αὐτοῖς αἱ παροινίαι τῶν ἀπολαύσεων. ὡς ἄμεινον ἐμοὶ ὀλύνθους ἢ
παλάθας ἐπιμασᾶσθαι τῶν Ἀττικῶν͵ ἢ τοῦ παρὰ τούτοις χρυσίου ἀποδρέπεσθαι. οἷα γὰρ
καινουργεῖν ἐπιχειροῦσιν ἀναγκάζοντες ἀσκωλιάζοντας πίνειν͵ διάπυρόν τε τὸν οἶνον
καὶ θερμὸν ἄνευ τοῦ πρὸς ὕδωρ κράματος καταχέοντες͵ εἶτα [ὀστέα] κῶλά τε καὶ ἀστραγάλους
καθάπερ τοῖς κυσὶ παραρριπτοῦντες καὶ νάρθηκας ἐπιρρηγνύντες͵ καὶ σκύτεσι καὶ
τοῖς ἄλλοις ἱμᾶσιν ἀντὶ παιδιᾶς πλήττοντες. ἐμοὶ γένοιτο͵ πρόμαχε Ἀθηνᾶ καὶ
πολιοῦχε τοῦ ἄστεος͵ Ἀθήνησι καὶ ζῆσαι καὶ τὸν βίον ἀπολιπεῖν. ἄμεινον γὰρ πρὸ
τῆς Διομηΐδος πύλης ἢ πρὸ τῶν Ἱππάδων ἐκτάδην κεῖσθαι νεκρὸν τύμβου οὐ
περιχυθέντος͵ ἢ τῆς Πελοποννησίων εὐδαιμονίας ἀντέχεσθαι.
3.16. Ἀκρατολύμας Χωνοκράτει.
Οὔ μοι μέλει· ποιούντων ὅσα καὶ βούλονται οἱ ῥιψοκίνδυνοι
Γρόνθων καὶ Σαρδανάπαλλος· ἐμὲ γὰρ κοινωνῆσαι τῆς ἀτόπου πράξεως ἀδύνατον͵ οὐδ΄
εἰ μάντευμά μοι ἐκ τῆς Δωδωναίας δρυὸς ἐπιτρέποι τὸ δρᾶμα. [ὥς ἐστιν ἐργάζεσθαι
χρηστόν· φύεται γὰρ σπανίως καὶ ἐν παισὶ τὸ χρηστὸν καὶ πιστὸν ἦθος καὶ ὑγιές·
πάντως οὖν ἀφεκτέον.] ὑποπειρῶσι γὰρ τὴν παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου͵ καὶ ἤδη
αὐτοῖς ἡ πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῇ τῶν ἀφροδισίων ἀθέσμῳ
πλησμονῇ͵ ἀλλὰ γὰρ καὶ τὰ ἐκ τῆς οἰκίας σκεύη καθ΄ ἓν ἐκλαμβάνουσι. καὶ ἴσως μὲν
ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον͵ πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς
οἰκέτης ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές͵ καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ
τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώμειον ἢ τὸ βάραθρον. ἀφειδῶς
γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.
3.17. Λοπαδίων Εὐκνίσσῳ.
Χθὲς Καρίωνος περὶ τὸ φρέαρ ἀσχολουμένου εἰσέφρησα εἰς τοὐπτάνιον·
ἔπειτα εὑρὼν λοπάδα εὖ μάλα κεκαρυκευμένην καὶ ἀλεκτρυόνα ὀπτὸν καὶ χύτραν
μεμβράδας ἔχουσαν καὶ ἀφύας Μεγαρικὰς ἐξήρπασα͵ καὶ ἀποπηδήσας͵ ποῖ καταχθείην ἐζήτουν
καὶ εὐκαίρως ἐμφάγοιμι μόνος. ἀπορίᾳ δὲ τόπου δραμὼν ἐπὶ τὴν Ποικίλην -καὶ γὰρ
οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων- κεῖθι τῶν πόνων ἀπέλαυον.
ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων͵ καὶ
δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην͵ αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ
κλέμματα εὐχόμενός τε τοῖς Ἀποτροπαίοις τὸ νέφος παρελθεῖν͵ χόνδρους ὑποσχόμενος
λιβανωτοῦ ἱκανούς͵ οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ
οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ καταβροχθίσας
πάνθ΄ ὅσα ἐνέκειτο τοῖς σκεύεσι͵ φίλῳ πανδοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον͵ τὰ
λείψανα τῶν κλεμμάτων͵ χάρισμα δοὺς ἔχειν ἀπεχώρησα͵ ἐπιεικής τις καὶ δεξιὸς ἐκ
τῶν δωρημάτων ἀναφανείς.
3.18. Χυτρολείκτης Πατελλοχάροντι.
Τί δακρύω͵ ἴσως ἐρήσῃ με͵ ἢ πόθεν κατέαγα τὸ κρανίον͵ ἢ πῶς τὸ
ἀνθηρὸν τοῦτο εἰς μέρη κατερρωγὸς ἱμάτιον φορῶ; ἐνίκησα κυβεύων͵ ὡς μήποτ΄ ὤφελον.
τί γὰρ ἔδει με ἀσθενέστερον ὄντα ῥωμαλέοις συνεξετάζεσθαι νεανίαις; ἐπεὶ γὰρ εἰς
ἐμαυτὸν ὅλας τὰς ἐκθέσεις συνελεξάμην͵ ἀπορία δὲ ἦν αὐτοῖς παντελὴς ἀργυρίου͵ ἐπ΄
ἐμὲ πάντες ὥρμησαν. καὶ οἱ μὲν πὺξ ἔπαιον͵ ἄλλοι δὲ λίθοις ἐχρῶντο͵ οἱ δὲ
διέσχιζον τὸ ἱμάτιον. ἐγὼ δ΄ ἀπρὶξ τῶν κερμάτων εἰχόμην͵ ἀποθανεῖν πρότερον ἢ
προέσθαι τι ἐκείνοις τῶν μοι πεπορισμένων αἱρούμενος· καὶ δὴ μέχρι γέ τινος ἀντέστην
γεννικῶς καὶ τὰς φορὰς τῶν πληγῶν ὑπομένων καὶ τὰς ἐκστροφὰς τῶν δακτύλων ἀνεχόμενος͵
καὶ ἤμην οἷά τις Σπαρτιάτης ἀνὴρ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας τυπτόμενος. ἀλλ΄ οὐκ ἦν
Λακεδαίμων ἐν ᾗ ταῦτα ὑπέμενον͵ ἀλλ΄ Ἀθῆναι καὶ τῶν Ἀθήνησι κυβευτῶν οἱ ἐξωλέστατοι.
τέλος δ΄ οὖν λιποθυμήσας ἀφῆκα τοῖς ἐναγέσι λαμβάνειν. οἱ δὲ καὶ τὸ προκόλπιον
διηρεύνησαν͵ καὶ τὰ ἐν τούτῳ ἐγκείμενα φέροντες ᾤχοντο͵ τοῦτ΄ ἐμοῦ λῷον ἡγησαμένου
τὸ ζῆν δίχα χρημάτων ἢ μετὰ χρημάτων τεθνάναι.
3.19. Αὐτόκλητος Ἑτοιμαρίστῳ.
