Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 9η συνέχεια


Περὶ τοῦ κλήρου τύχης.

Κλῆρος τύχης συνάμα δ΄ αὐτοῦ κυρίῳ

Σώματα τἀνθρώπεια δηλοῦσι μόνα͵

Καθάπερ εἶπον μηνύειν Ὡροσκόπον.

Ὅταν τύχης κύριος ἢ κλῆρος τύχης

Οὐ σχηματισθῇ κακοποιῷ τῷ κύκλῳ͵

Ἀλλ΄ οὐδ΄ ὕπαυγος ἡλιακαῖς ἀκτίσιν

Ἐν τοῖς γενέθλοις εὑρεθῇ τοῦ παιδίου͵

Τὴν εὐτροφίαν μαρτυρεῖν τούτῳ θέλει͵

Τοὐναντίον δὲ πάλιν ἄτροφον μάθῃς·

Ἂν δὲ τραφῇ͵ τὸ τέρμα κακὸν τοῦ βίου·

Εἰ γοῦν τύχη φθάσειεν εἰς Ὡροσκόπον͵

Κακουμένη δὲ͵ τὰ κακὰ πλείω φέρει·

Εἰ δ΄ οὖν ἀγαθύνοιτο͵ τὰ καλὰ νέμει͵

Εἶδος χαρίεν͵ πλοῦτον͵ ἡδονὴν βίου.

Ἐν δευτέρῳ δὲ πάλιν εἰ πέσει τόπῳ͵

Καὶ σχηματισθῇ κύριος κλήρου τύχης

Ὡροσκόπου κύριος ἢ κλῆρος τύχης

῍Η τῆς Σελήνης τῇ διαυγεῖ λαμπάδι͵

῍Η μαρμαρυγαῖς τοῦ σελαυγοῦς Ἡλίου͵

Ἐν δ΄ ἀγαθοῖς σχήμασι͵ τοῦτο μηνύει

Εὔροιαν αὐτοῦ χρημάτων καὶ πραγμάτων.

Εἰ γοῦν Σελήνης ἀστέρι σὺν Ἡλίῳ

Συσχηματισθῇ͵ τὸν βίον προσαυξάνει͵

Καὶ τὴν τιμὴν δίδωσιν ἐκ βασιλέων·

Εἰ δ΄ αὖθις οὐδεὶς τῶν λελεγμένων ἄνω

Συσχηματισθῇ καλοποιὸς τῇ τύχῃ͵

Δηλοῖ πενίαν καὶ στέρησιν πραγμάτων·

Εἰ δ΄ αὖ κακοῦται͵ τὰ κακὰ πλείω νέμει.

Ἐν τῷ τρίτῳ δὲ κλῆρος εὑρεθεὶς τύχης͵

Πλὴν ἀγαθυνθεὶς͵ τοὺς ἀδελφοὺς μηνύει

Καλοὺς κἀγαθοὺς͵ εὐτυχεῖς τε τῷ βίῳ·

Κακούμενος δὲ͵ τὰ κακὰ προμηνύει·

Εἰ δ΄ αὖ κακωθῇ κύριος τρίτου τόπου͵

῎Ηγουν ὕπαυγος εὑρεθῇ σὺν Ἡλίῳ͵

Μὴ σχεῖν ἀδελφοὺς ἐν βίῳ τοῦτον λέγει.

Ἐν τῷ τετάρτῳ κλῆρος εἰ πέσει τόπῳ͵

Πλὴν ἀγαθυνθεὶς͵ τοὺς γονεῖς καλοὺς νέμει·

Κακούμενος δίδωσιν αὖ τοὐναντίον·

Τὸ δ΄ αὖ γε τεχθὲν ἄτροφον προμηνύει͵

Ὡς ἄτροφον κάκωσιν͵ ἢ ποθὲν φέρει.

Πέμπτῳ δὲ τυχὼν ἀγαθυνθεὶς τῷ τόπῳ.

Εὐτυχίαν δίδωσιν ἐν γοναῖς τέκνων͵

Ὡς αὖ κακωθεὶς ἐν τέκνοις δυστυχίαν.

Ἕκτῳ στένωσιν ἐν βίῳ συνεισφέρει·

Εἰ δὲ κακοῦται͵ τὰ κακὰ πλείω λέγε.

Εἰ δ΄ οὐ πρὸς αὐτὸν σχηματισμὸν εἰσφέρει

Ὡροσκόπου κύριος ἢ κλήρου τύχης͵

Ἴσθι πατρίδος παθεῖν αἰχμαλωσίαν͵

Εἰς γῆν τε τοῦτον ἐκδραμεῖν ἀλλοτρίαν͵

Ἐχθροῖς κρατοῦσι καὶ βίᾳ μετηγμένον·

Κλήρου κακουμένου δὲ σὺν τῷ κυρίῳ͵

Τοῖς αἰχμαλώτοις χείρονα πάντη λέγε.

