Carmen - carminis στα λατινικά σημαίνει άσμα, ωδή.
Είναι
αστρολογίας ποίημα που διασώθηκε
χωρίς
να αναφέρεται ο δημιουργός του:
Ἑπτὰ πολυπλανέες κατ΄ Ὀλύμπιον ἀστέρες οὐδόν
εἱλεῦνται͵ μετὰ τοῖσιν ἀεὶ δ΄ ἐπινήσεται αἰών·
νυκτιφανὴς Μήνη͵ στυγνὸς Κρόνος͵ ῞Ηλιος ἡδύς͵
παστοφόρος Παφίη͵ θρασὺς Ἄρης͵ εὔπτερος Ἑρμῆς͵
καὶ Ζεὺς ἀρχιγένεθλος͵ ἀφ΄ οὗ φύσις ἐβλάστησεν.
οἱ δ΄ αὐτοὶ μερόπων ἔλαχον γένος͵ ἔστι δ΄ ἐν ἡμῖν
Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος ῞Ηλιος Ἑρμῆς·
τοὔνεκ΄ ἀπ΄ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν
δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν.
δάκρυ μέν ἐστι Κρόνος͵ Ζεὺς <δ>΄ ἡ γένεσις͵ λόγος Ἑρμῆς͵
θυμὸς Ἄρης͵ Μήνη δ΄ ἄρ΄ ὕπνος͵ Κυθέρεια δ΄ ὄρεξις͵
Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως
καὶ θνητὴ
διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.