Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 8η συνέχεια


Περὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων.

Περὶ τόπων ἔμαθες ὡς βίβλος γράφει͵

Ἄκουε λοιπὸν καὶ περὶ τῶν ἀστέρων.

Ὁδηγὸν ἴσθι τὴν Σελήνην τυγχάνειν͵

Σφαῖρα γὰρ αὐτῆς τῶν ὅλων κατωτέρω

Καὶ πλησίον μάλιστα τοῖς βροτοῖς θέει͵

Κόσμου καθαρὰν εἰσφέρει τὴν εἰκόνα·

Ὥσπερ γὰρ ἅπαν πραγμάτων τῶν ἐν βίῳ

Ἐξ ἀτελοῦς μὲν ἄρχεται προεκφύειν͵

Εἶτα δ΄ ἐπαύξει͵ πάλιν δ΄ ὗστερον φθίνει·

Οὕτω Σελήνη τὰ κατ΄ εἰκόνα φέρει·

Ὁδηγὸν αὖ λάμβανε ταύτην καὶ βλέπε·

Εἰ μὲν Σελήνη γὰρ ἀγαθύνοιτό σοι͵

Νέμει τἀγαθὸν͵ ὡς κακὸν τοὐναντίον

Εἴπερ κακωθῇ κακοποιοῖς ἀστέρων·

Περὶ κακοῦ γὰρ κακοποιῶν ἡ κρίσις͵

Κρᾶσις γὰρ αὐτῶν οὐχ ὁμαλὴ τυγχάνει͵

Ἡ ψυχρότης γὰρ͵ ξηρότης τ΄ ἐπὶ πλέον

Τοῖς κακοποιοῖς ἥ τε θερμότης ἄγαν͵

Καὶ ξηρότης πρόσεστιν ἐκ δυσκρασίας.

Ἀγαθοποιεῖ τοίνυν͵ εἴπερ εἰς τόπον

Ὕψωμά τε φθάσειε κακῶν ἀστέρων͵

Τὸν κακοποιὸν ὑποδεκτικὸν μάθε͵

Ἀγαθοποιεῖ καὶ τὴν κακὴν μειοῖ κρᾶσιν·

Ἀγαθοποιὸν δ΄ ἴσθι κράσεως μέσης

Καὶ διὰ τοῦτο δῆλον ὡς ἀγαθύνει͵

Τέλη γὰρ οἶδας ἀστεροσκόπους λέγειν

Ἀγαθὰ τισὶν ἢ κατὰ τοὐναντίον·

Ἀγαθοποιὸς τοίνυν ἀγαθὰ νέμει͵

Ὡς κακοποιὸς τὰ κακὰ πάλιν φέρει͵

Πλὴν σχηματισμοὺς μοιρικῶς τηρεῖν θέλει͵

Μὴ ζωδιακὸς κατὰ σῶμα δ΄ ἀστέρων.

 

Σημείωσον μέχρι πόσων μοιρῶν φθάνει τὰ σώματα τῶν ἀστέρων.

Ἡλιακὸς γὰρ δίσκος ἔμπροσθεν φθάνει

Εἰς πεντεκαιδέκαδα μοιρῶν τοῦ κύκλου͵

Ὄπισθεν αὖθις τὰς ἴσας μοίρας πάλιν.

Ἡ δ΄ αὗ Σελήνη δώδεκα μοίρας ἔχει

Ἔμπροσθεν͵ ἐξόπισθεν αὖθις τὰς ἴσας.

Κρόνος δὲ καὶ Ζεὺς ἀνὰ μοίρας ἐννέα͵

Τὴν ὀγδοάδα δ΄ ἔσχε τῶν μοιρῶν Ἄρης

Ἔμπροσθεν καὶ ὄπισθεν ὀκτὼ τὰς ἴσας·

Ἑρμῆς δὲ πάλιν Ἀφροδίτη συνάμα

Ἑπτάδα μοιρῶν πρόσθεν ὡς ὀπισθίως͵

Καὶ κακοποιὸς ὃς κακοῖ τὸν ἀστέρα͵

Ὃς μηνύει τὴν πεῦσιν͵ εἴπερ ἐκπεύσει͵

Εἰς ἀπόκλιμα τὴν βλάβην μικρὰν φέρει͵

Φόβον τυχὼν μέτριον͵ εἴτε δειλίαν·

Ἐκ τετραγώνου δ΄ εἴτε καὶ διαμέτρου

Ὡς σχηματίσας τήνδε μείζω τὴν βλάβην͵

Οὐχ ὥσπερ εἴπερ ἦσαν ἐν κέντρων τόποις͵

Καὶ γὰρ τὰ κέντρα δύναμιν πλείω νέμει.