Εἰ δ΄ αὖ ἀγαθύνοιντο͵ κρείττω τὰ τέλη

Ἀπαλλαγήν τε λέξον αἰχμαλωσίας·

Εἰ δ΄ ὑποποδίζουσι κύριος τύχης

Ὡροσκόπου τε συνάμα τῷ κυρίῳ͵

Τὸ τεχθὲν ἄτροφόν σε χρὴ πάντα λέγειν.

Εἰ δ΄ ὑποποδίσειεν εἷς ἑκατέρων͵

Δηλοῖ τρέφεσθαι πλὴν ἀμυδρῶς ἐν νόσοις.

Ἐν ἑβδόμῳ δὲ κύριος τυχὼν τύχης͵

Πλὴν ἀγαθυνθεὶς συνάμα τῷ κυρίῳ͵

Ἐκ τῶν γυναικῶν ἀγαθὰ προμηνύει·

Εἰ δ΄ αὖ κακωθῇ͵ τὰ κακὰ τοὐναντίον·

Ὁ κύριος δ΄ ὕπαυγος εἰ λάχοι τύχης͵

Δηλοῖ τὰ φαῦλα παρὰ τοῦ ὁμοζύγου·

Εἰ δ΄ αὖ κακοῦνται κλῆρος ἅμα κυρίῳ͵

Ἴσθι γυναικὶ συζυγῆναι μηδόλως·

Καὶ γοῦν γυναικῶν ἐκ μέρους πρόφασκέ μοι

Ἐναντιώσεις καὶ κακώσεις ἀμέτρους͵

Λόγους τε κακοὺς͵ καὶ δι΄ αὐτῶν αἰσχύνην.

Ἐν ὀγδόῳ κλήρῳ. δὲ τυχὼν τῆς τύχης

Ἂν ἀγαθυνθῇ͵ τοῦδε κύριος λάχῃ

Ὡροσκόπου κύριον αὖ σχηματίσας

Ἐξ ὑποδοχῆς σχήματι τῶν ἐκκρίτων͵

Τούτῳ τὸ κέρδος τοῦ βίου χρεὼν λέγειν

Ἐκ τεθνεώτων καὶ νεκρικῶν πραγμάτων.

Εἰ δ΄ οὐ βλέπει κύριον αὖ Ὡροσκόπου͵

Ὡροσκόπον δὲ μαρτυρεῖ τε τῷ τόπῳ

Ἐκ δευτέρου κύριος͵ ἴσθι τυγχάνειν

Σκορπισμὸν αὐτῷ πραγμάτων οὐ μετρίων·

Εἰ δ΄ οὖν κακοῦται κλῆρος ὀγδόῳ τόπῳ͵

Πρόφασκε τοῦτον δειλὸν͵ ἠπορημένον͵

Καὶ κινδύνους χωροῦντα πρὸς βιοφθόρους͵

Χάριν βιωτικῶν τε καὶ κερδῶν βίου·

Πλὴν καὶ τὸ τεχθὲν ἄτροφον προμηνύει.

Ἐν ἐννάτῳ δὲ τῆς τύχης κλήρῳ φθάσας

Ἐκδημίας δίδωσιν εἰς ἀλλοτρίας.

Εἰ γοῦν τύχῃ κύριος αὐτοῦ τῷ τόπῳ͵

Οὐ τὴν στροφὴν δίδωσιν εἰς τοὺς ἰδίους·

Εἰ δ΄ οὖν ἀγαθύνοιτο͵ μηνύει σέβας

Θεῷ προσάγειν͵ εἰ δὲ κακύνοιτό μοι

Δίδωσιν αὖθις τῶν καλῶν τἀναντία.

Ἐν τῷ δεκάτῳ κλῆρος εἰ φθάσει τύχης͵

Ζωῆς δίδωσι κέρδος ἐκ βασιλέως·

Εἰ δ΄ ἀγαθῷ σχήματι κύριος τύχης

Ὡροσκόπου κύριον αὖ σχηματίσει͵

Ἐξ ὑποδοχῆς τὰ καλὰ πλείω λέγε͵

Λαμπράν τε τιμὴν καὶ δυναστείας κράτος.

Εἰ δ΄ ὑποδοχὴ μὴ πάρεστιν ἐν μέσῳ͵

Κἀκ τοῦ λαοῦ τὸ μῖσος εἰς τοῦτον λέγε·

Κακουμένης δὲ τῆς τύχης σὺν κυρίῳ͵

Ζωὴν κακὴν πρόφασκε καὶ δυστυχίαν.