Ὀλίγα ἢ οὐδὲν διαφέρουσι τῶν ἰδιωτῶν οἱ σεμνοὶ καὶ τὸ καλὸν
καὶ τὴν ἀρετὴν ἐξυμνοῦντες· τούτους λέγω τοὺς ἐργολαβοῦντας τὰ μειράκια. οἷον γὰρ
οἷον ἔλαθέ σε συμπόσιον Σκαμβωνίδου γενέσια τῆς θυγατρὸς ἑορτάζοντος. καλέσας γὰρ
ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει͵ ᾠήθη δεῖν
καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ
στωικὸς οὗτος͵ ὁ πρεσβύτης͵ ὁ κουρ[ε]ιῶν τὸ γένειον͵ ὁ ῥυπαρός͵ ὁ τὴν κεφαλὴν αὐχμηρός͵
ὁ ῥυσ[σ]ότερον τῶν βαλαντίων ἔχων τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ
τοῦ περιπάτου͵ ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι͵ οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ
Ἐπικούρειος Ζηνοκράτης͵ οὐκ ἀτημέλητος τοὺς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώγωνι
σεμνυνόμενος͵ ὅ τε ἀοίδιμος -τοῦτο γὰρ πρὸς ἁπάντων ἐκέκλητο- Ἀρχίβιος ὁ
Πυθαγορικός͵ ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος͵ πλοκάμους ἀπ΄ ἄκρας τῆς
κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν͵ ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς͵ τὴν ῥῖνα
ἐπικαμπής͵ τὸ στόμα ἐπιχειλής͵ αὐτῷ τῷ πεπιέσθαι καὶ λίαν μεμυκέναι τὴν ἐχεμυθίαν
ὑποσημαίνων. ἐξαίφνης δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρωσάμενος εἰσήρρησε͵
στελέχῳ πρινίνῳ ἐπερειδόμενος͵ ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς
τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν͵ καὶ τὴν πήραν διάκενον καὶ πρὸς τὰ
λείψανα ἐντόνως ἠρτημένην. οἱ μὲν οὖν ἄλλοι ἀπ΄ ἀρχῆς εἰς τέλος παραπλησίαν τινὰ
καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν͵ οἱ φιλόσοφοι δέ͵ προϊόντος τοῦ
συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης͵ ἄλλος ἄλλην τερατείαν ἐπεδείξαντο.
Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔρρεγχεν· ὁ
Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν.
ὁ βέλτιστος δὲ Θεμισταγόρας͵ ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ
ψυχῇ καὶ σώματι μόνον ἀλλὰ καὶ τοῖς ἐκτὸς ὁριζόμενος͵ ἀπῄτει πλείονα πέμματα καὶ
ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπικούρειος τὴν ψάλτριαν ὡς αὑτὸν ἐνηγκαλίζετο
τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι͵ λέγων τοῦτο εἶναι τὸ τῆς
σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκνωσιν τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει
κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ καθεὶς τὸ τριβώνιον͵ ἔπειτα
καὶ Δωρίδα τὴν μουσουργὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν͵
φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν τῶν παρασίτων οὐδεὶς ἔτι
λόγος· τὸ γὰρ θέαμα καὶ τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη[ρω]μένων͵
καίτοι γε καὶ Φοιβάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ
Φιλιστί[α]δην οὐκ ἀπελείποντο. ἀλλὰ πάντα φροῦδα καὶ οὐκ ἀξιόχρεα͵ εὐδοκίμει δὲ
μόνος ὁ τῶν σοφιστῶν λῆρος.
3.20. Θαμβοφάγος Κυπελλιστῇ.
Ἐπαίρεις σαυτὸν οὐδὲν δέον καὶ τύφου πλήρης εἶ καὶ βαδίζεις ἴσα
[μὴ δεῖ]͵ τοῦτο δὴ τὸ τοῦ λόγου͵ Πυθοκλεῖ͵ καὶ ἀρίστων ἀποφέρῃ μερίδας͵ τὰς
σπυρίδας καθ΄ ἡμέραν ἐξογκῶν σὺ μεγέθει λειψάνων. οὐκοῦν καθάπερ πρῴην Ἀρητάδης
ὁ γραμματικὸς ἐποίει͵ Ὁμήρου ὡς ἔφασκεν ἐπιλέγων στιχίδιον εὐμηχάνως αὐτῷ πρὸς
τὰς ἁρπαγὰς τῶν βρωμάτων ἡρμοσμένον καὶ φαγέμεν πιέμεν τε͵ ἔπειτα δὲ καί τι
φέρεσθαι. πέπαυσο͵ κατάβαλε τὴν ἀλαζονείαν͵ τρισάθλιε͵ ἢ ἀνάγκη σε [τῆς οἰ
κίας] γυμνὸν θύραζε ἐν ἀκαρεῖ χρόνου [ἐκβληθέντα] ἐκπεσεῖν.
3.21. Οἰνόλαλος Ποτηριοφλυάρῳ.
Οὐκ εἰς δέον οἰνωμένος ἐσκωψάμην τὸν τροφέα τοῦ νεανίσκου
Ζώπυρον. ἐξ ἐκείνου γὰρ ἴσως διαβολῇ τυπεὶς τὰ ὦτα περὶ τὰς δόσεις κατέστη
μικροπρεπέστερος καὶ φειδωλῷ τῷ μέτρῳ κέχρηται. εἰωθὼς γὰρ ἐν ταῖς ἑορταστικαῖς
τῶν ἡμερῶν ἢ χιτώνιον ἢ τριβώνιον ἢ ἐφεστρίδα πέμπειν͵ ἔναγχος Κρονίων ἐνστάντων
[ὑποδήματα] Ἰφικρατίδας μοι νεουργεῖς ἔπεμψε τῷ Δρόμωνι δοὺς κομίζειν. ὁ δὲ ἐπὶ
ταύταις ἐβρενθύετο καὶ μισθοὺς τῆς διακονίας ἀπῄτει͵ ἐγὼ δὲ δάκνομαι καὶ τὴν
προπετῆ γλῶτταν διαμασ[σ]ῶμαι καὶ ὀψὲ τῆς ἁμαρτίας αἰσθάνομαι. ὅταν γὰρ τὸ ῥεῦμα
τῶν λόγων μὴ καθηγουμένης τῆς διανοίας φέρηται͵ ἀνάγκη τὴν γλῶτταν τηνικαῦτα
προσκρούειν καὶ σφάλλεσθαι.
3.22. Ἁλοκύμινος Φιλογαρελα[δ]ίῳ.