Κενοδρομοῦσαν τὴν Σελήνην εἰ βλέπεις͵

Τὴν ἀργίαν πρόφασκε σὺν ἀτυχίᾳ·

Ὡς σχηματισμὸς τῆσδε μᾶλλον μηνύει

Ἀργεῖν τὸ μέλλον ἐν βίου τοῖς πρακτέοις͵

Τὸ δ΄ αὖ παρελθὸν ἐξ ἀποῤῥοίας λέγε͵

Τόπος δ΄ ἐν ᾧ πάρεστι παρεστὼς ἅπαν.

Ἀστὴρ ταπεινώματι τυχὼν ἰδίῳ

Λύπην τε καὶ κάκωσιν ἢ δέσμους φέρει͵

Ὑποποδίζων τὴν παρακοὴν ἄγει͵

Δύσληψιν εἴτε τὴν στροφὴν ἐν συντόμῳ.

Στηριγμὸς αὖθις φροντίδα κεκρυμμένην

Λύπην τε καὶ μέριμναν ἐντὸς μηνύει·

Οἱ κακοποιοὶ κωλύουσι συντόμως

Ἐλθεῖν ἀγαθὸν ἅπαν εἴτε συμφέρον.

Ἀστὴρ ὑποποδίσας ἢ καὶ στηρίξας

Ὀρθοποδίσαι κακοποιὸς τυγχάνειν͵

Εἴτουν ἀγαθὸς ἀγαθὰ προμηνύει͵

Καὶ πεύσεως πλήρωσιν εἰργμένων ὅλων.

Ἀστὴρ ὁ δηλῶν πεῦσιν εἰς οἶκον Κρόνου

Παρεμποδισμὸν ἐμπεσεῖν προμηνύει·

Ὁ Ζεὺς δὲ τυχὼν ἐν τροπικῷ ζωδίῳ

Ἐν συντόμῳ πλήρωσιν ἔργῳ μηνύει·

Εἴπερ Σελήνη πρός τινα τῶν ἀστέρων

Συσχηματισθῇ μοιρικῶς͵ εἶτα πάλιν

Μέλλει περ ἄλλον σχηματίζειν ἀστέρα͵

Τέλος πρόφασκε μᾶλλον ἐκ τοῦ δευτέρου.

Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν μόνην͵

Εἰς τριακοστὴν μοίραν ἐλθὼν ζωδίου͵

Ἐν ᾧπερ ἐστὶ τῷ μετ΄ αὐτὸν ζωδίῳ͵

Τὴν δύναμιν ἅπασαν εἰσφέρειν θέλει·

Εἰ δ΄ αὖθις ἐστὶ ζώδιον͵ σθένος φέρει·

Καὶ γὰρ δύναμις ἀστέρων τρισὶ μόναις

Μοίραις πέφυκεν͵ εἴπερ ἄρτι τυγχάνει

Καὶ τῇ πρὸ αὐτῆς καὶ τῇ μετ΄ αὐτὴν πάλιν.

Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν φθάνων

Εἰς σχηματισμὸν ἀστέρος δι΄ οὗ τέλος

Ὡς σχηματισθεὶς πρῶτον ἄλλῳ μηνύει

Παρεμποδισμῷ τῷ τέλει τῶν πραγμάτων·

Πλὴν ἰστέον σχήματος εὐσθενεστέραν

Ἅπαντος εἶναι σύνοδον τῶν ἀστέρων·

Κακοποιὸς ὢν ἐν τῶ ἰδίῳ τόπῳ

Ἀνατολικὸς ἀκάκωτος τυγχάνων͵

Ἐκ κακοποιῶν ἀγαθὰ πλείω νέμει·

Ἐξ ἀγαθῶν πλὴν τῶν ὑποποδικότων

Ὁ κακοποιὸς τὴν ἐρώτησιν ἔχων͵

Συσχηματισθεὶς τῷ Σελήνης ἀστέρι͵

῍Η τῷ κυρίῳ τοῦ λαχόντος ζωδίου

Ὡροσκοπεῖν σχήματος ἐκ διαμέτρου

Ἐκ τετραγώνου τὰ τέλη κακὰ νέμει.

