Κωμικός ποιητής της νεώτερης κωμωδίας.
Έζησε τον 3ο π.Χ. αιώνα.
Ο Αθήναιος διέσωσε τους επόμενους λίγους στίχους από την κωμωδία του «Αρεοπαγίτης»..
ΑΡΕΟΠΑΓΙΤΗΣ
1 σύ μου καταφρονεῖς͵ ὅτι μάγειρός εἰμ΄͵ ἴσως·
ὅσον δ΄ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ΄ ἐγώ͵
οὐδεὶς ὑποκριτής ἐσθ΄ ὅλως εἰργασμένος.
καπνιζομένη τυραννὶς αὕτη ΄σθ΄ ἡ τέχνη.
ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην·
παρ΄ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ΄ ἐγὼ
τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός͵
ὅτ΄ ἦν ὁ λιμός͵ ἑστιῶντος τοὺς φίλους͵
ἀνάληψιν ἐποίησ΄ εἰσενέγκας κάππαριν.
Β. γυμνὴν Ἀθηνᾶν τότ΄ ἐποίησε Λαχάρης
οὐδὲν ἐνοχλοῦσαν· σὲ δ΄ ἐνοχλοῦντα νῦν ἐγώ.