Ἐν ἑνδεκάτῳ κλῆρος εἰ πέσει τύχης

Σὺν τῷ κυρίῳ σχήματι τῶν ἐκκρίτων͵

Ἀγαθοποιοὺς σχηματίσας ἀστέρας͵

Ἐξ ὑποδοχῆς εὐτυχῆ πάντα φέρει͵

Σὺν εὐρωστίᾳ σωμάτων εὐρωστίαν·

Εἰ δ΄ αὖ κακωθῇ͵ μηνύει τἀναντία.

Ἐν δωδεκάτῳ πάλιν εἰ κλῆρος φθάσει͵

Κακούμενος κύριος δὴ τούτου τύχη

Δηλοῖ τὸ τεχθὲν ἀτροφεῖν͵ κακῶς ἔχειν·

Ὁ τοῦ μετ΄ αὐτὸν κύριος δ΄ Ὡροσκόπου

῎Ηγουν ὕπαυγος͵ θάνατον προμηνύει·

Εἰ δ΄ αὖ κύριος ὀγδόου φθάσει τόπου

Καὶ τόνδε κακώσειε͵ τεθνάναι λέγε

Πλὴν ὑφ΄ ἑαυτοῦ καὶ παρὰ τῶν ἰδίων·

Εἰ δ΄ αὖ κακώσας κύριος κλήρου τύχης

Ἔκκεντρός ἐστι͵ πλὴν ὁ κύριος τύχης

Ἀπόστροφος πέφυκεν εἰς αὐτὴν τύχην͵

Δηλοῦσι πνίκτην καὶ βροτῶν ἀναιρέτην͵

Καὶ θρασὺν ἄνδρα κατὰ τῶν ἐναντίων.

Ἔμαθες ἄρτι καὶ περὶ κλήρου τύχης͵

Λοιπὸν δ΄ ἀναβιβάζων ἢ τουναντίον

Καταβιβάζων προστεθείσθω τῷ λόγῳ.

 

Περὶ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.

Ἀναβιβάζων ἐντυχὼν Ὡροσκόπῳ

Ὕψος τε τιμῆς καὶ καλὰ προμηνύει·

Εἰ δ΄ ἀγαθυνθῇ͵ τὰ καλὰ πλείω νέμει͵

Ὡς οὖν κακωθεὶς τοῖς κακοῖς ἐπαυξάνει·

Ὡροσκοπῷ δὲ καταβιβάζων πάλιν͵

Δηλοῖ ταπεινὸν ἄνδρα καὶ κακὸν τρόπον͵

Καὶ κακοποιοῖς συμπαρὼν καλὰ νέμει·

Ἀγαθοποιοῖς δ΄ αὖθις οὐ καλὰ φέρει͵

Ἔλαχε καὶ γὰρ τήνδε τὴν κρᾶσιν ἔχειν

Τμητικὸς εἶναι κράσεως τῶν ἀστέρων͵

Οἷς συγκραθείη δώδεκα πόλοις τόποις.

Ἀναβιβάζων δευτέρῳ φθάσας τόπῳ

Δηλοῖ προσαύξειν τοῦ βίου τὰς εἰσόδους·

Εἰ δ΄ ἀγαθυνθῇ͵ μᾶλλον αὐξάνει βίον͵

Καθὼς ἀγαθοὶ κρᾶσιν ἔσχον ἀστέρες·

Βίον δ΄ ἐλαττοῖ καταβιβάζων πάλιν͵

Ἐξ ἰδίων δὲ πᾶσαν ἔξοδον φέρει.

Ἀναβιβάζων ἐν τρίτῳ τυχὼν τόπῳ

Ἀνάβασιν δίδωσιν τῶν ὁμαιμόνων·

Εἰ δ΄ ἀγαθυνθῇ͵ τὴν τιμὴν πλείω νέμει͵

Ὡς οὖν κακωθεὶς τὴν κάκωσιν μηνύει.

Τὰ δ΄ οὖν ἀγαθὰ καὶ κακὰ χρεὼν λέγειν͵

Καθὼς ἔλαχον ἀστέρες κράσεις ἔχειν.

Καταβιβάζων αὖθις ἐν τρίτῳ φέρει

Δεινὴν κάκωσιν καὶ φθορὰν ὁμαιμόνων.

Ἀναβιβάζων ἐν τετάρτῳ τῶν τόπων

Οἴκων ἀνανέωσιν ἢ τόπων νέμει͵

Ἀγαθοποιοῖς συμπαρὼν τῶν ἀστέρων.

Καταβιβάζων τοὔμπαλιν καθαιρέσεις

Καὶ δυστυχίας πατέρων προμηνύει.