Ὁ κακοποιὸς κυριεύων ζωδίου

Ὡροσκοποῦντος εἴπερ ἐν τόπῳ τύχῃ͵

Ὧπερ γέγηθεν οἶκον ἴδιον φθάσας

῎Ηγουν πρὸς ὑψώματος αὐτοῦ τὸν τόπον͵

Τέλος δίδωσιν ἀγαθὸν πλὴν βραδέως͵

Ὅτι περ αὐτὸς κακοποιὸς τυγχάνει͵

Οὗτός τε τυχὼν πάλιν εἰς Ὡροσκόπον

Ὑποποδίζων ἀλλ΄ ἐν οἴκοις ἰδίοις͵

῎Ηγουν ἐν ὑψώματι πάλιν ἰδίῳ͵

Δηλοῖ κακὰ μέγιστα καὶ κακὸν τέλος.

Ἀγαθοποιὸς εἴπερ εἰς σχῆμα φθάσει͵

Τοῦ κακοποιοῦ τὰ κακὰ τέμνειν σθένει͵

Πλὴν ἀγαθοῖς σχήμασιν ἰσχύει πλέον͵

Τοῖς δ΄ αὖ γε κακοῖς ἧττον ἔχει τὸ σθένος.

Εἰ κακὸς αὖθις εἰς τί γε. σχῆμα φθάσει

Ἀγαθοποιοῦ σχήματι διαμέτρῳ

Η τετραγώνῳ τἀγαθὰ τέμνειν σθένει·

Ἀγαθοποιὸς εἰς ἀπόκλιμα φθάσας

Ὑποποδίζων κακοποιὸς τυγχάνει·

Ἀγαθοποιὸς ἰδίῳ τυχὼν τόπῳ͵

Μεθ΄ ὑποδοχῆς τὰ καλὰ μᾶλλον νέμει͵

Ὡς κακοποιὸς τὰ καλὰ μειοῖ πλέον·

Ἐν ᾧπερ εἰσὶ καὶ γὰρ ἄρτι ζωδίῳ

Οἱ κακοποιοὶ μὴ ποσῶς σχόντες λόγον͵

Αὔξουσι τὴν κάκωσιν αὐτῶν εἰς πλέον͵

Ὥσπερ τυχόντες εἰς τόπους τοὺς ἰδίους

Εἰς οἶκον εἰς ὕψωμα καὶ τρίγωνόν τε͵

῎Ηγουν ὅρια πλὴν ἐπὶ κέντρων τόποις͵

Ἀγαθοποιοὶ τυγχάνουσιν αὐτίκα·

Ἀγαθοποιοὶ δ΄ αὖθις ἐν τοῖς ζωδίοις͵

Ἐν οἷσπερ οὐκ ἔχουσιν ὡς εἶπον λόγον͵

Μειοῦσιν αὐτῶν ἀγαθὸν μέγα σθένος·

Κέντρον τυχόντες κακοποιοὶ τοῖς τόποις͵

Κέντρῳ τε τὴν κυρίαν ἀπειληφότες͵

῍Η καθορῶντες σχήματι διαμέτρῳ͵

Ὡροσκοποῦντες εἴτε δὴ τετραγώνως͵

Κάκωσιν εἰσφέρουσι καὶ δεινὴν βλάβην͵

Καὶ μᾶλλον εἰ βλάπτουσιν ᾧ τούτου κράτος·

Εἰ δὲ βλέπουσι σχῆματι τῶν κρειττόνων͵

Μειοῦσι τὴν κάκωσιν αὐτῶν εὐθέως.

Συσχηματισθεὶς κακοποιὸς Ζεὺς πάλιν

῎Ημειψεν αὐτῷ τὴν φύσιν εἰς βελτίω·

Ἡ δ΄ Ἀφροδίτη τοῦτο δρᾶν οὔπω σθένει͵

Εἰ μὴ σθένος κράτιστον ἐκ Διὸς λάβῃ.

Ὁ Ζεὺς βλέπων δὲ τὸν τόπον τοῦτον πάλιν͵

Εἰς ὃν κάκωσις κακοποιῶν συνδράμῃ͵

Λύει κακώσεις͵ Ἀφροδίτη δ΄ αὖ σθένει

Λύειν κάκωσιν Πυρόεντος ἀστέρος͵

Ὃν Ἄρεα καλοῦσιν ἀστεροσκόποι.