Οὐδὲν προτιμῶ σου͵ κἂν ἀπειλῇς ψιθυριεῖν κατ΄ ἐμοῦ· [καὶ]
καττύεις διαβολὰς ἀνηνύτους. ἁπλοϊκὸς γὰρ καὶ γενναῖος ὁ Μαλιεὺς οὗτος
στρατιώτης ὁ βόσκων ἡμᾶς τὰ νῦν δὴ ταῦτα͵ καὶ τοσοῦτον ἀπέχει τοῦ ζηλοτυπεῖν τὰς
ἑταίρας͵ ὡς πρῴην λόγου ῥυέντος αὐτῷ ἐπὶ τοῦ συμποσίου͵ πολλὴν κατέχεε
βλασφημίαν τῶν τὰ τοιαῦτα ὑπομενόντων. ἔλεγε γὰρ γαμεταῖς ἐπικλήροις οἰκουρίαν
πρέπειν καὶ τὸν σεμνὸν βίον͵ τὰς ἑταίρας δὲ δεῖν εἶναι πάντων ἀναφανδὸν καὶ πᾶσιν
ἐκκεῖσθαι τοῖς βουλομένοις· ὅνπερ οὖν τρόπον τοῖς λουτροῖς καὶ τοῖς σκεύεσι
κοινοῖς κεχρήμεθα͵ κἂν ἑνὸς εἶναι δοκῇ͵ οὕτως καὶ ταῖς εἰς τοῦτον ἀπογραψαμέναις
τὸν βίον. εἰδὼς οὖν τηνάλλως τὴν διαβολήν σου χωρήσουσαν͵ τρέμε ἐνδακὼν τὸ χεῖλος͵
ὡς οἱ τὸν Σίγηλον ἥρω παριόντες͵ μὴ κακόν τι προσλάβῃς· οὐ γάρ ἐστι τῶν Ἀττικῶν
τούτων εἷς τῶν χαύνων μειρακίων͵ ἀλλ΄ ἀνὴρ ὁπλομάχος καὶ ἀρήιος͵ παρ΄ ᾧ
κολακείας καὶ διαβολῆς τρόπος ἔρρει. ἀνάγκη δὲ τὸν διαβολὰς μὴ προσιέμενον τοῖς
διαβάλλουσιν ἀπεχθάνεσθαι.
3.23. Λιμέντερος Ἀμασήτῳ.
Παρ΄ ἕνα τινὰ τῶν τὰ πινάκια παρὰ τὸ Ἰακχεῖον προτιθέντων καὶ
τοὺς ὀνείρους ὑποκρίνεσθαι ὑπισχνουμένων βούλομαι ἐλθὼν τὰς δύο ταύτας δραχμάς͵
ἃς οἶσθά με ἐν χερσὶν ἔχοντα͵ καταβαλὼν τὴν φανεῖσαν ὄψιν μοι κατὰ τοὺς ὕπνους
διηγήσασθαι. οὐ χεῖρον δὲ καὶ πρὸς σὲ ὡς φίλον ἀναθέσθαι τὸ καινὸν τοῦτο καὶ
πέρα πάσης πίστεως φάσμα. ἐδόκουν γὰρ [κατ΄ ὄναρ] εὐπρεπὴς εἶναι νεανίσκος καὶ
οὐχ ὁ τυχών͵ ἀλλ΄ ἐκεῖνος [εἶναι] ὁ Ἰλιεὺς ὁ περίψυκτος καὶ περικαλλής͵ ὁ τοῦ
Τρωὸς παῖς Γανυμήδης͵ καὶ καλαύροπα ἔχειν καὶ σύριγγα͵ καὶ τιάρᾳ Φρυγίῳ σκέπειν
τὴν κεφαλὴν ποιμαίνειν τε καὶ εἶναι κατὰ τὴν Ἴδην. ἐξαίφνης δὲ ἐπιπτάντα μοι
γαμψώνυχα καὶ μέγαν ἀετόν͵ γοργὸν τὸ βλέμμα καὶ ἀγκυλοχείλην τὸ στόμα͵
κουφίσαντά με τοῖς ὄνυξιν ἀφ΄ οὗπερ ἐκαθήμην πέτρου μετεωρίζειν εἰς τὸν ἀέρα καὶ
πελάζειν τοῖς οὐρανίοις τόποις ἐπειγόμενον· εἶτα μέλλοντα ψαύειν τῶν πυλῶν αἷς
αἱ Ὧραι ἐφεστᾶσι͵ κεραυνῷ βληθέντα πεσεῖν͵ καὶ τὸ ὄρνεον οὐκέτι εἶναι τὸν
διιπετῆ καὶ μέγαν ἀετόν͵ γῦπα δὲ πικρὸν ὀδωδότα͵ ἐμὲ δὲ τοῦτον ὅς εἰμι
Λιμέντερον͵ γυμνὸν πάσης ἐσθῆτος͵ οἷα πρὸς λουτρὸν ἢ παλαίστραν ηὐτρεπισμένον. ἐκταραχθεὶς
οὖν ὡς εἰκὸς ἐπὶ τοσούτῳ πτώματι διηγ[ει]ρόμην͵ καὶ πρὸς τὸ παράδοξον τῆς ὄψεως
ἀγωνιῶ καὶ δέομαι οἷ φέρει τὸ ὄναρ μαθεῖν παρὰ τῶν τὰ τοιαῦτα ἀκριβούντων͵ εἰ
μέλλει τις ἀπλανῶς εἰδέναι καὶ εἰδὼς ἀληθίζεσθαι.
3.24. Χασκοβούκης Ὑπνοτραπέζῳ.
Οὐκέτι εἰσῆλθον εἰς τὴν Κόρινθον· ἔγνων γὰρ ἐν βραχεῖ τὴν
βδελυρίαν τῶν ἐκεῖσε πλουσίων καὶ τὴν τῶν πενήτων ἀθλιότητα. ὡς γὰρ ἐλούσαντο οἱ
πολλοὶ καὶ μεσοῦσα ἦν ἡμέρα͵ στωμύλους ἐθεασάμην καὶ εὐφυεῖς νεανίσκους͵ οὐ περὶ
τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἱλουμένους καὶ οὗ μάλιστα ταῖς ἀρτοπώλισι καὶ
ὀπωροκαπήλοις ἔθος ἀναστρέφεσθαι. ἐνταυθὶ γὰρ εἰς τοὔδαφος ἐπικύπτοντες ὁ μὲν
φλοιοὺς θέρμων ἀνῃρεῖτο͵ ὁ δὲ τὰ ἔλυτρα τῶν καρύων ἐπολυπραγμόνει μή πού τι τῶν
ἐδωδίμων ἐναπομεῖναν διέλαθεν͵ ὁ δὲ τῶν ῥοιῶν τὰ περικάρπια͵ ἃ σίδια ἡμῖν τοῖς Ἀττικοῖς
προσαγορεύειν ἔθος͵ ἀπέγλυφε τοῖς ὄνυξιν εἴ πού τι τῶν κόκκων ἔτι δράξασθαι
δυνηθείη͵ οἱ δὲ καὶ τὰ ἐκ τῶν ἄρτων ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατημένα ἀναλέγοντες
ἔκαπτον. τοιαῦτα τὰ τῆς Πελοποννήσου προπύλαια καὶ ἡ δυοῖν θαλάσσαιν ἐν μέσῳ
κειμένη πόλις͵ χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα τρυφημάτων͵ τοὺς οἰκήτορας
δὲ ἀχαρίστους καὶ ἀνεπαφροδίτους κεκτημένη· καίτοι γέ φασι τὴν Ἀφροδίτην ἐκ
Κυθήρων ἀνασχοῦσαν τὴν Ἀκροκόρινθον ἀσπάσασθαι· εἰ μὴ ἄρα τοῖς μὲν γυναίοις Ἀφροδίτη
πολιοῦχος τοῖς δὲ ἀνδράσιν ὁ Λιμὸς καθίδρυται.
3.25. Σκορδοσφράντης Μεριδᾷ.