Ἀναβιβάζων εἰς τόπον πέμπτον φθάσας

Εὐκληρίαν δίδωσι πολλὴν ἐν τέκνοις͵

Ἀγαθοποιοῖς συμπαρὼν μᾶλλον τότε·

Ἀναβιβάζων δ΄ εἰσάγει τἀναντία͵

Δι΄ ἔγγυον οὖν εἴπερ ἡ πεῦσις φθάνει.

Ὁ καταβιβάζων δὲ πέμπτον εἰς τόπον

Ὡς ἐκτιτρώσκειν τὴν γυναῖκα μηνύει͵

Εἰ μὴ τὰ κέντρα συγκατάσχωσι τότε

Ἀγαθοποιοὶ πάντες ὄντες ἀστέρες.

Ἀναβιβάζων ἕκτον εἰς τόπον φθάσας

Εὐτυχίαν δίδωσιν ἐν τετραπόδοις͵

Εὐρωστίαν τε σωματικῆς ἰσχύος͵

Μᾶλλον δ΄ ἀγαθοῖς συμπαρὼν τῶν ἀστέρων.

Καταβιβάζων ἔμπαλιν τἀναντία͵

Νόσους τε δεινὰς ἀπὸ πολλῶν πνευμάτων.

Ἀναβιβάζων ἕβδομον φθάσας τόπον

Δήλωσιν ἄγει σωφρόνων ὁμοζύγων.

Καταβιβάζων οὐ καλὴν στωμνὴν νέμει͵

Μίξιν τε πρὸς γύναια τῶν κακωτέρων͵

Κἀκ τῶν γυναικῶν συκοφαντίας λόγους.

Ἀναβιβάζων ὀγδόῳ τυχὼν τόπῳ

Ἐξουσίαν δίδωσιν ἰδίῳ τόπῳ.

Καταβιβάζων ἀπὸ γειτόνων μάχην͵

Καὶ μᾶλλον εἴπερ ἐκ διαμέτρου φθάσει

Ἑρμῆς κατιδεῖν τοῦτον͵ εἴτε καὶ Κρόνος.

Ἀναβιβάζων ἐννάτῳ τυχὼν τόπῳ

Ἐκδημίαν δίδωσιν ἀγαθὴν πλέον

Συσχηματισθεὶς καλοποιοῖς ἀστέρων͵

Κάκωσιν ὥσπερ καταβιβάζων νέμει

Λύπην τε δεινὴν ἐκ μακρᾶς ἐκδημίας.

Ἀναβιβάζων ἐν δεκάτῳ τῷ τόπῳ

Τιμὴν συνήθη μᾶλλον αὐξάνει πλέον͵

Πολύ τε κέρδος ἐκ μεγιστάνων νέμει.

Καταβιβάζων ἅπαν αὖ τοὐναντίον͵

Καὶ μᾶλλον εἰ Σελήνη συμπαρῇ τότε͵

Λύπην τε δηλοῖ καὶ στέρησιν πραγμάτων.

Ἀναβιβάζων ἑνδέκατον εἰ φθάσει

Δόξαν χαράν τε καὶ πολὺν πλοῦτον νέμει͵

Ἑρμῆς δὲ παρὼν ἀῤῥενοφθόρους ἄγει

Ὄντας ἀναιδεῖς͵ ἀθεμιτοπραξίας.

Καταβιβάζων τῷ τόπῳ τούτῳ φθάσας

Δηλοῖ κάκωσιν ἐκ μέρους τοῦ τῶν φίλων͵

Ἔκτρωσιν ἴσως εἰς γυναῖκας ἐγγύους.

Ἀναβιβάζων δωδέκατον εἰς τόπον

Κέρδος δίδωσιν ἐκ τετραπόδων μέγα͵

Πλέον δὲ παρὼν καλοποιοῖς ἀστέρων͵

Ἔχθραν τε πολλὴν ἐκ μεγιστάνων νέμει.

Καταβιβάζων τῷδέ μοι τἀναντία͵

Ἔχθραν τε δηλοῖ μᾶλλον ἐκ κακωτέρων

Ἀνδρῶν ἀσήμων καὶ ταπεινῶν ἐν βίῳ·

Ἀγαθοποιὸς δ΄ εἰ πάρεστι τῷ τόπῳ͵

Κέρδος δίδωσιν ἐκ βροτῶν πενεστάτων.

Καὶ ταῦτα βίβλος Βαβυλωνίων γράφει.

Δόξα Θεῷ τῷ δώσαντι τὸ τέλος

Καὶ τῷ χορηγήσαντι κἀμοὶ τὸ γράφειν.

Ἀρήγει͵ Χριστὲ͵ τὴν χεῖραν εἰς τὸ γράφειν.