Ὁ κακοποιὸς σχηματισθεὶς ἐν τόπῳ

Τῷ κακοποιῷ τὰ κακὰ διπλᾶ νέμει·

Ἀστὴρ Σελήνης ὁ κρατῶν Ὡροσκόπου͵

Συσχηματισθεὶς κακοποιοῖς ἀστέρων͵

Ἐκ τετραγώνων εἴτε δὴ διαμέτρων͵

῍Η τοῖσδε συμπαρών περ ὡς ἐν συνόδῳ͵

Εἰ τετραγώνῳ σχήματι τούτους βλέπει͵

Δεινὴν βλάβης κάκωσιν ἰσχύει φέρειν·

Εἰ δ΄ αὖθις αὐτῶν εἰς σχῆμα κακὸν φθάσει

Ἀγαθοποιὸς τοῦ κακοῦ λύσιν νέμει·

Ταῦτά τε καὶ τρίγωνα πάλιν ἰσχύει

Ἀγαθοποιῶν ἐν κακίστοις ἀστέρων

Ὕπαυγος ἀστὴρ τυγχάνων ἐν Ἡλίῳ͵

Ἐντός τε μοιρῶν πεντεκαίδεκα φθάσας͵

Τῶν ἡλιακῶν ἀδρανὲς φέρει σθένος·

Εἰ δ΄ ἰσομοιροῖ πλὴν οὗτος τῷ Ἡλίῳ͵

Ἰσχυρός ἐστι μᾶλλον ἔργοις ἰδίοις·

Ἀστὴρ διελθὼν ἡλιακὰς λαμπάδας͵

Καὶ μέχρι μοιρῶν πεντεκαίδεκα φθάσας͵

Ἑῷος ἐστὶν ἰσχυρὸς τοῖς πρακτέοις·

Ἀγαθοποιὸς ὄγδοον φθάσας τόπον

Οὔτ΄ ἀγαθὸν δίδωσιν͵ οὔτ΄ ἐναντίον͵

Ὡς κακοποιὸς τῷδε τυχὼν τῷ τόπῳ

Αὔξειν γε μᾶλλον τὴν κάκωσιν ἰσχύει·

Στεῤῥοῖς δὲ προστυχόντες εἶναι ζωδίοις

Στεῤῥὸν νέμουσι πρᾶγμα πᾶν πεπραγμένον·

Ἐν δ΄ αὖ δισώμοις ἀμφιβληθὲν πολλάκις

Ἐν τοῖς τροπικοῖς ἄστατον πρᾶξιν ἔσχε

Ἀστὴρ στηρίξας μᾶλλον ὑποποδίσαι͵

Τῶν εἰργμένων δίδωσιν ἀποτυχίαν·

Στηριγμὸς αὖθις ὀρθοποδισμὸν φέρων

Τῶν εἰργμένων δίδωσιν ἀγαθὸν τέλος.

Ἴσθι δ΄ ὅτι πᾶς εἰς ἐρώτησιν φθάσας͵

Εἴπερ Σελήνη κακοποιοῖς ἀστέρων

Βλάπτοιτο͵ τύχης τὴν στροφὴν δεινὴν ἔχει·

Εἰ μὴ φθάσειεν ἡ Σελήνη πρὸς τόπους͵

Ἀποκλιμάτων ἀδρανὴς γὰρ ἡ βλάβη͵

Καὶ γὰρ κακώσας κακοποιὸς ἀστέρα

Τὸν τῆς Σελήνης ἀποκλίματος τόπον

Φόβους ἐπάγει καὶ κακῶν τὰς ἐλπίδας͵

Οὐ μήν τι κακὸν͵ οὐ φόβον τανῦν φέρει͵

Οὐ δ΄ αὖ γε κέντροις καὶ σθεναροῖς ἐν τόποις

Λώβης δίδωσι σωματικῆς τὸν φόβον͵

Ἔργων δὲ δυστύχημα τῶν νῦν εἰργμένων.

Ἀστὴρ Σελήνῃ σχηματισθεὶς γὰρ ἅπας

Τῶν πεύσεων δίδωσι πασῶν τὰ τέλη.

Ἀστὴρ Σελήνης ἅμα σὺν Ὡροσκόπῳ͵

Ἐναντιώσεις ὄντες εἰς τὰς ἰδίας͵

Δηλοῦσι τὸν φέροντα τὴν πεῦσιν ἔχειν

Θλίψιν βριαρὰν ἔνδον ἐν τῇ καρδίᾳ.

Ἔχεις τὸ λοιπὸν ἀπὸ τῆς Σελὲχ βίβλου

Μαθηματικοὺς μυστικωτέρους λόγους·

Μυστηριώδεις ἀστέρων οὗτοι λόγοι·

Μάνθανε λοιπὸν καὶ περὶ κλήρου τύχης

Ἅπερ ὁ Μεσλὰς Βαβυλώνιος γράφει.