Ἡράκλεις͵ ὅσα ὑπέστην πράγματα ῥύμματι καὶ νίτρῳ Χαλαστραίῳ
χθιζινοῦ ζωμοῦ τοὐμοὶ περιχυθέντος τὴν γλισχρότητα ἀποκαθαίρων. καὶ οὐχ οὕτω με
ἔδακνεν ἡ ὕβρις ὅσον τὸ διάφορον τοῦ ὑβρίζοντος. ἐγὼ μὲν γὰρ Ἀνθεμίωνος υἱὸς τοῦ
πλουσιωτάτου τῶν Ἀθήνησι καὶ Ἀξιοθέας τῆς κατὰ γένος ἐκ Μεγακλέους ὡρμημένης͵ ὁ
δὲ ταῦθ΄ ἡμᾶς ἐργαζόμενος πατρὸς μὲν ἀσήμου μητρὸς δὲ βαρβάρου͵ Σκυθίδος οἶμαι ἢ
Κολχίδος ἐν νεομηνίᾳ ἐωνημένης· οὕτω γάρ μοι τῶν γνωρίμων τινὲς διηγήσαντο. ἀλλ΄
ἐγὼ μὲν ἐν ταπεινῷ τῷ σχήματι͵ τὴν πατρῴαν ἀποβαλὼν οὐσίαν͵ ἀγαπῶ τὴν ἀναγκαίαν
ἐκπορίζων τῇ γαστρὶ τροφήν. Δωσιάδης δ΄͵ ὦ θεοί͵ τὴν Πνύκα καταλαμβάνει δημηγορῶν
κἀν τοῖς ἐν Ἡλιαίᾳ καταριθμεῖται δικάζουσι καὶ τὰς ἡνίας ἔχει τοῦ δήμου͵ παρ΄ ᾧ
Μιλτιάδης ἐδέδετο ὁ τὸ ἐν Μαραθῶνι τρόπαιον ἐγείρας͵ καὶ Ἀριστείδης ὁ δίκαιος ἐξωστρακίζετο.
λυπεῖ δέ με οὐχ ἥκιστα πρὸς τοῖς ἄλλοις καὶ ἡ τῆς προσηγορίας ἀποβολή. οἱ μὲν γὰρ
πατέρες Πολύβιόν με ἔθεντο καλεῖσθαι͵ ἡ τύχη δὲ ἀμείψασα τοὔνομα Σκορδοσφράντην
πρὸς τῶν ὁμοτέχνων ἠνάγκασε προσαγορεύεσθαι.
3.26. Χιδρολέπισος Καπυροσφράντῃ.
Ἐπίστασο τὴν αἰτίαν͵ ἐφ΄ ᾗ με διεσίλλαινον αἱ γυναῖκες͵
τελευταῖον δὲ ἡ γραῦς ἡ δούλη ἐλοιδορήσατό μοι εἰποῦσα ἀλλ΄ ἐκκορηθείης ὅτι ἄκαιρος
εἶ καὶ λάλος. μυστήριον ἐν αὐταῖς [σ]τρέφεται τῶν ταῖν θεαῖν ταῖν Ἐλευσινίαιν ἀσφαλέστερον͵
καὶ βούλονται ἡμᾶς ἀγνοεῖν τοὺς εἰδότας· ἢ καὶ οἴονται ἀκηκοότας οὔπω πεπεῖσθαι.
ἐγὼ δὲ οἶδα τὸ δρᾶμα καὶ ὅσον οὐκ εἰς μακρὰν κατερῶ τῷ δεσπότῃ· οὐ γὰρ βούλομαι
χείρων φανῆναι τῶν κυνῶν͵ αἳ τῶν τρεφόντων προ[σ]ϋλακτοῦσι καὶ κήδονται· μοιχὸς
πολιορκεῖ τὴν οἰκίαν͵ ὁ Ἠλεῖος νεανίσκος͵ [ὁ] εἷς τῶν Ὀλυμπίασι βασκάνων. καὶ
πρὸς τοῦτον γραμματίδια ὁσημέραι φοιτᾷ δίθυρα παρὰ τῆς γαμετῆς τοῦ τρέφοντος ἡμᾶς
καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλα ἀποδεδηγμένα· αἱ δὲ ἀλάστορες αὗται
θεραπαινίδες συνίσασι καὶ ἡ ἐπιτύμβιος γραῦς͵ ἣν Ἔμπουσαν ἅπαντες οἱ κατὰ τὴν οἰκίαν
καλεῖν εἰώθασιν ἐκ τοῦ πάντα ποιεῖν καὶ βιάζεσθαι. ἐγὼ δὲ οὐκ ἔσθ΄ ὅπως
σιγήσομαι· βούλομαι γὰρ ἐμαυτὸν οὐ παράσιτον ἀλλὰ φίλον ἐπιδεῖξαι͵ καὶ ἄλλως
διψῶ τῆς κατ΄ αὐτῶν τιμωρίας. οἶδα γὰρ οἶδ΄· εἰ ταῦτα εἰς φανερὸν ἀχθείη͵ αἱ μὲν
θεραπαινίδες δεδήσονται͵ ὁ μοιχὸς δὲ ἀπολεῖται ῥαφάνοις τὴν ἕδραν βεβυσμένος͵ ἡ
μιαρὰ δὲ γυνὴ τίσει τὴν ἀξίαν τῆς ἀκολασίας δίκην͵ εἰ μὴ Πολυάγρου τοῦ κυρτοῦ
μαλακώτερός ἐστι τὰ τοιαῦτα Λυσικλῆς. ἐκεῖνος γὰρ λύτρα παρὰ τῶν μοιχῶν ἐπὶ τῇ
γαμετῇ πραττόμενος ἀθῴους τῆς τιμωρίας ἠφίει.
3.27. Φιλομάγειρος Πινακοσπογγίσῳ.
Οἷα βουλεύονται καὶ διανοοῦνται αἱ θεοῖς ἐχθραὶ λαιστρυγόνες
αὗται τῇ κεκτημένῃ συμπράττουσαι· καὶ οἶδε τούτων οὐδὲν ὁ Φαιδρίας. μηνὶ πέμπτῳ
μετὰ τοὺς γάμους τέτοκεν αὐτῷ τὸ γύναιον παιδίον ἄρρεν· τοῦτο μετὰ τῶν
σπαργάνων δέραιά τινα καὶ γνωρίσματα περιθεῖσαι ἔδοσαν Ἀσφαλίωνι τῷ συργάστρῳ
κομίζειν ἐπὶ τὰς ἀκρωρείας τῆς Πάρνηθος. ἡμᾶς δὲ τέως μὲν ἀνάγκη κρύπτειν τὸ
κακὸν καὶ πρὸς τὸ παρὸν σιγᾶν. [ἡ σιγὴ δέ ἐστι τοῦ θυμοῦ τροφή.] ἐπειδὰν δέ τι
κἂν βραχὺ λυπήσωσι͵ κόλακα καὶ παράσιτον ἐξονειδίζουσαι καὶ τὰς ἄλλας ἃς εἰώθασιν
ὕβρεις ἐπιφέρουσαι͵ εἴσεται τὸ γεγονὸς ὁ Φαιδρίας.
3.28. Τουρδοσύναγος Ἐφαλλοκύθρῃ.
Ὁ μὲν Κρίτων ὑπ΄ ἀγνοίας καὶ ἀρχαιότητος τρόπου τὸν υἱὸν εἰς
φιλοσόφου φοιτᾶν ἐπέτρεψε͵ τὸν αὐστηρὸν πρεσβύτην καὶ ἀμειδῆ͵ τὸν ἐκ τῆς
Ποικίλης͵ ἐξ ἁπάντων τῶν φιλοσόφων καθηγεῖσθαι τοῦ παιδὸς ἀξιώτατον ἡγησάμενος͵
ὡς ἂν παρ΄ αὐτῷ λόγων τινὰς σκινδαλμοὺς ἐκμαθὼν ἐριστικὸς καὶ ἀγκύλος τὴν γλῶσσαν
γένηται. ὁ δὲ παῖς ἐς τὸ ἀκριβέστατον ἐξεμάξατο τὸν διδάσκαλον· οὐ πρότερον γὰρ
τῶν λόγων γενέσθαι μαθητὴς ἀλλὰ τοῦ βίου καὶ τῆς ἀγωγῆς ἐσπούδασε. θεασάμενος γὰρ
τὸν διδάσκαλον τῇ ἡμέρᾳ μὲν σεμνὸν καὶ σκυθρωπὸν καὶ τοῖς νέοις ἐπιτιμῶντα͵
νύκτωρ δὲ περικαλύπτοντα τὴν κεφαλὴν τριβωνίῳ καὶ περὶ χαμαιτυπεῖα εἱλούμενον͵ ἐζήλωσεν
ἐν καλῷ. καὶ πέμπτην ταύτην ἡμέραν εἰς ἔρωτα Ἀκαλανθίδος τῆς ἐκ Κεραμεικοῦ
κατολισθήσας φλέγεται· αὕτη δὲ ἐπιεικῶς ἔχει πρὸς ἐμὲ καὶ ἐρᾶν ὁμολογεῖ͵ τῷ
μειρακίῳ δὲ ἔτι ἀντιτείνεται ᾐσθημένη τῷ πόθῳ τυφόμενον͵ καὶ οὐ πρότερόν φησιν ἐπιδώσειν
ἑαυτὴν πρὶν ἂν ἐγὼ τοῦτο ἐπιτρέψω· ἐμὲ γὰρ κύριον τοῦ τὰ τοιαῦτα προστάττειν ἐποιήσατο.
πολλὰ καὶ ἀγαθὰ δοίης͵ Ἀφροδίτη πάνδημε͵ τῇ φιλτάτῃ γυναικί· ἑταίρου γάρ͵ οὐχ ἑταίρας
ἔργον διεπράξατο. ἐξ ἐκείνου γὰρ θεραπεύομαι λιπαρῶς ἄλλοτε ἄλλαις δωροφορίαις.
καὶ εἴ μοι ῥεύσειε τοῦ χρόνου προϊόντος δαψιλέστερος͵ οὐδὲν κωλύσει με τούτου
γαμοῦντος ἐπίκληρον γυναῖκα ἐν γαμετῆς σχήματι τὴν Ἀκαλανθίδα λυσάμενον ἀναλαβεῖν.
ἡ γὰρ τοῦ ζῆν αἰτία κοινωνὸς τοῦ ζῆν δικαίως ἂν κατασταίη.
3.29. Πηξάγκωνος Ριγομάχῳ.
Μέγα τοῦτο ἀγαθὸν ἡ ἐξ Ἰστρίας ναῦς͵ ἡ ἐπὶ τοῦ χώματος ὁρμοῦσα͵
ταῖς Ἀθήναις ἧκε φέρουσα τὸν θαυμαστὸν τοῦτον ἔμπορον͵ ὃς τοὺς πλουσίους τῶν Ἀθήνησι
καὶ μεγαλοδώρους κίμβικας καὶ μικροπρεπεῖς ἀπέφηνεν· οὕτως κεχυμένως πρὸς τὰς
δόσεις κέχρηται τῷ βαλαντίῳ. οὐ γὰρ ἕνα παράσιτον ἐξ ἄστεος ἀλλὰ πάντας ἡμᾶς
μεταπέμψας͵ καὶ οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τῶν ἑταιρῶν τὰς πολυτελεστέρας καὶ τῶν
μουσουργῶν τὰς καλλιστευούσας καὶ τοὺς ἀπὸ σκηνῆς ἁπαξαπλῶς εἰπεῖν ἅπαντας͵ οὐ
τὴν πατρῴαν οὐσίαν τὰ δὲ ἐκ δικαίων αὐτῷ ποριζόμενα σπαθᾷ. καὶ ψαλλόμενος καὶ
καταυλούμενος ἥδεται͵ καὶ τὴν διατριβὴν ποιεῖται χαρίτων καὶ ἀφροδίτης γέμουσαν
καὶ ὑβρίζει οὐδέν· ἔστι δὲ καὶ ὀφθῆναι κεχαρισμενώτατος καὶ τὸ πρόσωπον αὐτοῦ τὰς
Ὥρας ἐνορχουμένας ἔχει͵ καὶ τὴν Πειθὼ τῷ στόματι ἐπικαθῆσθαι εἴποις ἄν· προσπαῖσαί
τε γλαφυρὸς καὶ λαλῆσαι στωμύλος οὕνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στόματος χέε
νέκταρ. εἰπεῖν γὰρ οὐ χεῖρον κατὰ τοὺς παιδείᾳ σχολάζοντας τὸν ἐξ Ἀθηνῶν ὁρμώμενον͵
ἐν αἷς οὐδὲ εἷς τούτων ἄγευστος.
3.30. Γυμνοχαίρων Φαγοδαίτῃ.
Ἐθεάσω οἷά με εἰργάσατο ὁ κατάρατος οὗτος κουρεὺς ὁ πρὸς τῇ ὁδῷ;
λέγω δὲ τὸν ἀδόλεσχον καὶ λάλον͵ τὸν τὰ ἐκ Βρεντησίου προτιθέμενον ἔσοπτρα͵ τὸν
τοὺς χειροήθεις κόρακας τιθασ[σ]εύοντα͵ τὸν ταῖς μαχαιρίσι κυμβαλισμὸν εὔρυθμον
ἀνακρούοντα. ὡς γὰρ ἀφικόμην ξυρ[ι]εῖσθαι τὴν γενειάδα βουλόμενος͵ ἀσμένως τε ἐδέξατο
καὶ ἐφ΄ ὑψηλοῦ θρόνου καθίσας σινδόνα καινὴν περιθεὶς πράως εὖ μάλα κατέφερέ
μοι τῶν γνάθων τὸν ξυρὸν ἀποψιλῶν τὸ πύκνωμα τῶν τριχῶν. ἀλλ΄ ἐν αὐτῷ τούτῳ
πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε γὰρ τοῦτο παρὰ μέρος ποιῶν καὶ οὐ κατὰ πάσης τῆς
γνάθου͵ ὥστε ὑπολειφθῆναί μοι ἀλλαχοῦ μὲν δασεῖαν ἀλλαχοῦ δὲ λείαν τὴν σιαγόνα.
κἀγὼ μὲν οὐκ εἰδὼς τὴν πανουργίαν ᾠχόμην κατὰ τὸ εἰωθὸς ἄκλητος εἰς Πασίωνος. οἱ
συμπόται δὲ ὡς εἶδον͵ ἐξέθανον τᾷ γέλωτι͵ ἕως ἀγνοοῦντά με ἐφ΄ ὅτῳ γελῷεν εἷς
τις εἰς μέσους παρελθὼν τῶν ὑπολειφθεισῶν τριχῶν ἐπιλαβόμενος εἵλκυσεν. ἐκείνας
μὲν οὖν περιπαθῶς κοπίδα λαβὼν ἀπερρίζωσα͵ ἕτοιμος δέ εἰμι ξύλον εὐμέγεθες ἀνελόμενος
κατὰ τοῦ βρέγματος πατάξαι τὸν ἀλιτήριον· ἃ γὰρ οὐδ΄ οἱ τρέφοντες παίζουσι͵ ταῦτα
μὴ τρέφων ἐτόλμησεν.
3.31. Διψαναπαυσίλυπος Πλακουντομύωνι.
Νεβρίδα ἰδὼν κανηφοροῦσαν͵ παρθένον καλλίπηχυν καὶ εὐδάκτυλον͵
ταῖς βολαῖς τῶν ὀφθαλμῶν ἀπαστράπτουσαν͵ εὐμήκη καὶ εὔχρουν͵ ἧς αἱ παρειαὶ
μαρμαίρουσιν͵ οὕτως ἐξεκαύθην εἰς ἔρωτα ὥστε με ἐπιλαθόμενον ὅς εἰμι
προσδραμόντα ἐθέλειν κύσαι τὸ στόμα͵ ἔπειτα ἐπὶ συννοίας γενόμενον προσφύντα
βούλεσθαι τὰ τοῖν ποδοῖν ἴχνη καταφιλεῖν. αἰαῖ τῆς ἀγερωχίας͵ νῦν ἐμὲ μὴ ἐπιθυμεῖν
θέρμων ἢ κυάμων ἢ ἀθάρας͵ ἀλλ΄ οὕτως ὑπερμαζᾶν καὶ τῶν ἀνεφίκτων ἐρᾶν.
καταλεύσατέ με πάντες εἰς ταὐτὸν συνελθόντες πρὶν ἢ ἐκρινηθῆναι τοῖς πόθοις͵ καὶ
γενέσθω μοι τύμβος ἐρωτικὸς ὁ τῶν λιθιδίων κολωνός.
3.32. Ἡδύδειπνος Ἀριστοκόρακι.
Θεοὶ μάκαρες͵ ἱλήκοιτε καὶ εὐμενεῖς εἴητε. οἷον ἀπέφυγον
κίνδυνον͵ τῶν τρισκαταράτων ἐρανιστῶν λέβητά μοι ζέοντος ὕδατος ἐπιχέαι
βουληθέντων. ἰδὼν γὰρ πόρρωθεν εὐτρεπεῖς ἀπεπήδησα͵ οἱ δὲ ἀπροβουλεύτως ἐξέχεαν͵
καὶ τὸ θερμὸν ἐπιρρυὲν Βαθύλλῳ τῷ οἰνοχοοῦντι παιδὶ ψιλὸν εἰργάσατο. τῆς κεφαλῆς
γὰρ ἀπέσυρε τὸ δέρμα καὶ φλυκταίνας ἐπινωτίους ἐξήνθησεν. τίς ἄρα μοι δαιμόνων ἐπίκουρος
ἐγένετο; μή ποτε οἱ σωτῆρες Ἄνακ[τ]ες͵ ὡς Σιμωνίδην τὸν Λεωπρέπους τοῦ
Κρανωνίου συμποσίου͵ κἀμὲ τῶν τοῦ πυρὸς κρουνῶν ἐξήρπασαν.
3.33. Τρικλινοσὰξ Κοσσοτραπέζῳ.
Ἐξηγόρευσα Μνησιλόχῳ τῷ Παιανιεῖ τὴν τῆς γαμετῆς ἀσέλγειαν·
καὶ ὅς͵ δέον βασανίσαι δι΄ ἐρεύνης τὸ πρᾶγμα ποικίλης͵ ὅρκῳ τὸ πᾶν ὁ χρυσοῦς ἐπέτρεψεν.
ἀγαγοῦσα οὖν αὐτὸν ἡ γυνὴ εἰς τὸ Καλλίχορον τὸ ἐν Ἐλευσῖνι φρέαρ ἀπωμόσατο καὶ ἀπελύσατο
τὴν αἰτίαν. καὶ ὁ μὲν ἀμογητὶ πέπεισται καὶ τὴν ὑποψίαν ἀπέβαλεν· ἐγὼ δὲ τὴν
φλυαρὸν γλῶτταν ἀποτέμνειν ὀστράκῳ Τενεδίῳ τοῖς βουλομένοις ἕτοιμός εἰμι
παρέχειν.
3.34. Λιμοπύκτης Χαλσοκυδοίμῳ.
Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπιεικῶς ἦν͵ καὶ τὰ πολλὰ ἐξεχεῖτο
ἐπ΄ ἐμοὶ τῷ γέλωτι͵ ἀστικῆς στωμυλίας καὶ ξένης ..... ἢ κατὰ τοὺς χωρίτας ἐπαΐων.
τοῦτ΄ οὖν ἰδὼν ἕρμαιον ᾠήθην͵ εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν
βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ͵ γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ͵ οὐκ ἐκ
δικαστηρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινοοῦντι πόρους͵ ἀλλὰ γῆθεν
ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθ΄ οὕτω δρᾶν͵ ᾠκειωσάμην
τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς͵ νάκος ἐναψάμενος καὶ σμινύην
λαβών͵ αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα͵ ἀνεκτὸν
ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην͵ ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα
τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς καθ΄ ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς
ἐπράττετο τοὖργον͵ καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύρους
περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν͵ οὐκέτ΄ ἀνασχετὸς ἡ διατριβή͵ ἀλλά μοι
μετέμελε τῆς ἀλόγου πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον
χρόνον οὐκέθ΄ ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν͵ ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ
ἀπηχής͵ ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπεκέκλειντο͵ ὁ δὲ λιμὸς
τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὢν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς
τισι Μεγαρικοῖς͵ οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοιπόροις ἐνεδρεύουσιν͵ ἐκοινώνησα.
ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν ἢ μή͵ ἄδηλον.
δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοσαῦται μεταβολαὶ οὐκ εἰς τὸ
ζῆν ἀλλ΄ εἰς ἀπώλειαν καταστρέφειν.
3.35. Φιλάπορος Ψιχομάχῳ.
Λεξιφάνης ὁ τῆς κωμῳδίας ποιητὴς θεασάμενός με ὀργιζόμενον πρὸς
τὰς ἐν τοῖς συμποσίοις παροινίας͵ λαβὼν καθ΄ ἑαυτὸν πρῶτα μὲν ἐνουθέτει μὴ τοιαῦτα
ἐπιτηδεύειν ἐξ ὧν ὕβρις τὸ τέλος͵ ἔπειτα τοῦ φωνήματος ὡς ἔχοιμι διὰ βραχέων ἀποπειραθεὶς
τῷ χορῷ τῶν κωμικῶν συλλαμβάνειν ἔφασκε͵ ἐκ τοῦδε τραφησόμενον καὶ ἐμέ. ἐκέλευεν
οὖν ἐκμαθόντα ......... Διονυσίοις τοῖς ἐπιοῦσι τὸ τοῦ οἰκέτου σχῆμα ἀναλαβόντα
τὸ μέρος ἐκεῖνο τοῦ δράματος ὑποκρίνασθαι. ἐγὼ δὲ ὀψὲ τοῦ καιροῦ καὶ φύσιν καὶ ἐπιτήδευμα
μεταβαλὼν δύσκολός τις καὶ δυσμαθὴς ἐφαινόμην. ἐπεὶ δ΄ οὐκ ἦν ἑτέρως πράττειν͵
τὸ δρᾶμα ἐξέμαθον͵ καὶ μελέτην ἀσκήσει ῥώσας ἕτοιμός εἰμι τῷ χορῷ συντελεῖν. σὺ
δὲ ἡμῖν μετὰ τῶν συνήθων ἐπίσειε τοὺς κρότους ἵνα͵ κἄν τι λάθωμεν ἀποσφαλέντες͵
μὴ λάβῃ χώραν τὰ ἀστικὰ μειράκια κλῴζειν ἢ συρίττειν͵ ἀλλ΄ ὁ τῶν ἐπαίνων κρότος
τὸν θροῦν τῶν σκωμμάτων παραλύσῃ.
3.36. Οἰνοχαίρων Ραφανοχορτάσῳ.
Οὐχ οὕτως οἱ τοὺς Ἑρμᾶς περικόψαντες ἢ τὰ τῆς θεοῦ ἐν Ἐλευσῖνι
μυστήρια ἐξορχησάμενοι τὸν περὶ ψυχῆς ἀγῶνα ὑπέμειναν͵ ὡς ἐγὼ εἰς χεῖρας ἐμπεσών͵
ὦ θεοί͵ τῆς μιαρωτάτης Φανομάχης. ἐπεὶ γὰρ ἔγνω τὸν ἑαυτῆς ἄνδρα προσκείμενον τῇ
Ἰωνικῇ παιδίσκῃ τῇ τὰς σφαίρας ἀναρριπτούσῃ καὶ τὰς λαμπάδας περιδινούσῃ͵ ὑπετόπησεν
ἐμὲ πρόξενον εἶναι τῆς κοινωνίας͵ καὶ διὰ τῶν οἰκετῶν ἀναρπάσασα παραχρῆμα μὲν ἐν
κυσοδόχῃ δήσασα κατέσχεν͵ εἰς τὴν ὑστεραίαν δὲ παρὰ τὸν ἑαυτῆς ἤγαγε πατέρα͵ τὸν
σκυθρωπὸν Κλεαίνετον͵ ὃς τὰ νῦν δὴ ταῦτα πρωτεύει τοῦ συνεδρίου καὶ εἰς αὐτὸν ὁ
Ἄρειος πάγος ἀποβλέπουσιν. ἀλλ΄ ὅταν τινὰ θέλωσιν οἱ θεοὶ σώζεσθαι͵ καὶ ἐξ αὐτῶν
ἀνασπῶσι βαράθρων͵ ὡς κἀμὲ τοῦ τρικαρήνου κυνός͵ ὅν φασιν ἐφεστάναι ταῖς
ταρταρείαις πύλαις͵ ἐξήρπασαν. οὐκ ἔφθη γὰρ τὰ κατ΄ ἐμὲ ὁ δεινὸς ἐκεῖνος
πρεσβύτης τῇ βουλῇ κοινούμενος͵ καὶ ἠπιάλῳ συσχεθεὶς εἰς τὴν τρίτην ἀπέψυξε. καὶ
ὁ μὲν ἐκτάδην κεῖται͵ τὰ πρὸς τὴν ἐκφορὰν τῶν οἴκοι παρασκευαζομένων͵ ἐγὼ δὲ ᾗ
ποδῶν εἶχον ᾠχόμην καὶ σώζομαι οὐχ ὑπὸ τοῦ τῆς Ἀτλαντίδος [Μαίας] παιδὸς
ψυχαγωγηθείς͵ ἀλλ΄ ὑπὸ τῶν ποδῶν καὶ τοῦ τολμήματος τὴν ἐλευθερίας πορίσας ἀτραπόν.
3.37. Θερμολέπυρος Ὠκίμωνι.
Σχέτλια πεπόνθαμεν· τοῖς γὰρ ἄλλοις οὖθαρ καὶ μῆτραι καὶ ἧπαρ
δρόσῳ προσεοικὸς [διὰ τὴν ἐκ τῆς πιότητος λεπτότητα] παρέκειτο͵ ἡμῖν δὲ ἔτνος ἦν
τὸ βρῶμα· καὶ οἱ μὲν Χαλυβώνιον ἔπινον͵ ἐκτροπίαν δὲ ἡμεῖς καὶ ὀξίνην. ἀλλ΄ ὦ
μοιραῖοι θεοὶ καὶ μοιραγέται δαίμονες͵ δοίητε παρατροπὴν τῆς ἀδίκου ταύτης
τύχης καὶ μὴ τοὺς μὲν διηνεκῶς φυλάττετε ἐν εὐτυχίᾳ͵ τοῖ δὲ τὸν λιμὸν συνοικίζετε
..... τῇ γὰρ φορᾷ τῆς εἱμαρμένης τὰ τοιαῦτα κατηνάγκασται. ἄδικα πάσχομεν πρὸς
αὐτῆς οἱ λεπτῇ καὶ στενῇ κεχρημένοι τῇ τύχῃ.
3.38. Κωνωποσφράντης Ἰσχνολίμῳ.
Ἀνεμιαίους ἐλπίδας ἔσχον ἐπὶ τῷ μειρακίῳ Πολυκρίτῳ. ᾤμην γὰρ
αὐτόν͵ εἰ τεθναίη αὐτῷ ὁ πατήρ͵ χύσιν ἐργάσεσθαι τῆς οὐσίας πολλήν͵ καὶ ἀδηφαγοῦντα
καὶ καθηδυπαθοῦντα μετά τε ἡμῶν μετά τε τῶν ἑταιρῶν ὅσαι κατὰ τὴν ὥραν
πρωτεύουσιν ἐξαντλήσειν τὸ πολύ [τῆς οὐσίας]. ὁ δέ͵ ἐπειδὴ κρίνον αὐτῷ ὁ
γεννήσας ἐγένετο͵ σιτεῖται μὲν τῆς ἡμέρας ἅπαξ͵ καὶ τοῦτο ὀψὲ τῆς ὥρας ἡλίου
λοιπὸν ἀμφὶ τροπὰς τὰς εἰς δύσιν ἔχοντος· σιτεῖται δὲ οὐδὲν τῶν πολυτελῶν ἀλλ΄ ἄρτον
τὸν ἐξ ἀγορᾶς͵ καὶ ὄψον͵ εἴ ποτε εὐημερίας ἡμέραν ἐπιτελοίη͵ δρυπεπεῖς ἢ
φαυλίας. διαμαρτὼν οὖν τῆς θαυμαστῆς ταύτης ἐλπίδος οὐκ οἶδ΄ ὅ τι καὶ δράσαιμι.
εἰ γὰρ ὁ τρέφων δεῖται τοῦ θρέψοντος͵ τί ἂν εἴη ὁ τρέφεσθαι ὀφείλων; λιμώττοντα
δὲ λιμώττοντι συνεῖναι διπλοῦν τὸ βλάβος.
3.39. Γέμελλος Εὐβούλῳ.
Παρέκειτο μὲν ἡμῖν ὁ Γέλωνος τοῦ Σικελιώτου πλακοῦς ἐπώνυμος.
ἐγὼ δὲ καὶ τῇ θέᾳ μόνον πρὸς τὰς καταπόσεις εὐτρεπιζόμενος εὐφραινόμην·
μέλλησις δὲ ἦν πολλή͵ περιστεφόντων τραγημάτων τὰ πέμματα· ἦν δὲ ὁ καρπὸς τῆς
πιστάκης καὶ βάλανοι φοινίκων καὶ κάρυα τῶν ἐλύτρων ἐξῃρημένα. ἐγὼ δὲ πρὸς ταῦτα
ἕκαστα ἐχθρὰ βλέπων ἀνέμενον ἐπαφήσειν ἐμαυτὸν ἐγχανὼν τῷ πλακοῦντι. οἱ δὲ καὶ
τὸ ἐντραγεῖν ἐπὶ μήκιστον ἐξέτεινον καὶ τῆς κύλικος συνεχῶς περισοβουμένης
διατριβὰς καὶ μελλησμοὺς ἐνεποίουν͵ καὶ ὥσπερ ἐκ συνθήματος τὴν ἐμὴν ἀναρτῶντες
ἐπιθυμίαν ὁ μέν τις κάρφος λαβὼν ἐξεκάθαιρε τὰ ἐνιζάνοντα τῶν βρωμάτων τοῖς ὀδοῦσιν
ἰνώδη͵ ὁ δὲ ὑπτιάσας ἑαυτὸν οἷος ἦν ὕπνῳ κατέχεσθαι μᾶλλον ἢ τῆς τραπέζης
φροντίζειν· εἶτα ἄλλος ἄλλα διελέγετο͵ καὶ πάντα μᾶλλον ἐπράττετο ἢ ὁ ἡδὺς ἐκεῖνος
καὶ ποθητὸς ἐμοὶ πλακοῦς εἰς ἀπόλαυσιν ἤγετο. τέλος͵ οἷα εἰκός͵ οἱ θεοὶ
κατοικτείραντες τὸ κατάξηρον τῆς ἐμῆς ἐπιθυμίας μόλις ποτὲ ἱμείροντά με τοῦ
πλακοῦντος ἀπογεύσασθαι παρεσκεύασαν. ταῦτά σοι γράφω οὐ τοσοῦτον ἐπὶ τοῖς ἡδέσιν
ἡσθείς͵ ὅσον ἐπὶ τῇ παρολκῇ τῆς βραδυτῆτος ἐκτακείς.
3.40. Πλατύλαιμος Ἐρεβινθολέοντι.
Οὐπώποτε ἐγὼ κατὰ τὴν Ἀττικὴν ὑπέμεινα τοιοῦτον χειμῶνα. οὐ γὰρ
μόνον ἐκ παραλλήλου φυσῶντες͵ μᾶλλον δὲ σύρδην φερόμενοι κατεκτύπουν ἡμῶν οἱ ἄνεμοι͵
ἀλλ΄ ἤδη καὶ χιὼν πυκνὴ καὶ ἐπάλληλος φερομένη πρῶτον μὲν τοὔδαφος ἐκάλυπτεν͵ ἔπειτα
οὐκ ἐπιπολῆς ἀλλ΄ εἰς ὕψος ᾔρετο τῆς νιφάδος χύμα πάμπολυ͵ ὡς ἀγαπητὸν εἶναι τὸ
θύριον ἀνοίξαντα τῆς οἰκίας τὸν στενωπὸν ἰδεῖν. ἐμοὶ δὲ οὔτε ξύλον οὔτε ἄ[σ]βολος
παρῆν. πῶς γὰρ ἢ πόθεν; ὁ κρυμὸς δὲ εἰσεδύετο μέχρι μυελῶν αὐτῶν καὶ ὀστέων. ἐβουλευσάμην
οὖν Ὀδύσσειον βούλευμα δραμεῖν εἰς τὰς θόλους [ἢ τὰς καμίνους] τῶν βαλανείων. ἀλλ΄
οὐδὲ ἐκεῖσε συνεχώρουν οἱ τῶν ὁμοτέχνων περὶ ταῦτα ἀλινδούμενοι· καὶ γὰρ αὐτοὺς
ἡ παραπλησία θεὸς ἠνώχλει Πενία. ὡς οὖν ᾐσθόμην οὐκ εἶναί μοι εἰς ταύτας εἰσιτητόν͵
δραμὼν ἐπὶ τὸ Θρασύλλου βαλανεῖον [ἰδιωτικῆς οἰκίας]͵ εὗρον τοῦτο κενόν͵ καὶ καταβαλὼν
ὀβολοὺς δύο καὶ τὸν βαλανέα τούτοις ἵλεων καταστήσας͵ ἐθερόμην ἄχρις οὗ τὸν
νιφετὸν ἡ πηγυλὶς διεδέξατο͵ καὶ ὑπὸ τοῦ κρύους τοῦ μεταξὺ διεροῦ παγέντος πρὸς
ἀλλήλους ἐδέδεντο οἱ λίθοι. μετὰ δὲ τὸ ἀποβράσαι τὸ δριμὺ προσηνὴς ὁ ἥλιος ἐλευθέραν
μοι τὴν πρόοδον καὶ περιπάτους ἀνειμένους ἀπέφηνεν.
3.41. Παλλάχανος Μονογνάθῳ.
Ἐξώλεις ἀπόλοιντο οἱ Κλεισθένεις καὶ οἱ Δράκοντες ..........
3.42.Φρυγοκοίλης Βορβοροζῴμῳ.
Ὑβρίζεσθαι πρὸς τοῦ τρέφοντος͵ εἰ καὶ ἀνόσιον͵ φορητόν͵ ἅπαξ ἐκδόμενον
τὸ σῶμα τοῖς προπηλακίζειν ἐθέλουσιν ἕνεκα τῆς ἀθεμίτου γαστρός· τὸ δὲ καὶ ὑπὸ
τῶν συμπαρόντων͵ πολλῷ βαρύτερον· τὸ δὲ μὴ μόνον ὑπὸ τούτων ἀλλὰ καὶ ὑπὸ τῶν ἰταμωτέρων
οἰκετῶν͵ ἔτι χαλεπώτερον. εἰ δὲ προσθείην καὶ τὰς θεραπαινίδας κιχλιζούσας καὶ
μωκωμένας καὶ γέλωτα τὴν ἡμετέραν ἀτυχίαν ποιουμένας͵ τότε σχέτλια καθ΄ Ὅμηρον ἀποδυσπετῶ.
τοῦτο γὰρ Αὐτόχθονος ἤκουσα τοῦ γραμματικοῦ ποτε καὶ μνήμῃ συνέχω Ζεῦ πάτερ· οὔτις
σεῖο θεῶν ὀλοώτερος ἄλλος. ὀλέθριοι γὰρ ἀληθῶς οἱ δαίμονες οἱ ταῦτα ἐφ΄ ἡμῖν
πρυτανεύοντες͵ ἵν΄ ἐγὼ μὲν ὑπομένω κινδύνους ἀλγεινούς͵ γέλωτος δὲ ὑπόθεσις ᾖ
τοῖς χειρίστοις τἀμά.